Humanitext Reader

盖伦 · 论脉搏的作用 §7#2

对动脉收缩系被动塌陷观点的反驳

第 9 段,共 10 段 · 希腊语

内容简介

作者反驳了动脉收缩是由于血管壁柔软而导致的被动塌陷的观点,并通过植物等物理特性的对比,阐明了硬组织和软组织在运动和恢复中所表现出的不同性质。

§7#2τὸ δὲ καὶ τοῦτο προσωτέρω κινεῖν αὐτὰς ἐνδεικτικόν ἐστι τῆς τότε γινομένης ἐνεργείας.
而这(收缩)将它们(动脉)推向更深处,也说明了当时正在产生的活动。
ἀλλ’ οὐκ ἐνεργοῦσα, φασὶν, ἡ ἀρτηρία θᾶττόν τε καὶ μέχρι πλέονος εἴσω προσέρχεται, ἀλλὰ διὰ τῶν χιτώνων μαλακότητα· πεφύκασι γὰρ οἱ τοιοῦτοι τῆς διαστολῆς ἀφεθέντες ἐπὶ πλεῖόν τε καὶ θᾶττον τῶν σκληρῶν εἰς ἑαυτοὺς συνιζάνειν.
但是他们说,动脉并不是由于活动,而是由于血管壁的柔软,才更快且更深地向内进入;因为这种血管壁在从舒张中释放出来时,具有比坚硬的血管壁更大且更快地向内塌陷的天性。
ἀλλὰ τοῦτο, φήσομεν, ὦ γενναῖοι, τῇ μὲν κατὰ τὰς ἡλικίας ἐξαλλαγῇ τῶν ῥυθμῶν ἴσως ὁμολογεῖ· καίτοι δείξομεν ὀλίγον ὕστερον, ὅπως διαφέρεται· παμπόλλαις δ’ ἄλλαις διαθέσεσιν ἐναργῶς διαφωνεῖ, καθ’ ἃς ἐξαιφνίδιος ἡ ἀλλοίωσις γίνεται τῶν ῥυθμῶν, οὐδὲν μέγα τῶν χιτώνων ἐν οὕτως ὀλίγῳ χρόνῳ μεταβάλλειν εἰς μαλακότητά τε καὶ σκληρότητα δυναμένων.
然而,优秀的先生们,我们会说,这或许与随着年龄而发生节奏变化的现象相符合——尽管我们稍后将说明它是如何不同的——但它显然与许多其他状态相矛盾,在这些状态下,节奏会发生突然的改变,因为血管壁绝不可能在如此短的时间内大幅度地向柔软或坚硬转化。
ἐξαπατᾷ δὲ οὐχ ἥκιστα ὑμᾶς καὶ τὸ καλῶς ὑπὸ τῶν παλαιῶν ἰατρῶν εἰρημένον, οὐ συνιέντας αὐτὸ προσηκόντως.
而古医家们所说的极好的一句话,对你们的欺骗不小,因为你们未能妥当地理解它。
ἑτοιμότεροι γὰρ εἰσὶ πρὸς τὰς κινήσεις οἱ μαλακοὶ χιτῶνες, ὅταν ἐνεργῶσί τι δι’ αὐτῶν αἱ δυνάμεις· εὐπειθέστεροι γὰρ οὕτως αὐταῖς εἰσι καὶ, ὡς ἂν εἴποι τις, εὐαγωγότεροι πρὸς ὅ τι ἂν ἐθέλωσιν.
因为当力量通过血管壁进行某种活动时,柔软的血管壁更易于进行运动;因为这样它们对力量更为顺从,并且可以说是更容易被引导到力量所期望的任何状态。
ὅταν δ’ ὑπ’ ἐκείνων κινηθέντες αὖθις ἐαθῶσιν εἰς τὴν ἑαυτῶν κατάστασιν ἐπανιέναι, τόθ’ οἱ σκληροὶ θᾶττον ἐπανέρχονται τῶν μαλακωτέρων, ὥσπερ καὶ τῶν φυτῶν τὰ σκληρότερα τῶν μαλακωτέρων χαλεπώτερον μὲν ὑπείκει τοῖς βιαζομένοις καὶ μόλις ἕπεται τοῖς ἕλκουσιν, ἀφεθέντα δ’ αὖθις εὐκολώτερον εἰς τὴν ἔμπροσθεν ἐπανέρχεται κατάστασιν.
