§6#1Νυνὶ δὲ τοῖς περὶ τὸν Ἐρασίστρατον ἐνδείξασθαι τὸ σφάλμα πειράσομαι.
现今,我将试图指出埃拉西斯特拉托斯追随者们的错误。
οὐ γὰρ ἐξ οἰκείων ἀποδείξεων αἵματος κενὰς τὰς ἀρτηρίας ἀπεφήναντο, ἀλλ’ ἐξ ὧν ἠπόρησαν ἐν ἑτέροις, ἀπιστήσαντες τῷ ἐναργῶς, παραπλήσιόν τι παθόντες τοῖς τὴν κίνησιν ἀνελοῦσιν, ὅτι τὸν κατ’ αὐτῶν λόγον ἠπόρησαν διαλύσασθαι.
因为他们并非基于切合该主题的自身论证而断言动脉中没有血液,而是基于他们在其他问题上遇到的困惑,从而不相信显而易见的事实。 他们的遭遇与那些否定运动的人极其相似,因为后者也是因为无法反驳针对运动的论证而陷入困惑。
βέλτιον δ’ οἶμαι τὴν μὲν κίνησιν ὡς ἐναργὲς πρᾶγμα τιθέναι, τὸν δὲ κατ’ αὐτοὺς λόγον ἐπὶ σχολῆς πειρᾶσθαι διαλύεσθαι· ὡσαύτως δὲ καὶ τὰς ἀρτηρίας, ὅτι μὲν αἷμα περιέχουσιν, ἐκ τοῦ, κᾂν λεπτοτάτῃ τρωθεῖεν βελόνῃ, παραχρῆμα φαίνεσθαι προχεόμενον αὐτὸ συγχωρεῖν, διὰ τί δὲ μηδὲν ἡ φύσις εἰκῆ ποιοῦσα διττὸν τῶν ἀγγείων γένος ἐδημιούργησεν μιᾶς ὕλης περιεκτικὸν, ἰδίᾳ ζητεῖν·
但我认为,最好将运动作为显而易见的事实予以确立,而对反对运动的论证则留待闲暇时再去尝试反驳;对于动脉也应如此,承认它们含有血液,因为即使被最细的针刺破,血液也会立刻显现并喷涌而出,而至于从不做无用功的自然为何为了容纳同一种物质而创造了双重血管,则应当单独探讨。
οὕτω δὴ καὶ τὸ, πῶς εἰς ἅπαν τὸ σῶμα κομισθήσεται τὸ διὰ τῆς εἰσπνοῆς ἑλκόμενον πνεῦμα, τῶν ἀρτηριῶν αἷμα περιεχουσῶν, ἢ μὴ κομιζομένων, πῶς αἱ κατὰ προαίρεσιν κινήσεις ἔσονται, ἢ πῶς ἡ κατ’ αὐτὰς τὰς ἀρτηρίας κίνησις ἀπαραπόδιστος μένει, μὴ δυναμένη συνοικεῖν ἀμάχως πνεύματι ὑγρῷ.
同样,还有以下问题:在动脉含有血液的情况下,通过吸气吸入的精气如何被输送到全身;或者如果它不被输送,随意的运动又如何产生;又或者动脉自身的运动如何保持不受阻碍(既然它无法与湿润的精气相安无事地共存)。
τὰ γὰρ τοιαῦτα προβλήματα μέν ἐστιν ἴδιά τε καὶ καθ’ ἑαυτὰ προβάλλεσθαί τε καὶ ζητεῖσθαι δίκαια, καὶ τάχ’ ἂν τῶν καὶ ἄπειρα νομισθέντι, οὐ μὴν ἱκανά γε τὸ ἐναργὲς ἀνατρέπειν.
因为此类问题确实是独特的,且本身值得被提出并予以研究,甚至可能被认为是无穷无尽的,但它们绝不足以推翻显而易见的事实。
αὐτίκα γέ τοι τὸ πρῶτον αὐτῶν εἰρημένον ὁμοιότατόν ἐστιν, ὡς εἰ καὶ τοῖς μηρυκάζουσι ζώοις θεασάμενος πλέονας κοιλίας, τὴν μὲν τῆς τροφῆς ὑποδεκτικὴν εἶναι λέγοι, τὴν δὲ τοῦ πόματος, τὴν δὲ τοῦ πνεύματος, οὐ γὰρ τὴν μηδὲν εἰκῆ ποιοῦσαν φύσιν ὑποδοχῆς ἕνεκα μιᾶς ὕλης πολλὰς ἐργάσασθαι τὰς γαστέρας.
