§7#2καὶ γὰρ, ὅπως χρὴ μεταβαίνειν ἀπὸ τῶν ἐναργῶς γινωσκομένων ἐπὶ τὰ τῶν ἀδήλων, οὐδέποθ’ ὑπέμειναν ἀσκηθῆναί τε καὶ μαθεῖν ἐπὶ πραγμάτων, μαρτυρῆσαι μὲν τοῖς εὑροῦσιν αὐτὰ δυναμένων, ἐλέγξαι δὲ τοὺς οὐχ εὑρόντας.
因为,关于如何从显而易知的事物过渡到那些不明显的事物,他们从未容忍自己在事实的基础上去接受训练和学习,而这些事实是能够为发现它们的人作证、并驳斥那些没有发现它们的人的。
Ἵνα δ’, ἔφη, καὶ γελάσητε, καὶ γνῶτε τὸν τῦφον αὐτῶν ὁπηλίκος ἐστὶν, διελθεῖν ὑμῖν ἕν τι καὶ δύο βούλομαι, περὶ ὧν ἀποφαίνονται προπετῶς οἱ τὰς ὀφρῦς ἀνεσπακότες οὗτοι.
“而且,为了,”他说,“让你们既能发笑,又能知道他们的虚荣心有多大,我想给你们讲述一两件事,这些是那些挑起眉毛的家伙们轻率断言的。
καὶ πρῶτόν γε τοῦτο λέγω μάλιστ’, ἐπειδὴ τῶν Περιπατητικῶν τις ἀφῖκται τῶν φιλοσόφων, ἕνα τε τὸν κόσμον τοῦτον εἶναι πεπλησμένον, ἔξωθέν τε αὐτοῦ μηδὲν εἶναι κενὸν, ὥσπερ οὐδ’ ἔνδον·
我最先说这件事,尤其是因为逍遥学派的哲学家中有一位已经到了,[他主张]这个世界是一个且充实的,其外部没有任何真空,就像其内部也没有一样。
διαφέρει γε μὴν, ἔφην, τῷδε τῷ φιλοσόφῳ διττὴν διαφορὰν ἑκάτερος τούτων·
然而,”我说,“这两个人中的每一个与这位哲学家的分歧都是双重的。
ἐδείκνυον δὲ τόν τε Στωϊκὸν καὶ τὸν Ἐπικούρειον.
”我指了指斯多葛学派和伊壁鸠鲁学派的人。
ὁ δὲ Στωϊκὸς οὐκ ἔνδον τι κενὸν εἶναι, ἔξωθεν τοῦ κόσμου ὑπάρχειν αὐτό·
斯多葛学派的人[主张]内部没有真空,但它存在于世界之外。
ταῦτα δ’ ἄμφω συγχωρῶν ὁ Ἐπικούρειος, ἐν ἄλλῳ τινὶ διαφέρεται πρὸς αὐτόν· οὐ γὰρ ἕνα ὁμολογεῖ κόσμον εἶναι τόνδε, καθάπερ ὁ Στωϊκὸς οἴεται, κατά γε τοῦτο τοῖς Περιπατητικοῖς ὁμόδοξος, ἀλλ’, ὥσπερ γε καὶ τὸ κενὸν ἄπειρον τῷ μεγέθει φησὶν ὑπάρχειν, οὕτω καὶ τοὺς ἐν αὐτῷ κόσμους ἀπείρους εἶναι τῷ πλήθει.
伊壁鸠鲁学派的人同意这两点,但在另一件事上与他有所不同;因为他不承认这个世界是唯一的,正如斯多葛学派所认为的那样(在这方面他与逍遥学派意见一致),而是正如他声称真空在大小上是无限的一样,其中的世界在数量上也是无限的。
ἐγὼ δ’ ἤκουσα μὲν, ἃ λέγουσιν οἱ τρεῖς, συναγορεύειν βουλόμενοι τοῖς ἰδίοις ὀνείροις· ἀκριβῶς δ’ οἶδα μηδένα λόγον ἀποδεικτικῶς ἔχοντας αὐτοὺς, ἀλλ’ ἐνδεχομένως τε καὶ εἰκότως, ἐνίοτε δὲ μηδὲ τοιούτους γνώσεσθαι, ὅτι μὲν ψεύδονται παρακαλέσαντες εἰπεῖν τινα ἀπόδειξιν ἕκαστον αὐτῶν εἰς ταὐτὸ τοῦτο προκείμενον.
