Humanitext Reader

盖伦 · 论动脉中是否天然含有血液 §5

解剖学反驳血液输注说与方法论批判

第 6 段,共 10 段 · 希腊语

内容简介

盖伦根据解剖学事实反驳了对手关于动脉血流的错误观点,并用树干与树枝的比喻解释了肠间膜动脉和腹壁动脉的解剖关系。此外,他还指出了导致此类错误学说的教条派和怀疑派在认识论上的方法论错误。

§5Πρὸς ταῦτ’ ἐγὼ μὲν ᾠόμην αὐτὸς μήτ’ ἀντιλέξειν μηδένα, μαθήσεσθαί τε τὰ κακῶς ἐγνωσμένα.
对此,我自己本以为没有人会反驳,并且他们会从之前错误的认识中吸取教训。
οὐ μὴν ἐθέλουσί γε, ἀλλ’ ὥσπερ οἱ παντελῶς ἰδιῶται παλαισμάτων, οὐ γνωρίζοντες κείμενον ἐπὶ γῆς ἐνίοτε τὸν νῶτον αὑτῶν, ἔχονται τραχήλου τῶν καταβαλόντων, οὐδ’ ἐπιτρέποντες ἀναστῆναι, τὸν αὐτὸν τρόπον καὶ οὗτοι ἀμαθεῖς ὄντες τῶν ἐν τοῖς λόγοις πτωμάτων, οὐκ ἐπιτρέπουσιν ἀπαλλάττεσθαι, κενάς τινας ἀεὶ στροφὰς στρεφόμενοι καὶ παντοίως λογιζόμενοι, μέχρι τοῦ, μισήσαντός τινος τὴν ἀναισχυντίαν ἅμα καὶ τὴν ἀμαθίαν αὐτῶν, ἀποδυσπετήσαντας χωρισθῆναι.
然而,他们根本不愿意这样做,而是像那些完全不懂摔跤的门外汉一样,有时明明不知道自己的后背已经着地,却仍死死抱住将他们摔倒之人的脖子,甚至不准对方站起来。 同样地,这些人对理论上的挫败一无所知,也绝不准对手抽身,总是耍弄一些空洞的套路,千方百计地进行狡辩,直到有人因为既痛恨他们的厚颜无耻又痛恨他们的无知,终于忍无可忍而离去。
οἵ γε καὶ νῦν οὐκ αἰδοῦνται λέγοντες, ὡς ἐκ  τῶν πλησίων μόνων συναναστομώσεων ἡ μετάληψις ταῖς ἀρτηρίαις τοῦ αἵματος γίγνεται, μὴ μεμνημένοι μήθ’ ὅτι τὰς ἐσχάτας αὐτὸς Ἐρασίστρατος εἴρηκε κενοῦσθαι πρώτας, μήθ’ ὅτι φαίνεται τοῦτ’ ἐναργῶς, ἐφ’ ὧν αὐτὸς ἐκεῖνος ἔγραψεν ἀνατομῶν.
他们直到现在还恬不知耻地声称,动脉中血液的摄入仅发生于邻近的吻合口,却既不记得埃拉西斯特拉托斯自己曾说过最末端的动脉最先被排空,也不记得这一事实在他自己所写的解剖记录中已被清晰地展现。
ἐν γὰρ τῷ διαιρεῖσθαι τὸ ἐπιγάστριον ἅμα τῷ περιτοναίῳ κατὰ τὸ μεσεντέριον ἀρτηρίας ἰδεῖν ἔστι σαφῶς, ἐπὶ μὲν τῶν νεοθηλῶν ἐρίφων γάλακτος πλήρεις, ἐπὶ δὲ τῶν τελείων ζώων ἀλλοίας, οὐ μὴν πνεῦμά γε μόνον ὤφθησαν ἔχουσαι πώποτε, καθάπερ οὐδ’ ἄλλη τις ἀρτηρία γυμνωθεῖσα.
因为当腹壁与腹膜一起被切开时,在肠间膜处可以清晰地看到动脉,在哺乳期的乳山羊体内这些动脉充满了乳汁,而在成年动物体内则充满了其他物质,但它们从未被观察到仅含有精气,正如其他任何被暴露的动脉一样。
