Humanitext Reader

盖伦 · 论人体的最佳构成 §4

最佳体质中调配与比例的标准

第 4 段,共 4 段 · 希腊语

内容简介

本节定义了调配良好与比例适度的身体,并分析了它们对各种内外致病因素的抵抗力。此外,还讨论了身体大小与湿气或干燥之间的关系,最终指出最完美的构造在于同质部分的良好调配与器官性部位的适度比例。

§4Τὸ μὲν οὖν ἀκριβῶς εὔκρατον μέσον ἐστὶν ἁπλοῦ τε καὶ σκληροῦ, καὶ δασέος καὶ ψιλοῦ τριχῶν, καὶ φλέβας εὐρείας ἔχοντος ἢ στενὰς, καὶ σφυγμοὺς μεγάλους ἢ μικρούς.
因此,严格意义上的良好调配,是介于柔软与坚硬、毛发浓密与无毛、拥有宽脉或窄脉、脉搏强大或微弱之间的中间状态。
τὸ δ’ ἀκριβῶς σύμμετρον τοῖς ὀργανικοῖς μορίοις ἑνὶ κεφαλαίῳ περιληφθὲν, οἷός περ ὁ Πολυκλείτου κανὼν ὑπάρχειν ἐλέγετο.
而在器官性部位上严格适度的身体,用一句话概括,就是人们常说的波留克列特斯卡农所具有的那种状态。
ὅσα δὲ ἤδη θερμότερα τοῦ προσήκοντός ἐστιν, οὐ μὴν πολλῷ γε, ψυχρότερα δὲ καὶ ὑγρότερα καὶ ξηρότερα μετρίως, καίτοι μέρος ἓν οὐκ ὀρθῶς διαπεπλασμένον ἔχοντα, ταῦτα σύμπαντα καὶ πλεονεκτεῖν ἐνίοτε τοῦ συμμέτρου δόξειεν.
然而,那些已经比适当程度更热(但并不多)、或者适度更冷、更湿、更干的身体,即使它们有一个部位塑形得不正确,所有这些身体有时甚至也显得比适度的身体更有优势。
αὐτίκα τὸ μὲν σκληρότερον αὐτοῦ σῶμα δυσπαθέστερόν ἐστιν ἅπασι τοῖς ἔξωθεν αἰτίοις, τὸ δ’ ἁπαλώτερον τοῖς ἔνδοθεν.
例如,比它更坚硬的身体,对所有外部原因都更不易受侵害,而较柔软的身体对内部原因则更不易受侵害。
οὕτω δὲ καὶ τὸ μὲν πυκνότερον τοῖς ἔξωθεν, τὸ δὲ ἀραιότερον τοῖς ἔνδοθεν.
同样地,较致密的身体对外部原因更不易受侵害,而较稀疏的身体对内部原因则更不易受侵害。
τὸ γοῦν ὑφ’ Ἱπποκράτους εἰρημένον ἐν τῷ περὶ τροφῆς· Ἀραιότης σώματος εἰς διαπνοὴν, οἷς πλεῖον ἀφαιρέεται, ὑγιεινότερον, οἷς ἔλασσον, νοσωδέστερον· περὶ τῶν ἐκ τῆς τροφῆς περιττωμάτων εἰς ὑγείαν καὶ νόσον συντελούντων εἴρηται.
至少,希波克拉底在《论食物》中所说的:“身体稀疏以利于发散:对那些排出较多的人而言更健康,对那些排出较少的人而言更易病”,是针对食物残留物对健康和疾病的影响而言的。
οὐ γὰρ δή γε περὶ τῶν ὑγιεινῶν ἁπλῶς ἢ νοσερῶν σωμάτων ἐν ἐκείνῳ τῷ βιβλίῳ προὔκειτο λέγειν αὐτῷ, ἀλλὰ περὶ πάντων τῶν ἐκ τῆς τροφῆς γινομένων ἀγαθῶν τε καὶ κακῶν τὸν λόγον ποιούμενος εὐλόγως ἐμνημόνευσε καὶ τῶν, ὅσον ἐπὶ τοῖς ἐξ αὐτῶν περιττώμασιν, ὑγιεινῶν καὶ νοσερῶν σωμάτων.
因为他在那本书中,目的显然不在于单纯论述健康或多病的身体,而是在对食物所产生的一切好坏结果进行论述时,顺理成章地提到了那些就其产生的残留物而言健康或多病的身体。
τὸ μὲν γὰρ ἀραιότερον ὑγιεινότερον, ὅσον ἐπὶ τοῖσδε, τὸ δὲ πυκνότερον νοσερώτερον.
因为,在这些残留物的范围内,较稀疏的身体更健康,而较致密的身体更易病。
ἔμπαλιν δὲ τοῖς ἔξωθεν αἰτίοις ἅπασιν τὸ μὲν ἀραιότερον εὐαλωτότερον,  τὸ δὲ πυκνότερον δυσπαθέστερον.
但相反,对于所有外部原因,较稀疏的身体更容易被侵害,而较致密的身体更不易受侵害。
ὥστε τὸ σύμμετρον σῶμα πρὸς τοῖς ἄλλοις ἀγαθοῖς οὐδ’ ἀραιὸν ἢ πυκνὸν ἔχομεν εἰπεῖν, ἀλλ’ ὥσπερ τῶν ἄλλων ὑπερβολῶν μέσον, οὕτω καὶ τῶνδε πλεονεκτεῖ κατά τι τῶν ὑπερβαλλόντων ἑκάτερον.
因此,我们不能说适度的身体除了其他优点之外,是稀疏的还是致密的,而是正如它是其他过剩状态的中间值一样,在这些状态下它在某些方面也优于两种过剩状态中的任何一种。
τὸ μὲν γὰρ πυκνότερον ἧττον τοῖς ἔξωθεν αἰτίοις εὐάλωτον, τὸ δ’ ἀραιότερον τοῖς ἔνδοθεν.
因为较致密的身体较不易被外部原因所侵害,而较稀疏的身体较不易被内部原因所侵害。
ἀμφοτέροις δὲ δυσάλωτον ἀκριβῶς μὲν οὐκ ἂν εὕροις οὐδὲν, μετρίως δέ πως τὸ μέσον ἁπασῶν τῶν ὑπερβολῶν, ὃ δὴ καὶ πάντων σωμάτων ὑγιεινότατον εἶναί φαμεν.
