§5#2ἐπιτηδεία, καὶ πρὸς τὴν ἀνάδοσιν, καὶ μάλιστα ἐφ’ ὧν εἰς τὰ κυρτὰ τοῦ ἥπατος οὐ διέρχεται εὐκόλως τὰ λαμβανόμενα.
它也适用于营养的输送,尤其是在摄入之物不易通过而到达肝脏凸部的情况下。
πλαδαρὸν δ’ ἐστὶ μετρίως, ὅπερ ἐστὶν ὑγρὸν, καὶ ἄδιψον.
它适度湿润,这等同于水分,且能解渴。
καὶ τὸ μὲν ὑγρὸν ἔχει ἀπὸ τοῦ ὕδατος, πλὴν κεκλασμένον διὰ τὴν φύσιν τῆς κριθῆς μετρίως ξηραίνουσαν· τὸ γὰρ ἐξ ἐναντίων συγκείμενον δυνάμεων, ἄλλην τινὰ φύσιν ἐπίκτητον κτησάμενον, τὰ ἄκρα ἐξέφυγε.
它从水中获得湿润性,只是由于大麦具有适度干燥的性质,这种湿润性被削弱了;因为由相反力量构成的事物,在获得某种其他新获得的性质后,便免于两极。
ἄδιψον δ’, ὡς ὑγρόν· πλέον δὲ τοῦ ὕδατος ἔχει τὸ ἄδιψον, εἰ καὶ κατὰ τὴν ὑγρότητα ἐλαττοῦται, ὅτι καὶ τάχιον ἀναδίδοται, καὶ ὅτι παραμένουσαν αὑτῇ ἔχει τὴν ὑγρότητα διὰ τὴν γλισχρότητα, καὶ πρὸς τούτοις ὅτι καὶ ψυχρόν ἐστι.
它因湿润而解渴;但它比水具有更高程度的解渴作用,即使它在水分上有所不及,因为它的输送更为迅速,且由于其粘稠性而使水分保留在自身中,此外,还因为它是寒凉的。
διὰ ταῦτα καὶ διακαέσι πυρετοῖς ἁρμοδιώτατον, ὡς κατὰ πάντα αὐτοῖς ἐναντιουμένη, ψύχουσά τε καὶ ὑγραίνουσα, καὶ ῥύπτουσα τοὺς σηπεδονώδεις χυμοὺς, καὶ τροφὴν οὐκ ὀλίγην παρέχουσα τῷ σώματι, τοὺς δ’ ἡμισαπεῖς συμπέττουσά τε καὶ εἰς χρηστὸν χυμὸν μεταβάλλουσα.
由于这些原因,它最适用于灼热的病热,因为它在各方面都与它们相对立,既能降温又湿润,并能清除腐败的体液,为身体提供不少营养,且能消化半腐败的体液,将其转化为良好的体液。
ταῦτα δ’ ἔχει πάντα μετὰ τοῦ μηδεμίαν ἔχειν στύψιν ἢ τοῦ στομάχου ἀνατροπήν.
它拥有所有这些特性,同时不具有任何收敛性或胃部不适。
ἡ μὲν γὰρ στύψις, ὅσον εἰς ῥῶσιν τῆς γαστρὸς ἱκανὴ, τοσοῦτον εἰς τὸ παχῦναι τοὺς χυμοὺς ἐπιτήδειος· ἡ δ’ ὑγρότης, τὸ παχύνειν οὐκ ἔχουσα, τὸ ἀμετάτρεπτον ἔχει.
因为收敛性,只要足以强健肠胃,在同等程度上就适用于使体液浓稠;而湿润性,因不具有使浓稠的作用,便具有不易改变性。
ἅπαν μέντοι πέφευγεν ἡ πτισάνη διὰ τὸ μηδὲν ἄμετρον ἔχειν κακόν.
然而,大麦粥因没有任何过度的危害,从而免于这一切弊端。
ἀλλ’ οὐδὲ ταραχὴν, οὐδὲ θόρυβόν τινα ἐν κοιλίᾳ ποιεῖ διὰ τὸ μηδεμίαν δύναμιν ἔχειν ἀπὸ δριμύτητος ἢ πνεύματος φυσώδους· καὶ τοῦτο γὰρ ἐν τῇ ἑψήσει ἀποβάλλεται.
它在腹中也不会引起任何扰动或混乱,因为它不具有任何来自刺激性或致气之风的力量;因为这在烹煮中也被去除了。
τὰ μὲν οὖν ἀγαθὰ τῆς πτισάνης, ἃ ἐκ τῆς χρηστῆς ἑψήσεως ἐκτήσατο, ταῦτ’ ἐστί.
因此,大麦粥因适当的烹煮而获得的益处,就是这些。
καὶ κατὰ μακρὸν μὲν ὁ λόγος ἐδίδαξε, καὶ αὖθις δὲ διὰ κεφαλαίων ἐρεῖ.
虽然前文已详细讲授,但此处将再次进行概述。
λεῖα μέν ἐστιν αὐτῆς τὰ μόρια, καὶ ὁμαλὰ, καὶ συνεχῆ, καὶ ἡνωμένα, ὡς μὴ τὸ μὲν αὐτῆς φαίνεσθαι λεπτὸν, τὸ δὲ παχὺ ἢ ὅλως ἀνώμαλον.
它的部分光滑、均匀、连续且结合一体,以至于它的一部分不会显得稀薄而另一部分浓稠,或完全不均匀。
καὶ τοῦτο οὐ κατὰ τὴν ἁφὴν ἔχει μόνον, ἀλλ’ ἤδη καὶ κατὰ τὴν ἑαυτῆς ἐνέργειάν τε καὶ δύναμιν.
它不仅在触觉上具有这种特性,而且在其自身的活动和效能中也已具有。
ἔστι δὲ καὶ κατὰ τὴν γεῦσιν προσηνὴς, τουτέστιν μηδεμίαν ἔχουσα ἀηδίαν, καὶ ὑγρὰ, καὶ ἄδιψος, διὰ τὴν παροῦσαν αὐτῇ γλισχρότητα.
它在味觉上也是温和的,也就是说没有任何不便,并且湿润、解渴,这是由于它自身存在的粘稠性。
τὸ δὲ λεῖον καὶ ὑγρὸν καὶ προσηνὲς καὶ στύψεως ἀπήλλακται καὶ ἄλλης ἰσχυρᾶς ποιότητος.
而光滑、湿润和温和的性质免于收敛性及其他强烈的性质。
ἐπὶ πᾶσι δὲ τούτοις καὶ ἄφυσον διὰ τὴν χρηστὴν ἕψησιν.
在所有这些之上,由于适当的烹煮,它也不致胀气。
οὕτως δ’ ἔχουσα τοῖς ὀξέσι πυρετοῖς ὑπάρχει ἁρμόδιον, οὐ μόνον ὅτι κατὰ πάντα αὐτοῖς ἀντίκειται, ἀλλ’ ὅτι καὶ εὐπεπτότατόν ἐστι, καὶ ἀσθενέστατον κατὰ πᾶσαν ποιότητα, καὶ εὐανάδοτον, καὶ τοὺς μὲν σεσηπότας χυμοὺς καθαίρουσα διὰ τὸ ῥυπτικὸν, τοὺς δὲ ἡμισαπεῖς ἔτι συμπέττουσα.
具有这些特性的它适用于急性热病,不仅因为在各方面都与它们相对立,还因为它极易消化,在每种品质上都最温和,易于输送,通过其清洁作用清除已腐败的体液,并继续消化半腐败的体液。