Humanitext Reader

盖伦 · 论人体的最佳构成 §3

最佳身体的抵抗力与健康的范围界定

第 3 段,共 4 段 · 希腊语

内容简介

作者将损害身体的因素分为外部原因和食物残留物,并解释了拥有最佳调配的身体为何对这两者都具有高度抵抗力。此外,作者将健康界定为具有一定宽度的范围而非单一的点,并指出为了医学的实用性,不仅需要研究完美的身体(如波留克列特斯卡农),也必须将稍逊一筹的身体纳入观察与诊断的对象中。

§3Αἱ βλάβαι τοῖς σώμασιν ἡμῶν, αἱ μὲν ἀπὸ τῶν ἔξωθεν αἰτιῶν, αἱ δ’ ἀπὸ τῶν τῆς τροφῆς ὁρμῶνται περιττωμάτων.
我们身体所受的损害,一部分源于外部原因,另一部分源于食物的残留物。
αἱ μὲν ἀπ’ αὐτῶν τῶν ἔξωθεν αἰτιῶν ἐγκαυθεῖσί τε καὶ ψυχθεῖσιν, ὑγρανθεῖσί τε καὶ ξηρανθεῖσι πέρα τοῦ προσήκοντος.
源于外部原因本身的损害,是在超出适当限度地被加热或冷却、被湿润或干燥时发生的。
ἐν τούτῳ δὲ τῷ γένει καὶ κόπους, καὶ λύπας, καὶ ἀγρυπνίας, καὶ φροντίδας ὅσα τ’ ἄλλα τοιαῦτα θετέον.
在这一类中,还应当列入疲劳、悲伤、失眠、焦虑以及所有其他此类事物。
ἀπὸ δὲ τῶν τῆς τροφῆς περιττωμάτων διτταὶ μὲν κατὰ γένος, ὅτι καὶ ταῦτα διττὰ, τὰ μὲν τῷ ποσῷ, τὰ δὲ τῷ ποιῷ διοχλοῦνται, πολυειδεῖς δὲ κατ’ εἶδος.
而源于食物残留物的损害,按属而言是双重的(因为这些残留物也是双重的,一是在数量上,二是在质量上扰乱身体),按种而言则是多姿多态的。
ὅτι μὲν οὖν τοῖς ἔξωθεν αἰτίοις τὸ συμμέτρως διακείμενον σῶμα δυσάλωτόν ἐστι, πρόδηλον μὲν κᾀξ αὐτῆς τῆς εὐκρασίας, χαλεπῶς καὶ μόγις εἰς ἀμετρίαν κράσεως ἀφικνουμένης τῷ πάντη τῶν ἄκρων ἀφεστάναι πλεῖστον.
因此,适度调和的身体不易被外部原因所侵害,这从其良好的调配本身就已显而易见,因为由于它在各个方向上都离极端最远,因而极难且不易达到调配的不均衡。
οὐ μὴν ἀλλὰ καὶ ἐκ τοῦ καλῶς ἐνεργεῖν ἄριστ’ ἂν εἴη παρεσκευασμένον εἰς δυσπάθειαν, ἥκιστα καμάτοις ἁλισκόμενον.
不仅如此,由于它能良好地开展活动,它也将为不易受损做好最好的准备,极少为疲劳所制。
ὑπάρχει δ’ εὐθὺς τῷ τοιούτῳ σώματι καὶ εὐχυμότατον τῶν ἄλλων ἁπάντων εἶναι, ὥστε καὶ λύπης, καὶ θυμοῦ, καὶ ἀγρυπνίας, καὶ φροντίδος, ὄμβρων τε καὶ αὐχμῶν, καὶ λοιμῶν, καὶ πάντων ἁπλῶς εἰπεῖν τῶν νοσερῶν αἰτιῶν ῥᾷον τῶν ἄλλων ἀνέξεται σωμάτων.
而且,此类身体立刻就具备了比其他所有身体都拥有最优秀体液的特征,因此,对于悲伤、愤怒、失眠、焦虑、暴雨、干旱、瘟疫,简而言之,对于所有致病原因,它都比其他身体更容易忍耐。
μάλιστα γὰρ δὴ τὰ κακόχυμα πρὸς τῶν τοιούτων αἰτιῶν ἐξελέγχεται ῥᾳδίως, ὡς ἂν ἤδη καὶ καθ’ ἑαυτῶν πλησίον ἡκουσῶν νόσων.
因为那些体液不良的身体,在这些原因面前极易显出其软弱,就好像它们本身已经接近疾病一样。
οὕτω μὲν ὑπὸ τῶν ἔξωθεν ἡμῖν προσπιπτόντων καὶ λυπούντων τὸ σῶμα δυσαλωτότατός ἐστιν ἡ εἰρημένη διάθεσις.
因此,面对从外部降临于我们并折磨身体的事物,前述的状态是最不易受侵害的。
ὅτι δὲ οὐδ’ ὑπὸ τῶν τῆς τροφῆς περιττωμάτων εὐάλωτος ὑπάρχει νόσοις, ᾧδ’ ἂν μάλιστα καὶ τόδε μάθοις, εἰ λογίσαιο μήτε πλῆθος ἐν τῇ τοιαύτῃ φύσει μήτε κακοχυμίαν οὐδεμίαν ἢ ἀθροίζεσθαι ῥᾳδίως, ἢ ἀθροισθεῖσαν λυμαίνεσθαί τι τοῖς ζώοις.
