§7#1Ἐφεξῆς ἂν εἴη σκεπτέον, εἰ, ὥσπερ ἡ ἐκπνοὴ ἄνεσίς ἐστι καὶ οἷον ἀνάπαυσις τῆς ἐνεργείας τοῦ θώρακος, ἡ ἐκφύσησις δὲ ἐνέργεια, καὶ διὰ τοῦτο τὸ μᾶλλόν τε καὶ ἧττον ἔχει, τῆς ἐκπνοῆς οὐκ ἐχούσης, οὕτως καὶ ἡ συστολὴ μὲν ἐν τοῖς σφυγμοῖς ἔκλυσις τῆς ἐνεργείας ἐστὶ τῶν ἀρτηριῶν, ἕτερον δέ τι ταύτῃ παρακείμενον ἀνάλογος ταῖς ἐκφυσήσεσιν ἡ ἐνέργεια.
接下来应该探讨的是,正如呼气是胸腔活动的缓解、并且可以说是一种休息,而强力呼气则是活动,因此强力呼气有程度的强弱(而呼气则没有),同样地,脉搏中的收缩也是动脉活动的弛缓,而与此并存的另一件事物,则是与强力呼气相对应的活动。
καί μοι δοκεῖ καὶ τοῦτο παντὸς μᾶλλον ἀληθὲς εἶναι.
而在我看来,这一点比任何事情都更为真实。
τεκμαίρομαι δὲ ἔκ τε τῶν κοινῇ περὶ πασῶν ἡμῖν τῶν ζωτικῶν δυνάμεων ἑτέρωθι δεδειγμένων, κᾀκ τῆς πρὸς αὐτὴν τὴν ἀναπνοὴν ἀναλογίας.
我推断这一点,既根据我们别处就所有生命力量所共同证明的论点,也根据与呼吸本身的类比。
ἐν μέντοι γε τοῖς περὶ τῶν δυνάμεων λογισμοῖς ἑκάστῳ τῶν ὀργάνων ἐμφαίνει ἐναντίως ἔχειν ἐμφύτους δυνάμεις.
然而,在关于力量的讨论中表明,每一个器官都拥有相反天性的固有力量。
ἡ δ’ αὖ τῆς ἀναπνοῆς ὁμοιότης ζητεῖ τὴν ἐνέργειαν ἐν ταῖς ἀρτηρίαις ἀνάλογον ταῖς ἐμφυσήσεσιν.
另一方面,与呼吸的相似性则要求,动脉中的活动必须与吹入相对应。
καὶ γὰρ ἀτοπώτατον ἂν εἴη, μᾶλλον δ’ ἀδύνατον, ὑπάρχειν μέν τινα χρείαν τῇ φύσει τῆς συστολῆς τῶν ἀρτηριῶν, μηδεμίαν δ’ αὐταῖς δοθῆναι σύμφυτον δύναμιν, δημιουργὸν τῆς τοιαύτης κινήσεως.
因为如果自然对动脉的收缩确实有某种需要,却完全没有赋予它们任何能够产生这种运动的固有力量,那将是极度荒谬、甚至是不可能的。
εὐλογώτερον οὖν μακρῷ, καθάπερ ἐν τοῖς περὶ δυσπνοίας ἐδείκνυμεν, ὁπόταν μὲν ἡ ἐκ τῆς τῶν χυμῶν συγκαύσεως ἀθροιζομένη λιγνυώδης ἀναθυμίασις ἀξιόλογος ᾖ, τηνικαῦτα μὲν ἐκφυσήσεως τὸ ζῶον ἐφίεσθαι, ὁπόταν δ’ ἤτοι διὰ τὴν εὔχυμον, ἢ τὴν τοῦ θερμοῦ μετριότητα μηδὲν τοιοῦτον ὑποτρέφηται περίττωμα, μόνης τῆς ἐκπνοῆς, κᾀν ταῖς ἀρτηρίαις τὴν μὲν ἀνάλογον ταῖς ἐκφυσήσεσι συστολὴν ἐν ταῖς πλεονεξίαις τοῦ τοιούτου περιττώματος γίνεσθαι, τὰς δ’ ἄλλας, ὅταν ἀτμῷ μᾶλλον ἢ καπνῷ παραπλήσιον ᾖ τὸ κενούμενον ἐξ αὐτῶν.
因此,正如我们在《论呼吸困难》中所证明的,当体液燃烧所聚集的煤烟状升腾物十分显著时,动物便渴望强力呼气;而当由于体液状态良好或热量适中而完全没有产生此类残留物时,它仅渴望普通的呼气;同样地,在动脉中,与强力呼气相对应的收缩产生于此类残留物过剩之时,而其他的收缩则产生于其中排出的物质更像蒸汽而非烟雾之时——这要合理得多。
ἐναργῶς δὲ μαρτύρια πάμπολλα τῶν ἐν τοῖς σφυγμοῖς φαινομένων, οἷον εὐθέως τὰ κατὰ τοὺς ὕπνους ἐπὶ τῶν ἐδηδοκότων δαψιλῶς.
