§6Πλὴν οὐχ ἁπλῶς δοτέον αὐτὴν ἐπὶ τῶν νοσημάτων, ἀλλὰ προσδιορισμῶν δεῖται πολλῶν.
然而,对于疾病,不能简单地给予它,而是需要许多预先的界定。
οὔτε γὰρ ἐν τοῖς ἐπικινδύνως ἔχουσι διδόναι αὐτὴν προσήκει, οὔτε τοῖς φλεβοτομίας ἢ καθάρσεως δεομένοις ἢ κλυστῆρός τινος, ἢ τοῖς πεπληρωμένοις τῶν κατὰ γαστέρα περιττωμάτων, ἢ τοῖς ὑπὸ ὀδύνης ἐνοχλουμένοις μεγάλης, καὶ μηδαμῶς δεομένοις ταῖς ἰατρικαῖς πυρίαις, ἢ φλεβοτομίαις, ἢ καθάρσεσιν, ἀλλ’ οὐδὲ τοῖς ξηροτάτοις νοσήμασι προσφέρειν αὐτὴν ἁρμόζει.
因为既不应该给那些处于危险状态的人服用,也不应该给那些需要放血、导泻或某种灌肠的人,或者胃里填满排泄物的人,或者饱受剧烈疼痛折磨且绝未接受过医学热敷、放血或导泻的人服用;不仅如此,甚至对于最干燥的疾病,也不适合使用它。
κσυνεπισκέπτεσθαι δὲ χρὴ καὶ τὸν καιρὸν, καὶ τὸ ποσὸν τῆς δόσεως, καὶ τὸ ἦθος τοῦ κάμνοντος, καὶ τὸ πότε τὸν χυλὸν μόνον προσήκει, ἢ καὶ τὴν πτισάνην αὐτὴν, ἢ καὶ ἀμφότερα, ἢ καὶ οὐδέτερα.
还必须同时考量时期、服用的剂量、患者的习惯,以及何时适合仅给药汁,或也给大麦粥本身,或两者都给,或两者都不给。
ὁ μὲν οὖν καιρός ἐστι τοῦ διδόναι ῥοφήματος, ὁπηνίκα διορισάμενος μέλλεις αὐτὴν παρασχεῖν, ὁπότε τὸ σῶμα γέγονε διακείμενον ὁμαλῶς, καὶ μὴ τὸ μὲν αὐτοῦ ἐστι θερμότερον, τὸ δὲ ψυχρότερον.
那么,在做出界定后准备给予这种饮剂的时期,正是当身体处于均匀状态,而不是一部分较热而另一部分较冷的时候。
τοιοῦτον δ’ ἐστὶ, καθ’ ὃν καιρὸν ἡ τοῦ νοσήματος παρακμή· μετὰ ταῦτα γὰρ ἡ τοῦ σώματος σύμπασα θερμότης ὁμαλῶς ἐπὶ πάντα τὰ μόρια διακέχυται.
而这样的时期,正是疾病的衰退期;因为在此之后,身体的全部热量便均匀地弥散到所有的部位。
τὸ δὲ πλῆθος μὴ πολὺ ὑπάρχῃ μηδὲ ὑπέρπαχυ.
其分量既不要多,也不要过分浓稠。
σφαλερὸν γάρ ἐστι καὶ αὐτῷ τῷ Ἱπποκράτει τὸ κατὰ πολὺ καὶ ἀθρόως πληροῦν, κατὰ βραχὺ δὲ ἀσφαλές.
因为甚至对希波克拉底本人来说,大量且一下子填满是危险的,而逐渐填满则是安全的。
τιθέσθω καὶ πρὸς τὸ ἔθος παραμετρείσθω.
应当予以确立,并根据习惯来衡量。
εἰ μὲν γὰρ ἅπαξ ἦν εἰθισμένος διαιτᾶσθαι, παρέχε καὶ αὐτὸς καθάπαξ τὸ πόμα· εἰ δὲ δὶς τῆς ἡμέρας ἐτρέφετο, διπλασίαζε καὶ αὐτὸς τὴν δόσιν.
如果他习惯于一日一餐,你自己也仅给一次饮剂;但如果他一日进食两次,你自己也要将剂量倍增。
ἡ δὲ παραύξησις καὶ ἡ προσθήκη τοῦ ῥοφήματος ἐπὶ μὲν τῶν ξηροτέρων νοσημάτων οὐ χρὴ γίνεσθαι· δεῖται γὰρ τὸ τοιοῦτον προπομάτων ἰσχυροτέρων, ἢ κατὰ πτισάνην, ἵνα πλέον ὑγρανθῇ.
