Humanitext Reader

盖伦 · 论动脉中是否天然含有血液 §8

插管结扎实验与动脉舒张力量的传导

第 10 段,共 10 段 · 希腊语

内容简介

作者通过在动脉中插入管道并结扎的解剖实验,证明动脉的舒张是由来自心脏的“力量”传导而非物质流动所致,并以此反驳埃拉西斯特拉托斯等人的理论。

§8Ὥσθ’, ὅταν ἀπορῶσι, πῶς εἰς ὅλον τὸ σῶμα παρὰ τῆς καρδίας κομισθήσεται τὸ πνεῦμα πεπληρωμένων αἵματος τῶν ἀρτηριῶν, οὐ χαλεπὸν ἐπιλύσασθαι τὴν ἀπορίαν αὐτῶν, μὴ πέμπεσθαι φάντας, ἀλλ’ ἕλκεσθαι, μήτ’ ἐκ καρδίας μόνης, ἀλλὰ πανταχόθεν, ὡς Ἡροφίλῳ τε καὶ πρὸ τούτου Πραξαγόρᾳ, καὶ Φιλοτίμῳ, καὶ Διοκλεῖ, καὶ Πλειστονίκῳ, καὶ Ἱπποκράτει, καὶ μυρίοις ἑτέροις ἀρέσκει.
因此,当他们对“当动脉充满血液时,精气如何从心脏输送到全身”感到困惑时,要解决他们的困惑并不困难,只需声称精气不是被推送而是被吸引,而且不仅是从心脏,而是从所有地方被吸引,正如赫罗菲洛斯以及在他之前的普拉克萨哥拉斯、菲洛蒂莫斯、迪奥克莱斯、普莱斯托尼科斯、希波克拉底和无数其他人所赞同的那样。
ὅτι μέντοι τῆς διαστελλούσης τὰς ἀρτηρίας δυνάμεως οἷον πηγή τίς ἐστιν ἡ καρδία, καὶ τοῦθ’ ἑτέρωθι πρὸς ἡμῶν ἐπιδέδεικται, καὶ τοῖς προειρημένοις ἅπασιν ἀνδράσιν ὡμολόγηται, καὶ πολλῷ φυσικώτερόν ἐστιν οὕτω δοξάζειν, ἢ ὡς διά τινων ἀψύχων σωμάτων ἡγεῖσθαι φέρεσθαι δι’ αὐτῶν τὸ πνεῦμα.
然而,心脏是使动脉舒张的力量的某种源泉,这一点我们在其他地方也已证明,并为上述所有人所公认。 而且,这样认为比认为精气通过动脉传输如同通过某种无生命的管道要自然得多。
δυνάμεως γὰρ μεταλήψει τὸ ζῶον τοῦ μὴ ζῶντος, οὐκ οὐσίας περιοχῇ διαφέρει.
因为生物与非生物的区别在于力量的分享,而不在于物质的含有。
ἀλλ’ οὐ νῦν περί γε τούτου πρόκειται λέγειν, οὐδ’ ἵν’ ἐπεξέλθοιμι τελέως τὸν λόγον, ὑπηρξάμην αὐτοῦ.
但我们现在的目的并非讨论这一点,我开始这一讨论也不是为了彻底阐述它。
δέδεικται γὰρ ἐν ἑτέροις ἱκανῶς περὶ τούτων, καὶ μάλιστ’ ἐν τοῖς περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ὑπομνήμασιν, ἀλλ’ ὑπὲρ τοῦ δεῖξαι, τίσιν ἀπατηθέντες οἱ περὶ τὸν Ἐρασίστρατον οὕτως ἄτοπον δόξαν προσήκαντο, καὶ τούτων τῶν δογμάτων ἠναγκάσθην μνημονεῦσαι.
因为在其他著作中,特别是在关于希波克拉底和柏拉图教义的注解中,对此已有充分的证明。 相反,我是为了表明埃拉西斯特拉托斯派的人因受何种蒙蔽才接受了如此荒谬的观点,才不得不提到这些教义。
καὶ νῦν ἔτι προσθεὶς αὐτοῖς ἕν τι τῶν ἐξ ἀνατομῆς φαινομένων, ἐνταῦθά που καταπαύσω τὸν  λόγον.
现在,我再向它们加上一个解剖中观察到的现象,并在这个地方结束讨论。