至于它同样不易因食物的残留物而患病,如果你考虑到在此类本性中,既没有过量,也没有任何不良体液容易积聚,或者即使积聚了也绝不会对生物造成任何伤害,你就能最清楚地了解这一点。
ἥ τε γὰρ συμμετρία τῶν φυσικῶν ἐνεργειῶν πρὸς ἀλλήλας καὶ ἡ καθ’ ἑκάστην αὐτῶν ἀρετὴ καὶ γίνεσθαι κωλύει τὰ περιττώματα, καὶ γεννώμενα ῥᾳδίως ἐκκρίνει, κᾂν εἰ μείνειε δέ ποτε μέχρι πλείονος, ἥκιστα νικᾶται πρὸς αὐτῶν.
因为自然活动之间的相互适度,以及它们各自的优秀性,不仅阻止了残留物的生成,而且能轻易排出已生成的残留物,即使它们有时会停留较长的时间,也极少会被它们击败。
τὸ μὲν γὰρ ὑπὸ τῶν νοσερῶν αἰτιῶν ῥᾳδίως νικᾶσθαι ταῖς ἀσθενέσι τε καὶ δυσκράτοις φύσεσιν ὑπάρχει, τὸ δ’ ἀντέχειν ἐπὶ πλεῖστον ταῖς εὐκράτοις καὶ ἰσχυραῖς, ὁποίαν εἶναι τὴν ἀρίστην ἔφαμεν.
因为,容易被致病原因所击败是软弱且调配不良的本性所具有的特征,而能够最长久地坚持抵抗则是调配良好且强壮的本性所具有的特征,我们曾说最完美的构造就是属于后者的。
ἔχεις δ’ αὐτῆς ἐν μὲν τοῖς περὶ κράσεων ὑπομνήμασιν ὡς εὐκράτου τὰ γνωρίσματα, κατὰ δὲ τὸ ἑπτακαιδέκατον τῆς περὶ χρείας μορίων ὡς συμμέτρως ἐχούσης τοῖς ὀργανικοῖς μορίοις, καὶ νῦν δ’ ἂν οὐδὲν ἧττον ἐκ τῶν νῦν εἰρησομένων ἀναμνησθείης αὐτῶν.
你可以在《论调配》的著作中找到关于它作为良好调配的诊断特征,在《论身体部位的效用》第十七卷中找到关于它在器官性部位上具有适度比例的特征,而现在你同样可以通过将要谈到的内容重新想起它们。
ἐπειδὴ γὰρ οὐκ ἐστενωμένον, οὐδ’ ἁπλοῦν ἀκριβῶς, οὐδ’ ἄτμητον πρᾶγμα τὴν ὑγείαν ἐδείξαμεν ἐν τοῖς περὶ αὐτῆς λόγοις, ἀλλ’ εἰς ἱκανὸν πλάτος ἐκτείνεσθαι δυναμένην, δοκεῖ μοι καλῶς ἔχειν, εἰ μέλλει χρήσιμος ὁ λόγος ἔσεσθαι τοῖς ἐργαζομένοις τὴν τέχνην, μὴ μόνον τὸ σπάνιον ἐν αὐτῷ σῶμα καὶ οἷον παράδειγμα τοῦ Πολυκλείτου κανόνος ἐν τῷ λόγῳ πλάττειν, ἀλλὰ καὶ τῶν ἀπολειπομένων μὲν αὐτοῦ κατά τι, μὴ μέντοι κατάφωρον ἤδη καὶ μέγα τὸ σφάλμα κεκτημένων ἀναμνησθῆναι.
因为,由于我们在关于健康本身的论述中已经表明,健康并非狭窄、也非绝对简单或不可分割的事物,而是能够扩展到足够的宽度,所以在我看来,如果这一论述要对从业于该技艺的人有用,我们不仅要在论述中塑造出其中罕见的、如同波留克列特斯卡农(准则)典范般的身体,而且也要提及那些在某些方面有所不及、但尚未具有显而易见且巨大缺陷的身体。
τό τε γὰρ ἑτοίμως γνωρίζειν τὴν ἀρίστην κατασκευὴν τοῦ σώματος, εἰ καὶ σπανίως ἡ γένεσις αὐτοῦ, καὶ τὸ τὰς ἄλλας ἁπάσας, αἷς ὁμιλοῦμεν ὁσημέραι, διαγινώσκειν ῥᾳδίως οὕτως ἂν μάλιστα ἡμῖν ὑπάρξαι.
因为,不论是随时识别出身体的最佳构造(即使其生成是罕见的),还是轻易诊断出我们每天接触的所有其他构造,通过这种方式都对我们最为可行。
τὸ μὲν γὰρ ἄκρως ἐν ἅπασι κατωρθωμένον, ὡς μήτε τῶν ὁμοιομερῶν μήτε τῶν ὀργανικῶν μορίων μηδὲν ἔχειν ἀμέτρως διακείμενον, οὐ πάνυ τι συνεχῶς, ἀλλ’ ἐν μακροτέραις χρόνων περιόδοις εἴωθε γίνεσθαι, τὸ δ’ ἀπολειπόμενον βραχὺ τοῦδε κᾂν συνεχῶς θεάσαιο.
因为,在所有方面都达到极致完美、以至于无论是同质部分还是器官性部位都没有任何失调状态的身体,并非常常出现,而是往往在较长的周期中生成;但对于那些仅稍逊于此的身体,你却可以经常看到。