而且,在脉搏中出现的现象提供了极多明显的证据,例如,饱食之人在睡眠中的状态便是直接的例证。
ἐν τούτοις γὰρ ἐκλύεται μὲν ἡ διαστολὴ μικροτέρα τε ἅμα καὶ βραδυτέρα γινομένη, ἐπιτείνεται δὲ κατ’ ἄμφω ἡ συστολὴ, καὶ γὰρ ὠκυτέρα ἢ πρόσθεν καὶ ἐπὶ πλέον εἴσω κατιοῦσα φαίνεται.
因为在他们身上,舒张作用有所减缓,变得既小且慢,而收缩作用在两方面都得到了加强,因为它显得比以前更快,并且更深地向内下沉。
ἔοικε γὰρ ταῦτα γίνεσθαι κατὰ τοὺς ὕπνους εὐλόγως θ’ ἅμα καὶ ἀνάλογον ταῖς ἐκπνοαῖς.
因为这些现象在睡眠中发生,似乎既合乎理,又与呼气相对应。
ἔσω γὰρ μᾶλλον ἢ ἔξω κινουμένης τῆς ἐμφύτου θερμασίας, καὶ διὰ τοῦτο πολλῆς ἀθροιζομένης κατά τε τὰ σπλάγχνα καὶ τὴν γαστέρα κατεργαζομένην τούς τε χυμοὺς καὶ τὰ σιτία, πλείων ἀνάγκη καὶ τὸ περίττωμα γενόμενον δεῖσθαι τῆς φυσικῆς κενώσεως.
因为由于天生之热更多地向内而非向外运动,从而大量聚集在正在消化体液和食物的内脏及胃部,所以产生的残留物必然更多,进而需要自然排空。
καὶ διὰ τοῦτο ἐν μὲν ταῖς ἀναπνοαῖς ἡ ἐκπνοὴ θάττων τε καὶ μείζων, καὶ ὡς ἐπὶ τὸ πολὺ μετ’ ἐκφυσήσεως τοῖς κάμνουσι κοιμωμένοις, καὶ μάλισθ’ ὅταν ἐδηδοκότες ὦσιν ἱκανά.
正因如此,在呼吸中,处于睡眠中的患者的呼气变得更快、更大,并且大多伴随着强力呼气,尤其是在他们吃得足够多的时候。
κατὰ δὲ τοὺς σφυγμοὺς ἡ συστολὴ τὸν αὐτὸν διατίθεται τρόπον.
而在脉搏中,收缩作用也以相同的方式表现。
οὕτω τοι καὶ τοῖς παισὶν ἄμφω πλεονεκτεῖ· πλείστη γὰρ καὶ ἡ τῶν χυμῶν ἐργασία τοῖς τοιούτοις διὰ τὴν αὔξησιν.
的确,在儿童身上这两者也都占优势;因为由于生长的缘故,在他们体内体液的加工活动最为旺盛。
ἔμπαλιν δὲ ἡ τῶν γερόντων ἡλικία βραδυτάτην τε καὶ μικροτάτην ἔχουσα φαίνεται τὴν συστολὴν, ὡς ἀμυδρὰν καὶ περὶ τὰς πέψεις ἀσθενοῦσαν καὶ τοὺς χυμοὺς ἥκιστα κατεργαζομένην, ὡς μὴ ἀναγκαίαν.
相反,在老年时期,收缩作用显得最慢、最小,因为它是微弱的、在消化方面也是无力的,并且极少加工体液,因而是不需要的。
ἀνάλογον δὲ τούτοις καὶ τὰς ὥρας τε καὶ χώρας καὶ πάσας ἁπλῶς τοῦ περιέχοντος ἡμῶν ἀέρος τὰς μεταβολὰς εἰς κρύος τε καὶ θάλπος ἀλλοιοῦσθαί φασι τοὺς σφυγμούς.
他们还说,与这些相对应,脉搏也会随着季节、地域以及我们周围空气向冷热的一切变化而发生改变。
οὕτω δὲ καὶ τῶν ψυχικῶν παθῶν καὶ τῶν ἐπιτηδευμάτων τε καὶ νοσημάτων ἕκαστον ἤτοι τὴν ἔξω κίνησιν αὐξάνει τῶν ἀρτηριῶν, ἢ τὴν εἴσω.
同样地,灵魂的激情、日常活动以及疾病中的每一种,也都会增加动脉向外的运动或向内的运动。
καίτοι γ’ ἐχρῆν, εἰ διὰ παντὸς ἀνάπαυσίς τις ἦν ἡ διαστολὴ, πρῶτον μηδαμῶς μήτ’ ὠκυτέραν ἑαυτῆς μήτε βραδυτέραν ταύτην γίνεσθαι· δεύτερον δὲ καὶ τῆς κινήσεως ὅρον ἕνα διὰ παντὸς ὑπάρχειν, ὃν ἐκ τῆς φυσικῆς κατασκευῆς αἱ ἀρτηρίαι κέκτηνται.
然而,如果舒张一直都是某种休息,那么首先,它绝不可能变得比自身更快或更慢;其次,它的运动也应当始终存在一个由动脉天然构造所决定的唯一界限。