ἔστι δὲ τὸ φαινόμενον τόδε. τῶν προφανῶν τε ἅμα καὶ μεγάλων ἀρτηριῶν εἰ ἐθελήσεις ἡντιναοῦν γυμνῶσαι, πρῶτον μὲν τοῦ δέρματος, ἔπειτα δὲ καὶ τῶν ὑποκειμένων τε καὶ παρακειμένων σωμάτων, ὡς περιβάλλειν αὐτῇ δύνασθαι βρόχον, καὶ μετὰ ταῦτα κατὰ μῆκος χαλάσας κοῖλον ἐνθεῖναι κάλαμον ἤ τινα χαλκοῦν αὐλίσκον εἴσω τῆς ἀρτηρίας διὰ τοῦ χαλάσματος, ὡς ἐπιφράττεσθαι πρὸς αὐτοῦ τό τραῦμα καὶ κωλύεσθαι τὴν αἱμοῤῥαγίαν, ἄχρι μὲν ἂν οὕτως ἔχουσαν ἐπισκέπτῃς, θεάσῃ σφύζουσαν ὅλην, ἐπειδὰν δὲ βρόχον περιβαλὼν σφίγξῃς τὸν χιτῶνα τῆς ἀρτηρίας πρὸς τὸν κάλαμον, οὐκ ἔτ’ ὄψει τὰ μετὰ τὸν βρόχον ἐπισφύζοντα, καίτοι ἡ τοῦ αἵματος τε καὶ τοῦ πνεύματος φορὰ διὰ τῆς τοῦ καλάμου κοιλότητος ἐπὶ τὰ πέρατα τῆς ἀρτηρίας ὡσαύτως ἐπιγίγνεται.
这一现象如下:如果你想暴露出任何一条显而易见的大动脉,首先剥离皮肤,然后剥离其下方和邻近的组织,以便能在其上套上结扎线。 之后,沿纵向剖开,通过剖口在动脉内部插入一根空心的芦苇管或某种铜质小管,使伤口被其封闭并阻止出血。 只要你在此状态下观察,你会看到整条动脉都在搏动。 但是,一旦套上结扎线并紧紧地将动脉皮膜结扎在管上,你就不会再看到结扎线之后的部位搏动了,尽管血液和精气同样通过管腔流向动脉的末端。
καὶ εἴπερ οὕτως εἶχον ἀρτηρίαι τὸ σφύζειν, ἔσφυζον ἂν καὶ νυνὶ τὰ πρὸς τοῖς πέρασιν αὐτοῖς μόρια τὰ μετὰ τὸν βρόχον· οὐ μὴν γίγνεται·
如果动脉是以这种方式获得搏动的,那么结扎线之后靠近末端的部位现在也应该在搏动;然而事实并非如此。
δῆλον οὖν, ὡς εἰ μὲν δύναμις ἀτρεμοίη, οὐ κινεῖσθαι παρὰ τῆς καρδίας αὐτὰς, διὰ δὲ τῶν χιτώνων αὐτὴν ἐπιπέμπεσθαι.
因此很明显,如果力量被阻断,动脉并不是被来自心脏的物质所推动,而是力量通过皮膜被输送。
τὰ δὲ ὑπὸ Ἐρασιστράτου περὶ κινήσεως τῶν ἀρτηριῶν εἰρημένα ψευδῆ παντελῶς ἐστιν.
埃拉西斯特拉托斯关于动脉运动的论述完全是虚假的。
πρὸ γὰρ τοῦ παύσασθαι τῆς γεγυμνωμένης ἀρτηρίας τὴν κίνησιν ἐν τοῖς μετὰ τὸν βρόχον μέρεσιν, ὅπερ οὐκ ἐχρῆν γίγνεσθαι πρὸ τοῦ βρόχον αὐτῇ περιβαλεῖν, ἔνεστι θεάσασθαι πᾶσαν ἑνὶ χρόνῳ κινουμένην, οὐ τὸ μὲν αὐτῶν πρότερον μόριον, τὸ δ’ ὕστερον, ὅπερ Ἐρασίστρατος βούλεται.
因为在暴露出的动脉在结扎线之后的部位停止运动之前(在套上结扎线之前,这本不该发生),我们可以观察到它在同一时间整体运动,而不是像埃拉西斯特拉托斯所希望的那样,它的某些部分先运动,某些部分后运动。
καίτοι καὶ ταῦτ’ αὐτῷ δεινῶς ἄτοπα.
然而,这些对他来说也是极其荒谬的。
πρὶν μὲν γὰρ αἷμα περιέχειν αὐτὴν, ἴσως ἄν τις οὕτως ὠκεῖαν εἶναι τὴν τοῦ πνεύματος φορὰν συνεχώρησεν, ὡς λανθάνειν τὴν αἴσθησιν, ποῖά ποτ’ ἐστὶ μόρια τῆς ἀρτηρίας τὰ διαστελλόμενα πρότερα· πεπληρωμένης δὲ αἵματος, οὐκ ἐγχωρεῖ τὸ πνεῦμα τάχα οὕτως ὡς πρόσθεν ἀπὸ τῆς καρδίας ἐπὶ τὰ πέρατα τῆς ἀρτηρίας διεξέρχεσθαι.