要找到一种在两方面都绝对不易被侵害的身体是不可能的,但作为所有过剩状态的中间值,在某种程度上适度地做到了这一点,这也就是我们所说的在所有身体中最健康的一种。
οὕτω δὲ καὶ τὸ μὲν ξηρότερον τοῦ συμμέτρου σώματος τοῖς ὑγραίνουσιν αἰτίοις ἅπασίν ἐστι δυσαλωτότερον, τὸ δ’ ὑγρότερον τοῖς ξηραίνουσιν.
同样地,比适度身体更干燥的身体,对所有湿润性的原因更不易被侵害,而较湿润的身体对干燥性的原因也是如此。
ὥσθ’, ὅπερ μοι ἐλέχθη μικρῷ πρόσθεν, οὐ πάντα πάντων ἐστὶ δυσπαθέστατον τὸ μέσον, ἀλλ’ ἑκάστου μὲν καθ’ ἕν τι χεῖρον, ἁπάντων δὲ αἱρετώτατον.
因此,正如我刚才所说,中间状态并非在所有方面对所有事物都是最不易受侵害的,而是在每个特定方面都比某一种状态要差,但却是所有状态中最值得选择的。
ὅτι δ’ οὐκ ἀναγκαῖον, ἢ μέγα τὸ τοιοῦτον, ἢ μικρὸν, ἢ μέσον ὑπάρχειν, εἴρηται μὲν κᾀν τοῖς περὶ κράσεων, οὐδὲν δ’ ἧττον εἰρήσεται καὶ νῦν· ὡς τὸ μὲν μέγα καὶ διὰ πλῆθος ὕλης, τὸ δὲ σμικρὸν καὶ διὰ βραχύτητα γίνεται τοιοῦτον, ὥσπερ ἀνδριὰς μέγας μὲν ἐκ χαλκοῦ πολλοῦ, μικρὸς δὲ ἐξ ὀλίγου, σύμμετρον δ’ εἶναι τοῖς μορίοις ἑκάτερον οὐδὲν κωλύει.
这种身体并不必然是巨大的、微小的或中等的,这在《论调配》中已经说过了,但现在同样也会说明:巨大的身体也是因为物质充裕而成为如此,微小的身体则是由于物质匮乏而成为如此,就像一座由许多青铜制成的巨大雕像,和由少量青铜制成的微小雕像一样,但没有什么能阻止它们各自在部位上保持适度。
καὶ δὴ καὶ σῶμα τὸ μὲν μήτ’ εἶναι πυκνὸν ἐπιδήλως, μήτ’ ἀραιὸν, μήτε σκληρὸν, μήτε μαλακὸν, μήτε λάσιον, μήτε ψιλὸν, εὐκρατότατόν ἐστιν, ὁπηλίκον ἦν μεγέθει· εἰ δὲ καὶ τὰς συμμετρίας τῶν ὀργανικῶν μορίων τὰς πρὸς ἄλληλα σώζοι, κάλλιστόν τε ἂν οὕτως ἰδέσθαι κατωρθωμένον τελέως ἐν τῇ κατασκευῇ ὑπάρχον.
而且,一个显然既不致密也不稀疏、既不坚硬也不柔软、既不毛茸茸也不光秃秃的身体,无论其大小如何,都是最调和的;如果它还能保持器官性部位之间的相互比例,那么它在外观上就最为美丽,并且在构造上达到了完美的和谐。
τὸ δὲ μεῖζον τοῦ δέοντος, ἢ σμικρότερον, κατὰ διττὰς αἰτίας γίνεται· τὸ μὲν μεῖζον ἢ διὰ πλεονεξίαν ὑγρότητος, ἢ ὕλης, τὸ δ’ ἔλαττον ἢ διὰ ξηρότητα κρατοῦσαν, ἢ ὕλης ἔνδειαν.
但大于或小于所需尺寸的身体,是由于双重原因造成的:较大的要么是由于湿气过多,要么是由于物质过多;较小的要么是由于干燥主导,要么是由于物质匮乏。
αὔξησις μὲν γὰρ, ἔστ’ ἂν τὰ ὀστᾶ κρατυνθῇ, κρατύνεται δὲ ἐπὶ σμικρῷ μεγέθει δι’ ὕλης ἔνδειαν ἢ ξηρότητα.
因为生长会持续到骨骼变硬,而骨骼因为物质匮乏或干燥,会在微小的尺寸下就变硬。
ὥστε οὐχ ἁπλῶς οὔτε τὸ μέγεθος ὑγρότητος σημεῖον οὔθ’ ἡ σμικρότης ξηρότητος.
因此,端而言之,尺寸巨大并非湿气的迹象,微小也非干燥的迹象。
παύεται γὰρ τῆς αὐξήσεως ἢ πρωϊαίτερον ἢ ὀψιαίτερον ἕκαστον ἐπὶ διττῇ προφάσει.
因为每一个个体都会因双重缘由而更早或更晚地停止生长。
ὥστε ἀλλ’ εἰ μὲν τὸ μέγα, καὶ μαλακὸν εὐθὺς ὑπάρχει, τὸ δὲ σμικρὸν, σκληρὸν, εἴη ἂν οὕτω τὸ μὲν ὑγρὸν, τὸ δὲ ξηρόν.
因此,如果巨大的身体立刻也是柔软的,而微小的身体是坚硬的,那么前者就是湿润的,后者就是干燥的。
ἀλλ’ εἰ ταῦτα ἀχώριστα, περιττὸν εἰς μέγεθος ἢ σμικρότητα βλέπειν· ἀρκεῖ γὰρ τὰ τῶν κράσεων ἴδια γνωρίσματα.
但是如果这些是不可分割的,那么关注巨大或微小就是多余的,因为调配特有的诊断特征就已经足够了。
διῄρηται δὲ ἐπὶ πλέον ὑπὲρ αὐτῶν ἐν τοῖς περὶ κράσεων.
关于它们,在《论调配》中已有更详尽的划分。
εἴπερ οὖν ταῦθ’ οὕτως ἔχει, τὴν ἀρίστην κατασκευὴν ἐν δυοῖν τούτοιν θετέον, εὐκρασίᾳ μὲν τῶν ὁμοιομερῶν, συμμετρίᾳ δὲ τῶν ὀργανικῶν.
因此,如果这些情况确实如此,最完美的构造应当置于这两者之中:同质部分的良好调配,以及器官性部位的适度比例。

