Humanitext Reader

盖伦 · 论人体的最佳构成 §2

身体最佳构造的共同概念与基本原理

第 2 段,共 4 段 · 希腊语

内容简介

盖伦将身体最佳构造的共同概念梳理为“健康”与“强健”(良好状态),并温习了自己在其他著作(论元素、论调配、论部位效用)中确立的关于同质部分调配与器官构造的基本原理,以此作为探求其本质的基础。

§2Τίς οὖν κοινὴ πᾶσιν ἀνθρώποις ἐστὶν ἔννοια ἀρίστης κατασκευῆς σώματος;
那么,对于所有人来说,身体最佳构造的共同概念是什么?
ἀκοῦσαι μὲν γὰρ ἔστιν οὐχ ὁμοίως αὐτῶν λεγόντων τῇ λέξει, νοούντων δ’ ἁπάντων ἓν καὶ ταὐτὸν πρᾶγμα.
因为,虽然听不到他们用相同的言辞表达,但所有人心中所想的都是同一件事。
τὸ γοῦν ὑγιεινότατον σῶμα πάντες μὲν ἑξῆς ἐπαινοῦσιν, ὥσπερ οὖν καὶ τὸ εὐεκτικώτατον, εἰς ἓν πρᾶγμα βλέποντες ἀμφότεροι, καὶ τούτῳ τὴν διάνοιαν ἐπιβαλόντες, οὐ μὴν οὔτε διηρθρωμένως αὐτὸ νοοῦντες οὔθ’ ἑρμηνεῦσαι σαφῶς ἐπιστάμενοι.
无论如何,所有人都会依次称赞“最健康的身体”,正如他们称赞“最强健的身体”一样,双方都盯着同一个事物,并将思想投射其上,然而他们既没有清晰地理解它,也不知道该如何明了地解释它。
καὶ γὰρ καὶ τὰς ἐνεργείας ἁπάντων τῶν τοῦ σώματος μορίων εὐρώστους ἔχειν ἀξιοῦσι, καὶ μὴ ῥᾳδίως ὑπὸ τῶν νοσωδῶν αἰτιῶν νικᾶσθαι.
因为,他们要求身体所有部分的活动都必须是强健的,并且不易被致病原因所击败。
τούτων δὲ τὸ μὲν ἐν ταῖς ἐνεργείαις κατὰ φύσιν ὑγεία, τὸ δὲ μετὰ ῥώμης τινὸς εὐεξία.
在这些要素中,活动中符合本性的状态即是健康,而伴随某种力量的状态则是强健。
κοινὸν δ’ ἀμφοῖν τὸ μὴ ῥᾳδίως ἁλίσκεσθαι νόσοις.
两者共同的特点是不易被疾病侵袭。
ὥστε εὐεκτικὴ μὲν πάντων ἐστὶν ἡ ὑγιεινοτάτη κατάστασις, ἧς ἅπαντες ἄνθρωποι γλίχονται· συμβέβηκε δ’ αὐτῇ τό τ’ ἐν ταῖς ἐνεργείαις κατωρθωμένον καὶ τὸ δύσλυτον.
因此,所有人所渴望的最健康状态,对所有人而言都是一种强健的状态,并且它伴随着活动的完善与不易败坏(稳固)。
ταύτῃ τοι καὶ δεόντως εὐεξία κέκληται.
正因如此,它也被适当地称为“强健”。
ἐμφαίνονται μὲν ἤδη καὶ αὐτοῦ τοῦ τῆς ἕξεως ὀνόματος τὸ μόνιμόν τε καὶ δύσλυτον, οὐ μὴν ἀλλ’ ἐπὶ μᾶλλον ἔτι τοῦ τῆς εὐεξίας, ὡς ἂν ἀρίστης τινὸς ἕξεως ὑπαρχούσης.
尽管在“状态”这个名称本身中已经体现了持久和不易败坏,但“强健”这个名称则更进一步,因为它作为一种最佳的状态而存在。
ὥστε καὶ κατασκευὴν ἀρίστην σώματος εἴτε τὴν ὑγιεινοτάτην εἴτε τὴν εὐεκτικωτάτην εἴποιμεν, οὐχ ἁμαρτησόμεθα, καὶ κρινοῦμεν αὐτὴν τῷ δυσλύτῳ τῶν κατωρθωμένων ἐνεργειῶν.
所以,无论我们将身体的最佳构造称为最健康的,还是最强健的,我们都不会出错,并且我们将通过其完善活动的不易败坏性来对其进行判定。
ἐπεὶ δὲ τοῦτ’ ἤδη διώρισται, σκεπτέον ἐφεξῆς, ἥτις ἐστὶν ἡ οὐσία τῆς τοιαύτης τοῦ σώματος ἕξεως.
既然这一点已经界定,接下来就必须考察这种身体状态的本质是什么。
ἀρχὴ δὲ κᾀνταῦθα τῆς εὑρέσεως, εἰ ζητήσαιμεν, ὅπως διακειμένου τοῦ σώματος ἐνεργοῦμεν ἄριστα.
在这里,探寻的起点将是:如果我们去探求身体处于何种状态时我们的活动最为完美。
χρὴ τοίνυν εἰς τοῦτο τῶν ἤδη δεδειγμένων ἐν ἑτέροις ὑπομνήμασιν ἀναμνησθῆναι· πρῶτον μὲν, ὡς ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὰ σώματα ἡμῶν κέκραται.