因为在它含有血液之前,人们或许还可以承认精气的流动如此之快,以至于感官无法察觉动脉的哪些部分先舒张;但当它充满血液时,精气就不可能像以前那样迅速地从心脏穿过并到达动脉末端。
ἀλλ’ εἰ καὶ τοῦτο οὕτως ἔφην, ἴσως οὐ συγχωρήσειεν ἥ γε μετὰ τὸ καταστῆναι τὸν κοῖλον κάλαμον εἰς τὴν ἀρτηρίαν τῶν κάτω μερῶν αὐτῆς κίνησις, πρὶν περιβληθῆναι τὸν βρόχον.
但是,即使我这样说,在空心管被安置进动脉之后、结扎线套上之前,其下部的运动或许是不会被承认的。
ἀκινησία δὲ, περιβληθέντων, ἐναργῶς ἐνδείκνυται δύναμιν ἀπὸ καρδίας ἐπιπέμπεσθαι τοῖς χιτῶσι τῶν ἀρτηριῶν τὴν διαστέλλουσαν αὐτὰς, οὐχ ὕλην διὰ τῆς κοιλότητος.
而结扎后运动的停止,则清楚地表明,是来自心脏的力量输送给动脉的皮膜并使它们舒张,而不是物质通过管腔被输送。
ὡς γὰρ καὶ τὸν τοῦ ποδὸς δάκτυλον κινῆσαι προελόμενοι παραχρῆμα κινοῦμεν αὐτὸν, οὐ τὸν λογισμὸν ἔχοντες ἐν αὐτῷ τῷ μορίῳ, διαδοθείσης δέ τινος ἐπ’ αὐτὸν ἐν ἀκαρεῖ χρόνῳ δυνάμεως, οὕτω κᾀπὶ τῆς καρδίας καὶ τῶν ἀρτηριῶν γίγνεται.
因为就像我们想要活动脚趾时,我们会立刻活动它,并不是因为我们在那个部位本身拥有理性,而是因为某种力量在瞬间传递到了它那里。 心脏和动脉的情况也是如此。
ταῖς μὲν γὰρ δυνάμεσι τὸ τάχος τῆς κινήσεως ὁμολογεῖ, ταῖς δ’ ὕλαις ἀντιμαρτυρεῖ.
因为运动的速度符合力量的特性,却与物质的特性相违。
ταῦτ’ εἴ τις φυλάττοιτο θέσιν, ὡς Ἀριστοτέλης εἴωθε λέγειν, οἶδ’ ὅτι βεβαίως ἀποδεικνύναι τὸ προκείμενον αὐτοῦ δόξει, μὴ φυλάττοντι δὲ φιλονίκως ἅπερ ἔθετο, μήθ’ ὑπὸ τούτου πείθεσθαι μήθ’ ὑφ’ ἑτέρας ἀποδείξεως ἀναγκαῖόν ἐστιν, ἀλλὰ πρὸς τοῖς φαινομένοις ἐξ ἀνατομῶν καταψεύδεσθαι.
如果有人像亚里士多德常说的那样守住他的立场,我知道他将显得牢固地证明了自己的论点;但对于不守规则、只顾好胜地固执于自己所设前提的人来说,无论是这个证明还是其他任何证明都无法说服他,他只会对解剖的显而易见的事实撒谎。
καὶ γράφουσι μὲν πολλοὶ τρόπους τινὰς ἀνατομῶν, ὡς δείξειν ἐπαγγέλλονται κενὰς αἵματος εἶναι τὰς ἀρτηρίας, εἶτ’ οὐδεὶς ἐξ αὐτῶν ἀληθής ἐστιν.
许多人写了某些解剖的方法,承诺将展示动脉中没有血液,但他们的方法没有一个是真实的。
εἴρηται γὰρ δή που καὶ πρὸς Ἐρασιστράτου πολὺ μείζονα.
事实上,埃拉西斯特拉托斯显然也说过多得多的事情。
τούτων τοίνυν ἀναισχύντως ψευδόμενος ἐν ταῖς ἀνατομαῖς, ἐξ ὧν πεπορισμένος, ἀλλ’ οὐκ ἦν εἰς τοσοῦτο Ἐρασίστρατος ἀναίσχυντος, ὡς γράφειν ἐπιχειρεῖν, ἃ δὴ ἰδεῖν ἦν ἀδύνατον.
因此,他在这些解剖中无耻地撒谎,从中为自己提供便利;但埃拉西斯特拉托斯还没有无耻到企图写下那些确实无法看到的事情。

