§1## ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΣΦΥΓΜΩΝ ΒΙΒΛΙΟΝ.
Τίς ἡ χρεία τῶν σφυγμῶν;
盖伦《论脉搏的功用》。 脉搏的功用是什么?
ἆρά γε ἥπερ καὶ τῆς ἀναπνοῆς, ὡς σχεδὸν ἅπασιν ἰατροῖς τε καὶ φιλοσόφοις ἔδοξεν, ἤ τις ἑτέρα παρὰ ταύτην;
它是否确实与呼吸的功用相同(正如几乎所有医生和哲学家所认为的那样),还是与之不同的其他功用?
οὐ γὰρ δὴ ἀβασανίστως πειστέον αὐτοῖς, ἐναντιοῦσθαι δοκούντων ἄλλων τέ τινων οὐκ ὀλίγων φαινομένων, καὶ τοῦ νῦν εἰρῆσθαι μέλλοντος οὐχ ἥκιστα.
因为我们决不能未经检验就相信他们,因为有其他不少现象似乎与此相反,尤其是现在将要谈到的那一点。
στερηθέντες μὲν γὰρ τῆς ἀναπνοῆς εὐθέως ἀποθνήσκομεν, ἄσφυκτα δ’ ἀπεργάσῃ πολλὰ τῶν μορίων ἄνευ μεγάλης βλάβης.
因为我们一旦失去呼吸就会立刻死亡,但你却可以让身体的许多部分失去脉搏而不会造成巨大的伤害。
εἰ γοῦν ἐθελήσῃς ἢ τὰς διὰ τῶν βουβώνων ἐπὶ τὰ σκέλη καθηκούσας ἀρτηρίας, ἢ τὰς διὰ τῶν μασχαλῶν εἰς τὰς χεῖρας βρόχῳ διαλαβεῖν, ἀσφύκτους μὲν εὐθέως ἐργάσῃ τὰς ἐν τοῖς κώλοις ἁπάσας, οὐ μὴν παραλύσεις ταῦτα τῆς καθ’ ὁρμὴν κινήσεως, ὥσπερ οὐδὲ τῆς αἰσθήσεως.
例如,如果你想用结扎线结扎那通过腹股沟向下延伸到腿部的动脉,或是通过腋窝进入手臂的动脉,你将立刻使四肢中的所有动脉失去脉搏,但你并不会因此麻痹这些部位的自主运动,同样也不会麻痹其感觉。
εἰ δ’ ἐν τῷ χρόνῳ ναρκώδη τε καὶ ψυχρὰ καὶ ὠχρὰ καὶ ἄτροφα γίνεται, τάχ’ ἂν τοῦτο κατὰ συμπάθειαν μᾶλλον ἢ τὴν τῶν σφυγμῶν ἀπώλειαν συμβαίνοι.
如果随着时间的推移,它们变得麻木、冰冷、苍白且失去营养,这 perhaps 是由于共感,而不是由于脉搏的丧失所致。
εἰ δὲ τὰ νεῦρα βρόχοις διαλάβοις, ἀκίνητά τε παντελῶς καὶ ἀναίσθητα παραχρῆμα ποιήσεις τὰ μόρια.
但如果你用结扎线结扎神经,你将使这些部位立刻完全无法运动且失去知觉。
ἐχρῆν οὖν καὶ τὰς ἀρτηρίας ὁμοίως τοῖς νεύροις κακωθείσας, εἰς ἅπερ ἔμπροσθεν ὠφέλουν ἕκαστον τῶν μορίων, εἰς ταῦτα καὶ βλάπτειν εὐθέως.
因此,当动脉像神经一样受损时,也应当在它们先前对各部位有所裨益的那些方面立刻造成损害。
τὸ δὲ δὴ πάντων ἀτοπώτατον, εἰ τὰς κατὰ τὸν τράχηλον ἀρτηρίας βρόχοις διαλάβοις, οὐδὲν σαφὲς βλάψεις τὸ ζῶον, καίτοι συνάπτουσιν αὗται καρδίαν ἐγκεφάλῳ, τὸ κυριώτατον τῶν ζωτικῶν ὄργανον τῷ κυριωτάτῳ τῶν ψυχικῶν.
而最奇特的是,如果你用结扎线结扎颈部的动脉,你不会对动物造成任何明显的伤害,尽管这些动脉将心脏与大脑连接在一起,即将生命器官中最主导的器官与精神器官中最主导的器官连接在一起。
εἴπερ οὖν τῶν οὕτως ἐπικαίρων ἀρτηριῶν ἡ βλάβη μηδὲν σαφὲς ἀδικεῖ τὸ ζῶον, σχολῇ γ’ ἂν τῶν ἄλλων τις ἀδικήσειεν.