例如,其中提到的第一个问题,就非常类似于如果有人在观察反刍动物的多个胃时,声称其中一个胃是容纳食物的,另一个是容纳饮料的,还有一个是容纳精气的,因为从不做无用功的自然不会为了容纳单一物质而制造多个胃。
ὡς γὰρ κᾀνταῦθα χρεία τίς ἐστιν ἑτέρα, δι’ ἣν αἱ πολλαὶ γεγόνασι, καίτοι γε τὴν αὐτὴν ὕλην ὑποδεχόμεναι, οὕτως ἔχει καὶ περὶ τῶν ἀρτηριῶν καὶ τῶν φλεβῶν.
因为正如在反刍动物那里存在着另一种功用,使得多个胃得以存在,尽管它们接收的是相同的物质,动脉和静脉的情况也是如此。
αἷμα γὰρ ἀμφότεραι περιέχουσιν, ὡς ὁ πρόσθεν λόγος ἀπέδειξε.
因为正如先前的论证所证明的那样,两者都含有血液。
διάφοροι δὲ τῇ κατασκευῇ γεγόνασι χρείας τινὸς ἕνεκεν, ἣν ἐν ἑτέροις ὑπομνήμασιν διέξιμεν.
但它们在构造上有所不同是为了某种功用,这我们将在其他著作中详细讨论。
αἱ κατὰ προαίρεσιν ἔσονται κινήσεις, ἢ πῶς αἱ τῶν ἀρτηριῶν τεταγμέναι φυλαχθήσονται, καὶ πῶς ἀμαχεὶ δύναται συνεῖναι τὸ αἷμα τῷ πνεύματι.
[在动脉含有血液的情况下]随意的运动如何产生,或者动脉规则的运动如何得以维持,以及血液如何能与精气无冲突地共存。
ὥσπερ γὰρ ὁμολογούμενον λαμβάνοντες, τὸ δεῖν ἀπὸ τῆς καρδίας αὐταῖς ἐπιπέμπεσθαι τὸ πνεῦμα, τὰ λοιπὰ συμπεραίνουσιν, οὐκ εἰδότες, ὡς καὶ τοῦτ’ αὐτὸ μοχθηρόν ἐστιν, καὶ ῥᾳδίως ὅπη παρακρούεται φωραθῆναι δύναται.
因为他们把“精气必须由心脏输送给动脉”这一点视为公认的预设,进而推导出其余的结论,却不知道这预设本身就是有缺陷的,且很容易被发现其谬误所在。
γυμνοῦντες οὖν ἡμεῖς ἑκάστοτε μεγάλας ἀρτηρίας, ἃς ἐνδέχεται, μάλιστα δ’ ἐνδέχεται τὰς κατὰ κῶλα, τοὺς Ἐρασιστρατείους ἐρωτῶμεν, εἰ κᾂν νῦν γοῦν, ὁπότε γεγύμνωνται, δοκοῦσιν ἐν αὐταῖς ἔχειν αἷμα.
因此,我们每次都将能暴露的大动脉暴露出来,尤其是四肢的动脉,并询问埃拉西斯特拉托斯的追随者们,至少在现在它们已经被暴露的时候,他们是否认为其中含有血液。
οἱ δ’ ἐξ ἀνάγκης ὁμολογοῦσιν, ἅμα μὲν ὅτι καὶ αὐτὸς Ἐρασίστρατος αὐτὰς ἐν τῷ διαιρεῖσθαι τὸ δέρμα παρέμπτωσιν αἵματος ἐκ τῆς ἀρτηρίας γίγνεσθαί φησιν, ἅμα δ’ ὅτι καὶ τὸ φαινόμενον οὕτως ἔχει.
他们不得不承认,这一方面是因为埃拉西斯特拉托斯自己也说在切开皮肤时血液会侵入动脉,另一方面也是因为显现的事实确实如此。
βρόχῳ γὰρ ἡμεῖς ἑκατέρωθεν τὰς γεγυμνωμένας ἀρτηρίας διαλαμβάνοντες, εἶτ’ ἐκτέμνοντες τοὐν μέσῳ, δείκνυμεν αἵματος μεστάς.
因为我们用线在两端结扎暴露出来的动脉,然后切下中间的一段,以此证明它们充满了血液。
ἀλλὰ πῶς, φασὶν, εἰς ὅλον τὸ σῶμα κομισθήσεται τὸ διὰ τῆς ἀναπνοῆς ἑλκόμενον πνεῦμα τῶν ἀρτηριῶν αἷμα περιεχουσῶν;
“但是,”他们说,“如果动脉含有血液,那么通过呼吸吸入的精气如何能输送到全身呢?
τίς δ’ ἀνάγκη τοῦτο γίγνεσθαι;
”然而,有什么必要非得发生这种事呢?