词汇与语法注释

  1. §3ἐγκαυθεῖσί τε καὶ ψυχθεῖσιν — 这些是与格、复数、阳性(或中性)的无定过去时被动分词。它们作为环境分词(circumstantial participle),与前文的名词 τοῖς σώμασιν(与格复数)保持一致,表达条件或时间意义,意为“当身体被过度加热或冷却时”。
  2. p.743ὡς ἂν ἤδη καὶ καθ’ ἑαυτῶν πλησίον ἡκουσῶν νόσων — 此句为 ὡς ἄν 连同分词(此处为属格绝对构成的 ηκουσῶν νόσων)的结构。虚词 ἄν 为这种对比增添了一种潜在或假设的色彩,表示“就好像疾病本身可能已经临近一般”。
  3. 4Πολυκλείτου κανόνος — 此处提及古希腊雕塑家波留克列特斯的“卡农”(准则),那是关于人体理想比例的论著及雕塑作品。在此用作隐喻,指代完美对称与健康的绝对标准。
  4. p.745τὸ μὲν γὰρ ἄκρως ἐν ἅπασι κατωρθωμένον — 带有冠词的宾格分词短语与后文的 τὸ δ’ ἀπολειπομενον 构成了对照结构(μὲν ... δέ)。前者代表“在所有方面都达到极致完美的理想身体”,后者代表“稍逊于此、但在现实医疗实践中更常遇到的身体”。

引用这一段

盖伦, 论人体的最佳构成 §3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg024.humanitext-grc1:3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。