既然如此重要的动脉受损都不能给动物带来明显的伤害,那么其他动脉的受损就更不可能造成伤害了。
εἰ δ’ οὐδὲν βλάπτουσιν παθοῦσαι, παντί που δῆλον, ὡς οὐδ’ ὠφελοῦσιν, οὐδ’ ἂν ἐῤῥωμέναι τύχωσιν.
如果它们在受损时不带来任何伤害,那么显然对所有人来说,即使它们处于健康状态,也同样没有带来任何益处。
πῶς οὖν ἐκ σφυγμῶν τὸ μέγιστον προγινώσκομεν;
那么,我们为什么能通过脉搏做出重大的预后诊断呢?
οὐχ ὡς ἐξ αἰτίων πολὺ δυναμένων, φήσει τις, ἀλλ’ ὡς σημείων ἐπικαίρων, ὡς εἰ καὶ γρυπουμένοις τοῖς ὄνυξι καὶ μελαινομένοις τεκμαίροιτό τις περὶ θανάτου.
有人会说,这不是因为它们是具有强大力量的原因,而是因为它们是重要的征兆,就像有人通过指甲弯曲和发黑来推测死亡一样。
ὅταν γὰρ τοῖς χρησίμοις εἰς τὴν ζωὴν ἕπηταί τινα κατ’ ἀνάγκην, ὁ μὲν κίνδυνος ἐπὶ τῇ τοῦ χρησίμου βλάβῃ, τὸ δ’ ἐξ ἀνάγκης ἑπόμενον σημεῖον γίνεται τοῦ κινδύνου.
因为当某些现象必然伴随着生命的有益之物时,危险其实在于该有益之物的受损,而必然伴随的现象则成为了危险的征兆。
κύριον μὲν οὖν σπλάγχνον ἡ καρδία, ἐκπεφύκασι δ’ ἀπ’ αὐτῆς αἱ ἀρτηρίαι, καὶ κινοῦνται τὸν αὐτὸν ἐκείνῃ τρόπον· ὥστε καὶ βλάπτονται τὸν αὐτὸν, καὶ ταύτῃ μέγα δηλοῦν πεφύκασιν.
因此,心脏是主导器官,动脉自其生长出来,并以与心脏相同的方式运动;因此它们也以相同的方式受损,并以此天然地能够预示重大之事。
ἐδείχθη δὲ οὐ ταὐτὸν ὂν τὸ δηλοῦν μεγάλα τῷ δύνασθαι μεγάλα.
而已经证明的是,预示重大之事与具有重大力量并不是一回事。
πόθεν οὖν ἐπῆλθεν ἅπασιν ἰατροῖς τε καὶ φιλοσόφοις εἰς τὴν αὐτὴν χρείαν ἀνάγειν τήν τε ἀναπνοὴν καὶ τοὺς σφυγμοὺς, τῆς μὲν οὕτως εἰς μέγα διαφέρειν ἡμῖν φαινομένης, τῶν δ’, ὡς ἔοικεν, ἢ παντάπασιν εἰς οὐδὲν, ἢ παντελῶς μικρόν;
那么,既然呼吸对我们来说似乎有着如此巨大的作用,而脉搏似乎要么完全无用,要么极其微小,为什么所有的医生和哲学家都会想到将呼吸和脉搏归于相同的功用呢?
ἐμοὶ μὲν οὖν δοκοῦσιν, ὥσπερ οὖν καὶ γράφουσιν οἱ πλείους αὐτῶν, ἐκ τοῦ τρέπεσθαι παραπλησίους τροπὰς ἐπὶ τοῖς αὐτοῖς αἰτίοις ἀμφότερα κοινὴν εἶναι καὶ τὴν χρείαν αὐτῶν ὑπονοῆσαι·
在我看来,正如他们中大多数人实际写道的那样,他们是因为两者在相同的原因下发生相似的变化,从而推测它们的功用也是共通的。
τῶν τε γὰρ γυμναζομένων καὶ λουομένων, καὶ τῶν ὁπωσοῦν ἄλλως θερμαινομένων, οὐ τὴν ἀναπνοὴν μόνον ὠκυτέραν τε καὶ πυκνοτέραν καὶ μείζονα γινομένην ἔστιν ἰδεῖν, ἀλλὰ καὶ τοὺς σφυγμοὺς ὡσαύτως τρεπομένους, τῶν τ’ ἀργούντων, καὶ τῶν ὁπωσοῦν ἄλλως ψυχομένων, οὐ τὴν ἀναπνοὴν μόνην ἀραιοτέραν τε καὶ βραδυτέραν καὶ μικροτέραν, ἀλλὰ καὶ τοὺς σφυγμούς.