词汇与语法注释

  1. p.732μὴ πέμπεσθαι φάντας, ἀλλ’ ἕλκεσθαι — 现在分词 φάντας(来自 φημί,阳性复数宾格)与不定式从句中隐含的宾格主语(泛指的“人们”)相一致,表示手段:“通过声称[精气]不是被推送而是被吸引”。
  2. p.733τῶν προφανῶν τε ἅμα καὶ μεγάλων ἀρτηριῶν εἰ ἐθελήσεις ἡντιναοῦν γυμνῶσαι — 句首的属格名词短语 τῶν προφανῶν... ἀρτηριῶν 作为部分属格,修饰作为不定式 γυμνῶσαι 直接宾语的关系代词 ἡντιναοῦν(“无论显眼的大动脉中的哪一条”),形成了一种强调倒装(hyperbaton)结构。
  3. p.734ὡς εἰ μὲν δύναμις ἀτρεμοίη, οὐ κινεῖσθαι παρὰ τῆς καρδίας αὐτὰς — 在 ὡς 引导的从句中的条件句里,条件从句使用了现在希求法(ἀτρεμοίη),而主句使用了受 δῆλον ὡς 控制的不定式(οὐ κινεῖσθαι)。这里的希求法并非表示虚拟语气,而是表达一种潜在的或一般的假设。
  4. p.735μὴ φυλάττοντι δὲ φιλονίκως ἅπερ ἔθετο — 与格分词 μὴ φυλάττοντι 作为无人称句 ἀναγκαῖόν ἐστιν 的参考与格(表示“对于……的人来说”),与前述的条件从句(εἴ τις φυλάττοιτο)呼应。副词 φιλονίκως(“好胜地”)修饰顽固守卫自己所设前提(ἅπερ ἔθετο)的行为。

引用这一段

盖伦, 论动脉中是否天然含有血液 §8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg023.humanitext-grc1:8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。