因此,为了这个目的,必须温习在其他著作中已经证明的内容:第一,我们的身体是由热、冷、燥、湿调配而成的。
δέδεικται δὲ περὶ τούτου ἐν τῇ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων πραγματείᾳ.
关于这一点,已在《论希波克拉底元素》的著作中予以阐明。
δεύτερον δὲ τοῦ διορίσασθαι τὰς κράσεις τῶν μορίων.
第二,规定各部分的调配。
εἴρηται δὲ καὶ περὶ τούτων ἐν τοῖς περὶ τῶν κράσεων ὑπομνήμασιν.
关于这些,也已在《论调配》的著作中谈及。
ἐφεξῆς δὲ τούτων, ὡς ἕκαστον μὲν τῶν ὀργανικῶν τοῦ σώματος μελῶν ἓν ἔχει τῶν ἐν ἑαυτῷ μορίων αἴτιον τῆς ἐνεργείας, τὰ δ’ ἄλλα σύμπαντα τὰ πληροῦντα τὸ πᾶν ὄργανον ἐκείνου χάριν ἐγίνετο.
在这之后,身体的每一个器官性肢体,都以其内部的某一部分作为活动的起因,而组成整个器官的其他所有部分,都是为了该部分而生成的。
δέδεικται δὲ καὶ περὶ τούτων αὐτάρκως ἐν τῆ περὶ χρείας μορίων πραγματείᾳ.
关于这些,也已在《论身体部位的效用》的著作中做了充分的阐明。
εἴη ἂν οὖν ἀρίστη κατασκευὴ τοῦ σώματος, ἐν ᾗ τὰ ὁμοιομερῆ πάντα (καλεῖται δ’ οὕτως δηλονότι τὰ πρὸς αἴσθησιν ἁπλᾶ) τὴν οἰκείαν ἔχει κρᾶσιν.
因此,身体的最佳构造,应当是所有同质部分(这在感觉上当然被称为简单部分)都具有其特有的调配。
ἡ δὲ ἐκ τούτων ἑκάστου τῶν ὀργανικῶν σύνθεσις ἔν τε τοῖς μεγέθεσιν αὐτῶν, καὶ τοῖς πλήθεσι, καὶ ταῖς διαπλάσεσι, καὶ ταῖς πρὸς ἄλληλα συντάξεσιν ἐμμετρότατα κατεσκεύασται.
而由这些同质部分中的每一个所构成的器官性组合,在其大小、数量、塑造以及相互排列上,都得到了最适度的构造。
ὅ τι γὰρ ἁπάσαις ταῖς ἐνεργείαις ἄριστα διάκειται, τοῦτο καὶ δυσπαθέστατον εἶναι ἁπάντων τῶν ἄλλων σωμάτων οὐ χαλεπῶς ἄν τις ἐξεύροι.
因为,任何人都可以轻易地发现,在所有活动中处于最佳状态的身体,也是所有其他身体中最不易受病痛影响(最不易受损)的。
ὃ γὰρ ἂν ἐνεργῇ μόριον ἄριστα, τοῦτο τῆς μὲν τῶν ὁμοιομερῶν  εὐκρασίας καὶ τῆς τῶν ὀργάνων συμμέτρου κατασκευῆς ἔκγονον ὑπάρχει.
因为任何能够最完美地开展活动的部位,都是同质部分的良好调配和器官对称构造的产物。
τοιοῦτον δέ ἐστι τὸ προειρημένον σῶμα· δῆλον οὖν ὡς ἐνεργήσει πάντων ἄριστα.
而前述的身体正是这样一种身体;因此,显而易见,它的活动将是所有人中最好的。
ὅτι δὲ καὶ δυσπαθέστατόν ἐστιν, ᾧδ’ ἂν μάλιστα μάθοις.
至于它也是最不易受损的,你通过以下方式可以最清楚地了解到。

词汇与语法注释

  1. §2ἀκοῦσαι μὲν γὰρ ἔστιν — 无人称动词 ἔστι(可以……)加上不定式 ἀκοῦσαι 构成的句式。在 γάρ 从句中表示“因为尽管听不到他们用相同的言辞表达……”。
  2. §2δεύτερον δὲ τοῦ διορίσασθαι — 承接前句的 `χρὴ τοίνυν ... ἀναμνησθῆναι`(因此必须温习……)的第二项。带冠词的属格不定式 `τοῦ` + 不定式在此作为表示关联或主题的属格,指示需要温习的对象(“关于规定……完成的事”)。
  3. §2ὡς ἂν ἀρίστης τινὸς ἕξεως ὑπαρχούσης — 带有助词 `ὡς ἄν` 的属格绝对结构(`ἀρίστης τινὸς ἕξεως ὑπαρχούσης`)。在此用于表示主观原因或带有某种假设/潜在条件的情况(“视其如同作为一种最佳状态而存在”)。

引用这一段

盖伦, 论人体的最佳构成 §2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg024.humanitext-grc1:2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。