§1## ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΑΡΙΣΤΗΣ ΚΑΤΑΣΚΕΥΗΣ ΤΟΥ ΣΩΜΑΤΟΣ ΗΜΩΝ ΒΙΒΛΙΟΝ.
Τίς ἡ ἀρίστη κατασκευὴ τοῦ σώματος ἡμῶν;
盖伦《论我们身体的最佳构造》我们身体的最佳构造是什么?
ἆρά γε ἡ εὐκρατοτάτη, καθάπερ ἔδοξε πολλοῖς μὲν παλαιῶν ἰατρῶν τε καὶ φιλοσόφων;
难道正是最适温和的构造,正如许多古代医生和哲学家所认为的那样吗?
ἢ τὴν μὲν ἀρίστην ἀναγκαῖον εὐκρατοτάτην ὑπάρχειν, οὐ μὴν τήν γε εὐκρατοτάτην ἀρίστην ἐξ ἀνάγκης;
或者,最佳的构造必然是最适温和的,但最适温和的构造却不必然是最佳的?
ἡ μὲν γὰρ ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ σύμμετρος κρᾶσις ὑγεία τῶν ὁμοιομερῶν ἐστι μελῶν τοῦ σώματος ἡμῶν· ἡ δὲ ἐκ τούτων ἁπάντων διάπλασις τοῦ ζώου ἐν θέσει καὶ μεγέθει καὶ σχήματι καὶ ἀριθμῷ τῶν συνθέντων ὑπάρχει.
因为由热、冷、燥、湿所构成的均衡调配,是我们身体同质部分的健康;而动物由所有这些要素所组成的塑造,则在于其合成部分的位置、大小、形状和数量。
καὶ δόξειεν ἂν ἐγχωρεῖν τὸ ἐκ τῶν πλείστων μορίων εὐκράτων συγκείμενόν τι σῶμα παρὰ τὸ μέγεθος αὐτῶν ἢ τὸν ἀριθμὸν, ἢ τὴν διάπλασιν, ἢ τὴν πρὸς ἄλληλα σύνταξιν ἡμαρτῆσθαι.
而且可以认为,即使一个由绝大部分最适温和的部分所组成的身体,也可能在它们的大小、数量、塑造或相互排列方面存在缺陷。
πειρατέον οὖν ὑπὲρ ἁπάντων τούτων ἐφεξῆς διελθεῖν ἀρξαμένους ἀπὸ τῶν ὀνομάτων, οἷς ἐξ ἀνάγκης χρώμεθα κατὰ τὸν λόγον, ἐπειδὴ καὶ περὶ τούτων ἐρίζουσί τινες, οἱ μὲν κατασκευὴν ἀρίστην, οἱ δὲ διάθεσιν, οἱ δὲ σχέσιν, οἱ δὲ ἕξιν, ἢ φύσιν σώματος, ἢ ὅπως ἂν ἑκάστῳ δόξειε λέγειν ἀξιοῦντες.
因此,我们必须尝试依次阐述所有这些内容,首先从我们在论述中必然使用的名称开始,因为有些人甚至在这些名称上争论不休,有的人主张称之为“最佳构造”,有的人主张“状态”,有的人主张“关系”,有的人主张“习惯”,或者“身体的本性”,或者各人认为合适的任何称呼。
ἐγὼ δὲ τὸ μὲν, ὡς ἄν τῳ παρασταίη, ποιεῖσθαι τὴν ἑρμηνείαν οὐ μέμφομαι· τὸ δ’ ἐγκαλεῖν τοῖς ἑτέροις ὀνόμασιν οὐκ ἐπαινῶ, τὴν πλείστην καὶ μεγίστην φροντίδα τῶν πραγμάτων αὐτῶν, ὑπὲρ ὧν ὁ λόγος ἐστὶ, ἡγούμενος χρῆναι ποιεῖσθαι μᾶλλον ἢ τῶν ὀνομάτων.
而我对于任何人随其所想而做出表述并不予以指责;但我并不赞成去指摘其他的名称,因为我认为,我们应当把最多、最大的注意力放在作为论述对象的实物本身上,而不是放在名称上。
εἴτ’ οὖν ἀρίστην κατασκευὴν σώματος, εἴτε διάθεσιν, εἴτε ἕξιν, εἴτε σχέσιν, εἴτε φύσιν, εἴθ’ ὁπωσοῦν ἑτέρως ὀνομάζειν ἐθέλοι τις, οὕτω θέμενος, ἐὰν ἀπό τε τῆς ὁμολογουμένης ἐννοίας ἄρξηται, καὶ προϊὼν ἐπὶ τὴν τῆς οὐσίας εὕρεσιν ἐν τάξει τινὶ καὶ μεθόδῳ ποιῆται τὴν ζήτησιν, ἐπαινέσομαι τοῦτον ἐγὼ πολὺ μᾶλλον, ἢ εἰ περὶ ὀνομάτων πάνδεινός τίς μοι φαίνοιτο.
因此,无论有人想要称之为身体的“最佳构造”、“状态”、“习惯”、“关系”还是“本性”,或者任何其他名称,若以此为前提,并从公认的概念开始,依循某种秩序和方法进一步去探求其本质,那么比起在我看来对名称极为精通的人,我将更赞赏这样的人。
καὶ τοίνυν καὶ ἡμεῖς οὕτως ποιῶμεν ἀπὸ τῆς κοινῆς ἐννοίας ἀρξάμενοι, καὶ ταύτην διορισάμενοι μεθόδῳ προΐωμεν ἐπὶ τὸ συνεχὲς τῆς σκέψεως.
因此,我们也要这样做,从共同的概念开始,在对其进行界定之后,便循着方法继续我们接下来的考察。