但是,在大麦粥的渐增和追加方面,对于较干燥的疾病是不应该进行的;因为这类疾病需要比大麦粥更强效的前期饮剂,以便得到更充分的湿润。
ξηρὰ δὲ νοσήματά εἰσι πλευρῖτις καὶ περιπνευμονία, καὶ ὅλως τὰ κατὰ θώρακα, ὅταν μηδὲν ἐξ αὐτῶν ἀναπτύηται, τὰ δὲ καθ’ ἧπαρ καὶ γαστέρα καὶ ἔντερα, ὅταν μηδὲν ἐκκρίνηται, καὶ σκληρὰ, καὶ μὴ πρὸς ἀνάγκην, καὶ μὴ ἄξια λόγου.
而干燥的疾病是指胸膜炎和肺炎,以及总的来说,当胸部没有咳出任何东西时的胸部疾病;还有当没有排出任何东西,或者排出的东西坚硬、非迫切需要且微不足道时的肝、胃和肠道疾病。
αἱ δὲ κατὰ τὰς ἀρτηρίας τε καὶ φλέβας ξηρότητες διὰ τῆς γλώττης καὶ τοῦ ἔξω δέρματος διαγινώσκονται· οὕτως δὲ καὶ τὰ ἐν τῇ κεφαλῇ πάθη, μηδενὸς δι’ ὑπερώας ἢ ῥινὸς ἐκκαθαιρομένου.
而动脉和静脉的干燥是通过舌头和外表皮来诊断的;头部的疾病也是如此,即没有任何东西通过腭或鼻被清理排出的情况。
κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ φλεγμοναὶ καὶ ἕλκη ξηρὰ τυγχάνουσιν, ἀφ’ ὧν μηδὲν εἰς ἰχῶρας ἀποκρίνεται.
同样地,当炎症和溃疡没有分泌出任何浆液时,它们也是干燥的。
ἐπὶ δὲ τῶν τοιούτων νοσημάτων οὐ προσήκει ποιεῖσθαι τὴν πτισάνην, οὔτε γὰρ ὑγραίνειν αὐτὰ δύναται, ἅτε μὴ ἄγαν ὑγραίνουσα τὰ πολλῆς καὶ ἰσχυρᾶς δυνάμεως ὑγραινούσης δεόμενα, καὶ ἔτι τὴν ἀπὸ πληρώσεως βλάβην τοῖς σώμασι παρέχουσα.
对于此类疾病,不适合使用大麦粥;因为大麦粥无法湿润它们,因为它对于需要大量且强效湿润力量的事物并不过分湿润,而且还会给身体带来因充盈而产生的危害。
ἂν δὲ καὶ τὸ σῶμα ὑγρότερον ᾖ, καὶ εἴ τι ἀπὸ τοῦ πνεύμονος ἐκπτύεται, τότε χρὴ ἐπαύξειν ἀεὶ καὶ προστιθέναι τὴν πόσιν αὐτῆς· ὑγραίνουσα γὰρ καὶ τέμνουσα ὁμοίως τὰ προσόντα ἐν τῷ σώματι ὑγρὰ, καὶ ῥῶσιν τοῖς μορίοις παρέχουσα διὰ τὴν τροφὴν, καθαρὸν ἀποτελεῖ συντόμως τὸ ζῶον τῆς ἐνοχλούσης κακοχυμίας.
但如果身体较为湿润,且有某种东西从肺部咳出,那么此时必须不断增加并追加服用大麦粥;因为通过湿润并同样稀释体内存在的湿润之物,并通过其营养为各部位提供力量,它能迅速使生命体清除那令人苦恼的恶体液。
συνελθόντων γὰρ ἀμφοτέρων ῥᾳδίως ἐκκαθαίρεται τὰ μοχθηρὰ περιττώματα, οὐδενὸς δὲ τῶν ἄλλων, ὅσα ὡς φάρμακον ἢ τροφὴ προσφέρεται, ἀμφότερα ταῦτα κεκτημένου, ἀλλ’ ἢ κατὰ τὸ λεπτύνειν ἐνδεόντως καὶ ὑγραίνειν τὸ τρόφιμον ἔχοντος, καθάπερ ἄρτος καὶ χόνδρος καὶ ὠὰ καὶ ἰχθῦς, ἢ τὸ μὲν τέμνειν ἔχοντος, τὸ δ’ ὑγραίνειν τε καὶ τρέφειν οὐ περιφέροντος, καθάπερ ὀξύμελι, καὶ εἴ τι τοιοῦτον ἕτερον.