因为在那些进行锻炼、沐浴或以任何其他方式变热的人身上,不仅可以看到呼吸变得更快、更急促、更深大,而且也可以看到脉搏发生同样的变化;而在那些静息或以任何其他方式变冷的人身上,不仅呼吸变得更稀疏、更缓慢、更微小,脉搏也是如此。
καὶ ἐν τοῖς καυσώδεσι πυρετοῖς πλεῖστον μὲν καὶ τάχιστον καὶ πυκνότατον ἀναπνέουσι, μεγίστους δ’ ἔχουσι καὶ ταχίστους καὶ πυκνοτάτους τοὺς σφυγμούς.
而在灼热的急热病中,患者呼吸得最多、最快、最急促,并且其脉搏也最大、最快、最急促。
εἰ δ’ ἐπὶ ταῖς ἀσυμμέτροις τροφαῖς οἱ μὲν σφυγμοὶ μείζονες, αἱ δ’ ἀναπνοαὶ γίνονται μικρότεραι, οὐδὲ τοῦτο ἀπόρημα τῷ λόγῳ· μικρότερον μὲν γὰρ ἀναπνέουσιν ἢ σφύζουσι στενοχωρίᾳ τῶν φρενῶν, ἀλλ’ ὅσῳ μικρότερον, τοσούτῳ πυκνότερον, ἰώμενοι τὴν μικρότητα τῆς ἀναπνοῆς τῷ συνεχεῖ τῆς ἐνεργείας.
如果说在进食不适量之后,脉搏变得更大而呼吸变得更小,这在逻辑上也并非难事;因为他们是因为膈肌受压迫而使呼吸变小,但呼吸越小,次数就越急促,通过活动的连续性来弥补呼吸的微小。
ὅσον γὰρ ἐνδεέστερον ἀπέλαυσεν ἡ φύσις ἀέρος, οὐ δυνηθέντος ἐπὶ πλεῖστον διαστῆναι τοῦ θώρακος, τοῦτο ἐπανορθοῦται τῇ πυκνότητι.
因为自然由于胸廓无法最大限度扩张而少享用了多少空气,这就通过呼吸的急促来纠正。
καὶ διὰ τοῦτο ἴσον δύναται τὸ μικρότερόν τε ἅμα καὶ πυκνότερον πνεῦμα τῷ μείζονί τε ἅμα καὶ ἀραιοτέρῳ.
因此,同时较小且较急促的呼吸与同时较大且较稀疏的呼吸具有同等的效力。
λέγομεν δὲ νῦν ἀραιότερον σφυγμὸν τὸν ἐπὶ τροφαῖς, οὐ τὸν πρὸ τῆς τροφῆς, ἐκείνου μὲν γὰρ πυκνότερός ἐστιν, ἀλλὰ τῇ τῆς ἀναπνοῆς ἰδέᾳ παραβάλλοντες.
我们现在说食物过后的脉搏“较稀疏”,局部的并不是与食物之前的脉搏相比(因为事实上它比食前脉搏更急促),而是与呼吸的模式作比较。
εἰ τοίνυν τρέπεται μὲν ὡσαύτως ἐπὶ τοῖς αὐτοῖς αἰτίοις ἡ ἀναπνοὴ τοῖς σφυγμοῖς, βλάπτεται δ’ οὐχ ὡσαύτως ἀπολλυμένη, καὶ γὰρ τοῦτ’ ἔμπροσθεν ἐδείχθη, περαίνοιτ’ ἂν οὐδὲν ἧττον ὁμοίως ἀλλήλοις τὰ ἀντικείμενα, τό τε τῆς αὐτῆς ἕνεκα χρείας ἄμφω γεγονέναι καὶ τὸ μὴ τῆς αὐτῆς.
因此,如果呼吸在相同的原因下与脉搏发生同样的变化,但当它们丧失时受损的情况却不尽相同(因为这一点在前面也已经证明了),那么相互对立的结论就会同样成立:即两者是为了同一个功用而存在的,以及两者不是为了同一个功用而存在的。
ἀλλ’ οὐκ ἐνδέχεται· χρὴ γὰρ θάτερον αὐτῶν ἀληθὲς ὑπάρχειν, οὐκ ἄμφω.
但这显然是不可能的;因为必须是其中之一为真,而不能两者皆真。