我听了他们三人所说的话,他们都想为自己的梦想辩护;但我确切地知道,他们没有任何具有证明性的论据,而只是具有可能性和合理性,有时甚至连这些都没有;如果你们要求他们每个人就摆在我们面前的这同一个问题提出某种证明,你们就会知道他们在撒谎。
οὕτως οὖν ἔλεγον, ἅπερ ἴσμεν ἐν τοῖς βιβλίοις αὐτῶν γεγραμμένα·
于是,他们就说了这些我们知道写在他们书里的话。
πᾶσι δὲ τοῖς παροῦσι σαφῶς ἐφαίνετο μηδεὶς ἀναγκαστικὸν λόγον εἰπὼν, μηδ’ ἀποδείξεως γραμμικῆς ἐχόμενον, ἀλλ’ ἐξ ἐπιχειρημάτων συγκείμενον, οἷς οἱ ῥήτορες χρῶνται.
但对于所有在场的人来说,显而易见的是,没有人说出具有强迫性的论据,也没有一个符合几何学证明的论据,而是由修辞学家们所使用的说服性论点组成的。
ἀλλά γε περὶ πλουσίων ὁ λόγος.
不过,这些话是关于富人的。
ἐφ’ ἡμᾶς οὖν αὐτοὺς ἔλθωμεν, ὅσοι μὴ πλουτοῦμεν, ἐρωτήσωμέν τε καὶ πάλιν ἕνα τῶν σοφῶν, εἰ δίκαιόν ἐστιν ἑαυτοὺς ἀναγορεύειν ἐγνωκότας μόνους τὴν ἀλήθειαν, ὑπὸ πάντων τῶν ἄλλων καταγινω σκομένων ἰδιωτῶν τε καὶ φιλοσόφων.
那么,让我们回到我们自己,我们这些不富有的人,再次询问智者中的一位,在被所有其他普通人和哲学家谴责的情况下,他们宣称只有自己知道真理是否合理。
τὸ γάρ τοι δεινότατον, ἔφην, τοῦτ’ ἔστιν, ὅτι τῶν φιλοσόφων ἕκαστος ἂν ἔξωθεν τῆς οἰκείας ποίμνης ὑπ’ οὐδενὸς ἐπαινεῖται.
“因为最可怕的事情,”我说,“就是这样:哲学家中的每一个人,在自己学派的羊群之外,都不会受到任何人的赞扬。
τίνα τοίνυν εἰκός ἐστιν ἄλλον δὴ τοὺς φιλοσόφους ἅπαντας ὑπομένοντας κριτὴν, πλὴν αὐτῶν τῶν φαινομένων, ὑπομένοντάς τε καὶ τοὺς ἀπὸ τῶν λογικῶν τεχνῶν ἁπασῶν ἀριθμητικοὺς, λογιστικοὺς, γεωμέτρας, ἀστρονόμους, ἀρχιτέκτονας, νομικοὺς, ῥήτορας, γραμματικοὺς, μουσικούς;
那么,除了现象本身之外,所有哲学家还应该接受谁来作裁判呢? 难道不也应该接受来自所有理性艺术的人,即算术家、计算家、几何学家、天文学家、建筑师、法律家、修辞学家、语法学家、音乐家吗?
ἢ ὁ ὑφ’ ἑαυτοῦ κρινόμενός τε καὶ στεφανούμενος, ὑπὸ τῶν ἄλλων κριτῶν εἰ ὑπομείνειε δοκιμάζεσθαι, μηδεμιᾶς ψήφου μεταλαμβάνεται.
否则,一个由自己裁判并为自己加冕的人,如果他接受其他裁判的审查,将得不到任何选票。
τοσαῦτα καὶ περὶ ἁμαρτημάτων πρὸς τὸ παρὸν ἀρκείσθω.
”关于他们的错误,目前就说这么多。