因为当两者结合时,有害的排泄物便很容易被清除,而在作为药物或食物使用的其他东西中,没有一种是兼具这两者的;相反,它们要么像面包、大麦粗粉、蛋和鱼那样,虽具有营养,但在稀释和湿润方面有所不足,要么像醋蜜及其他此类东西那样,虽具有稀释作用,却不带有湿润和滋养的性质。
ταῦτα δὲ πάντα τὰ ἀγαθὰ ἥκουσι τῇ πτισάνῃ.
而所有这些益处都属于大麦粥。
ἀλλ’ ὅμως οὐδεμίαν ὠφέλειαν προξενεῖ χωρὶς τῶν προδιορισμῶν προσαγομένη, ὅπου γε καὶ θανάτου μᾶλλον καθεστήκασιν αἴτια διδόμενα.
然而,若不经预先的界定而使用,它不会带来任何益处,甚至在给予时,它们反而更容易成为死亡的原因。
τοῦ γὰρ κάμνοντος κλυστῆρος δεομένου διὰ τὴν τῶν περιττωμάτων κάθαρσιν, ἢ φλεβοτομίας διὰ περιουσίαν αἵματος καὶ τῆς ὀδύνης, μὴ ἐνδεούσης χρείαν ἔχοντος ὀδύνης αἴτιον πλῆθος, αἰτία θανάτου γέγονεν ἡ πτισάνη προσφερομένη, τάχα καὶ αὐτὴ καὶ διπλασιάζουσα τὸ πλῆθος.
因为当患者因清除排泄物而需要灌肠,或因血液过剩和疼痛而需要放血,且这种需求并不匮乏时,如果对作为疼痛原因的过剩状态给予大麦粥,它就会成为死亡的原因,或许它自身还会使这种过剩分量加倍。
διὰ τοῦτο οὐ χρὴ παρέχειν αὐτὴν πυρετῷ ἐνδεχομένῳ, εἴτε σὺν ὀδύνῃ ἐστὶν εἴτε χωρὶς ὀδύνης ὁ πυρετὸς, ἢ μετ’ ὀλίγον τῆς τροφῆς ὁ ἄνθρωπος πυρέττειν ἤρξατο, καὶ μήπω ὑπεχώρησεν.
因此,在可能发生发热时,无论发热是伴有疼痛还是不伴有疼痛,或者如果病人在进食后不久开始发热且发热尚未消退,都不应该给予它。
οἱ αὐτοὶ δὲ διορισμοὶ οὐκ ἐπὶ τοῦ χυλοῦ μόνον, ἀλλὰ καὶ ἐπ’ αὐτῆς τῆς πτισάνης.
而这些相同的界定不仅适用于药汁,也适用于大麦粥本身。
οἷς δὲ χρήσιμος ἦν, καὶ αὐτοῖς οὐκ εὐθὺς διδόναι προσήκει, ἀλλὰ πρῶτον μὲν τὸν χυλὸν μόνον, ᾔ τὰ πλείονα μὲν τὸν χυλὸν, ὀλίγον δὲ τὴν πτισάνην, εἶτα ἐπίσης ἀμφότερα, εἶτα καὶ μόνην αὐτὴν, ἐπιστάμενον, εἰς μὲν ῥῶσιν καὶ θρέψιν τοῦ σώματος μέγιστα συντελεῖν τὴν πτισάνην, εἰς δὲ τὸ εὐκατέργαστον καὶ εὔπεπτον καὶ εὐανάδοτον τὸν χυλόν.
而对于那些适用它的人,也不应该立即给予,而是先仅给药汁,或者大部分给药汁而少给大麦粥,然后等量给予两者,接着也仅给大麦粥本身,因为应当深知,大麦粥对于身体的强壮和滋养贡献最大,而药汁则有助于易处理、易消化和易吸收。
ταῦτα δ’ ὡς ἐν κεφαλαίῳ περὶ τῆς πτισάνης εἰρήσθω, ἵν’ ἔχῃς εἰδέναι τήν τ’ εὔκρατον αὐτῆς χρῆσιν καὶ τοὺς ἀναγκαίους διορισμούς.
关于大麦粥,就总结性地谈到这里,以便你能了解其适度的使用和必要的界定。