然而,当它们被那些力量移动后,再次被允许回到自身的状态时,坚硬的血管壁比柔软的血管壁返回得更快,正如在植物中,较硬的植物比较软的植物更难屈服于强力,且难以跟随牵引,但一旦被释放,它们又更容易地返回到以前的状态。
ἀλλὰ καὶ λόγον ἔχον ἐστὶ τοῦτο πρὸ τοῦ φαίνεσθαι γινόμενον οὕτως.
然而,在看到它以这种方式发生之前,这也是合乎道理的。
ἑκάστῳ γὰρ τῶν σωμάτων ἐστί τις ἴδιος λόγος συστάσεως ἄλυπός τε καὶ, ὡς Ἱπποκράτης ἔλεγεν, ἀκάματος, ἐν τῷ μέσῳ δηλονότι τῶν ἀμέτρων αὐτοῦ κινήσεων καθεστηκυίας, καὶ ταύτης οὐκ ἄνευ καμάτου τινὸς ἐξίσταται.
因为对于每一个身体,都有一种其自身无痛且如希波克拉底所说的“不知疲倦”的特有构造比例,这显然确立于其无度运动的中间,并且脱离这一状态绝非没有某种疲劳。
καὶ μείζων δὲ κάματος καὶ αὐτῷ τῷ κινουμένῳ σώματι καὶ τῇ κινούσῃ δυνάμει τότε μᾶλλόν ἐστιν, ὅταν σκληρόν τε καὶ ξηρὸν ὑπάρχῃ.
而当物体本身是坚硬和干燥的时候,被移动的身体本身和移动的力量都会承受更大的疲劳。
τὸ γὰρ οὕτω συνεστηκὸς ἰσχυροτέραν ἔχει τὴν ἕξιν τοῦ μαλακωτέρου τε καὶ ὑγροτέρου· ὅσῳ δ’ ἂν ἕκαστον τῶν ὁτιοῦν πάσχειν μελλόντων ἰσχυρότερον ᾖ, τοσοῦτον τῷ διατιθέντι δυσκινητότερον γίνεται.
因为这样构造的物体比更软更湿的物体具有更强的恒常状态;而任何将要承受影响的物体越强,对使其处于该状态者而言就越难以移动。
εἴπερ οὖν πάσχει μὲν τὸ κινούμενον ὑπὸ τοῦ κινοῦντος, ἐνεργεῖ δὲ καὶ δρᾷ περὶ αὐτὸ τὸ κινοῦν, εὔλογον ἦν, ὅσον δυσπαθέστερόν ἐστι τὸ σκληρότερον, εἰς τοσοῦτον καὶ δυσκινητότερον αὐτὸ γενέσθαι.
因此,如果被移动者受到移动者的影响,而移动者对其进行活动和作用,那么,坚硬的物体越是不易受影响,它在同样程度上也就越难以移动,这是合理的。
καὶ διὰ τοῦτο, εἴτε φυτὸν ὁτιοῦν, εἴτε τῶν ὀργανικῶν τι τοῦ ζώου μορίων ὑπὸ δυνάμεώς τινος κινοῖτο, τὸ μὲν σκληρὸν, ὡς ἂν δυσπαθέστερόν τε καὶ δυσκινητότερον, ἧττον ἀκολουθεῖ, ῥᾷον δὲ τὸ μαλακώτερον.
正因为如此,无论是任何植物,还是动物的任何器官部位,在被某种力量移动时,坚硬的部分因其不易受影响且难以移动而较少顺从,而较软的部分则较容易顺从。
τοῦ μαλακωτέρου δὲ τὸ σκληρὸν θᾶττον εἰς τὴν ἑαυτοῦ κατάστασιν ἐπανέρχεται, ὡς ἂν ἰσχυροτέρᾳ συνεχόμενον ἕξει.
