§8Εἴρηταί μοι τὸ πᾶν ἤδη περὶ χρείας σφυγμῶν.
关于脉搏的功用,我已经说明了全部。
καὶ γὰρ ὅτι φυσικῆς ἕνεκα τῆς καθ’ ὅλον τὸ ζῶον θερμασίας, καὶ ὅτι κατὰ μὲν τὰς διαστολὰς διαψύχεται τοῦτο, κατὰ δὲ τὰς συστολὰς καθαίρεται, καὶ ὡς αἱ κινήσεις αἵδε ταῖς ἀναπνευστικαῖς ἐοίκασι πάντη, καὶ ὡς καὶ τῷ ψυχικῷ πνεύματι χρήσιμοι, καὶ ὡς καθ’ ἓν μόνον ἀναπνοὴ καὶ σφυγμὸς διαφέρουσι, τῷ τὴν μὲν ὑπὸ τῆς ψυχικῆς δυνάμεως, τὸν δ’ ὑπὸ τῆς ζωτικῆς γίνεσθαι, τὰ δ’ ἄλλα πάντα καὶ χρείας ἕνεκα καὶ τρόπου κινήσεως ὁμοίως ἔχουσιν, εἴρηταί τε καὶ δέδεικται.
因为,无论是关于它为了整个生物体内的自然温热,关于它在舒张时被冷却、在收缩时被净化,关于这些运动在各方面都与呼吸运动相似,关于它们对动物精气也有用,还是关于呼吸与脉搏仅在一个方面有所不同——即前者由灵魂力量产生,而后者由生命力量产生——而其他所有方面,无论是在功用目的上还是在运动方式上都相似,这些都已经得到了说明和论证。
ῥᾷστον δὴ ταῦτ’ ἐπιμελῶς ἀναλεξαμένῳ διακρίνειν δύνασθαι τά τε καλῶς ὑπὸ τῶν ἔμπροσθεν εἰρημένα καὶ τὰ μή.
因此,对于仔细阅读了这些内容的人来说,要能够区分前人所说的正确之处与不正确之处是极容易的。
ῥᾴδιον δὲ τῷ τοιούτῳ, καὶ ὅσα κατὰ μέρος ὑπὲρ ἀμφοτέρων ζητεῖται τῶν ἐνεργειῶν, ἐξευρίσκειν.
而对于这样的人来说,要发现关于这两种活动的细节上所探求的一切,也是容易的。