词汇与语法注释

  1. §4ἁπλοῦ — 手稿中的 ἁπλοῦ(简单的)很可能是 ἁπαλοῦ(柔软的)的抄写错误,因为后者才是与 σκληροῦ(坚硬的)相对应的反义词。后文出现的比较级 ἁπαλώτερον 也证实了这一判断,故译为“柔软的”。
  2. §4αὐτοῦ — 作为比较属格修饰比较级形容词 σκληρότερον,指代前文中出现的“适度的身体”(τοῦ συμμέτρου σώματος)。
  3. §4ὅσον ἐπὶ τοῖσδε — 意为“就这些而言”的惯用词组。这里的“这些”指代前文希波克拉底引文中提到的“食物残留物”(τὰ περιττώματα)。
  4. §4ὁπηλίκον ἦν μεγέθει — 关系从句中的未完成过去时 ἦν 并非指过去某一特定事实,而是用于表达一般性或假设性的状况(即泛指或潜在过去),译为“无论其大小如何”。
  5. §4εἰ δὲ καὶ τὰς συμμετρίας... σώζοι — 条件从句使用现在时希求语气 σώζοι,而主句则将语气助词 ἄν 与分词 ὑπάρχον(并省略了 εἴη 等希求语气动词)相结合,构成潜在希求语气结构。

引用这一段

盖伦, 论人体的最佳构成 §4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg024.humanitext-grc1:4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。