而较硬的部分比较软的部分更快地回到其自身的状态,因为它被更强的恒常状态所维系。
φαίνεται γὰρ ἐν τοῖς φυτοῖς, ὅσα μὲν ἁπαλὰ καὶ νέα, λυγιζόμενά τε καὶ βραδύνοντα κατὰ τὰς εἰς τὴν φύσιν ἐπανόδους, ὅσα δ’ ἤδη τέλεα καὶ σκληρὰ, μετὰ πλείονος τοῦ τόνου καὶ θάττονος τῆς κινήσεως ἐπανερχόμενα.
因为在植物中显而易见,那些柔嫩而年轻的植物在返回自然状态的过程中会弯曲和迟缓,而那些已经成熟且坚硬的植物则伴随着更大的张力和更快的运动而返回。
πρὸς τῷ τοίνυν, ὡς ἔφην, καταβάλλειν αὐτῶν τὸν λόγον τὰς ἐξαίφνης γιγνομένας μεταβολὰς τῶν ῥυθμῶν οὐδ’ ἄλλως ἔοικεν ὁμολογεῖν τοῖς φαινομένοις ἡ ὑπόθεσις, δειχθέντος τοῦ μὲν μαλακωτέρου σώματος καὶ ἀσθενεστέρου ῥᾷον μὲν ἑπομένου τῷ κινοῦντι, βραδύτερον δ’ εἰς τὴν φύσιν ἐπανερχομένου, τοῦ δὲ σκληροτέρου διὰ συντονίαν μόγις μὲν νικωμένου, καὶ διὰ τοῦτο βραδύτερον ἑπομένου, θᾶττον δὲ, ὅταν ἀφεθῇ, πρὸς τὴν οἰκείαν ἐπειγομένου φύσιν.
因此,除了如我所说突然发生的节奏变化推翻了他们的论点之外,该假设在其他方面似乎也与现象不符,因为已经表明,较软且较弱的物体固然更容易顺从移动者,但返回自然状态却较慢,而较硬的物体由于紧张状态而难以被克服,并由于这个原因而顺从得较慢,但一旦释放,就会更快地赶回其特有的自然状态。
συνελόντι δὲ φάναι, καὶ ταῖς μαλακαῖς ἀρτηρίαις ἄμφω συμβέβηκε πάσχειν ἐν μέρει καὶ ταῖς σκληραῖς.
简而言之,柔软的动脉和坚硬的动脉都各自分别受到了这两者的影响。

词汇与语法注释

  1. p.176οὐ συνιέντας — 宾格现在分词复数阳性。在语法上修饰前方的 ὑμᾶς(你们),意为“欺骗了未能妥当理解其含义的你们”。
  2. p.177καθεστηκυίας — 属格完美分词阴性单数。修饰前方的阴性名词 συστάσεως(构造,组织),描述了物体的固有构造“确立于中间”的状态。
  3. p.178ὡς ἂν δυσπαθέστερόν τε καὶ δυσκινητότερον — 接续词 ὡς ἄν 省略了分词(如 ὄν),用以解释主语 τὸ μὲν σκληρόν 的属性,具有主观或假设性的原因说明作用:“作为不易受影响且难以移动者”。
  4. p.178πρὸς τῷ τοίνυν ... καταβάλλειν — 介词 πρὸς 接带与格冠词的不定式 τῷ ... καταβάλλειν 构成的短语,表示递进或附加:“除了推翻……之外”。

引用这一段

盖伦, 论脉搏的作用 §7#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg031.humanitext-grc1:7%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。