νομίζω δ’ αὐτοὺς εἰς τοσοῦτο ἀμαθεῖς εἶναι τῶν κατὰ τὰς ἀνατομὰς φαινομένων, ὡς μηδ’ αὐτοὺς τοῦτο γινώσκειν, ὅτι καλῶς εἴρηκεν ὁ Ἐρασίστρατος ἐσχατιὰς τὰς κατὰ τὸ μεσεντέριον ἀρτηρίας, παραβάλλων αὐτὰς δηλονότι ταῖς κατ’ ἐπιγάστριον.
我认为他们对解剖中所显现的事实是如此无知,以至于他们自己连这一点都不知道:埃拉西斯特拉托斯之所以正确地将肠间膜的动脉称为“最末端”,显然是将它们与腹壁的动脉进行了对比。
οἴονται γὰρ ἴσως, ὅτι τῇ θέσει πλησίον εἰσὶν, οὕτω καὶ τῇ συνεχείᾳ πλησίον ὑπάρχειν αὐτὰς, οὐκ εἰδότες, ὡς ἀπὸ τῆς ἐπὶ τῇ ῥάχει μεγάλης ἀρτηρίας ἑκάτεραι πεφύκασιν, αἱ μὲν κατὰ τὸ μεσεντέριον ἅπασαι, τῶν δὲ κατ’ ἐπιγάστριον αἱ πλεῖσται.
因为他们或许以为,由于它们在位置上邻近,因而在连续性上也是邻近的,却不知道这两者都发源于脊柱上的大动脉,其中肠间膜的动脉全部发源于此,而腹壁的动脉绝大多数也发源于此。
καί τινες καὶ ἀπὸ βουβώνων ἀνιοῦσαι καὶ αἱ ἀπὸ τοῦ στέρνου κατιοῦσαι συνεχεῖς εἰσι ταῖς κατὰ τὸ μεσεντέριον ἀρτηρίαις διὰ τῆς μεγάλης τῆς κατὰ τὴν ῥάχιν.
而且,一些从腹股沟上行的动脉以及从胸骨下行的动脉,都是通过脊柱旁的大动脉而与肠间膜动脉相连的。
οὔκουν ἐνδέχεται διαδοθῆναι τὸ πάθος ἀπὸ τῶν ἑτέρων ἐπὶ τὰς ἑτέρας, οὔτ’ οὖν κένωσιν, οὔτ’ ἄλλο οὐδὲν, μὴ διὰ τῆς ἐπὶ τῇ ῥάχει πρότερον ὁδοιπορῆσαν.
因此,若不先经过脊柱上的动脉,状态(无论是排空还是其他任何状态)绝不可能从一组动脉传导到另一组动脉。
ᾧ γὰρ δὴ ἔοικε μάλιστα, καὶ δὴ πειράσομαι φράσαι.
我将试着用最贴切的比喻来解释这一点。
νόησόν μοι τὴν μὲν ἀρτηρίαν τὴν ἐπὶ τῇ ῥάχει καθάπερ τι δένδρου πρέμνον, τὰς δ’ ἀπ’ αὐτῆς φυομένας οἷον κλάδους.
请为我想象一下,脊柱上的动脉就像是树的主干,而从它生长出来的动脉就像是树枝。
ἴσαι δ’ αὗται σχιζόμεναι τελευτῶσιν οἷον βλαστήματά τινα καὶ φύλλα.
这些树枝在分叉后,最终末端就像是嫩芽和叶子。
ὡς οὖν τὰ φύλλα πολλάκις ἀπὸ διαφερόντων πλησίον μέν ἐστιν τῇ θέσει, ποῤῥωτάτω δὲ τῇ πρὸς ἄλληλα συνεχείᾳ, (διὰ μέσου γὰρ ἑνοῦται τοῦ πρέμνου,) τὸν αὐτὸν τρόπον καὶ αἳ κατ’ ἐπιγάστριον ἀρτηρίαι ταῖς κατὰ μεσεντέριον ἐγγυτάτω κείμεναι διὰ μακροτάτου συνάπτονται.
正如来自不同树枝的叶子虽然在位置上往往很接近,但在彼此的连续性上却相距极远(因为它们是在中间通过树干才结合在一起的),同样地,腹壁动脉虽然与肠间膜动脉靠得最近,却要通过最长距离的路径才能相连。
εἰς οὖν τὰς ἐσχάτας ἀρτηρίας (τοῦτο γὰρ ἐξ ἀρχῆς ἐλέγετο) μεταχεῖται πρότερον ἢ εἰς τὰς ἄλλας ἁπάσας τὸ αἷμα, καὶ διὰ τοῦτ’ ἀναγκαῖον, ἵν’ ἐπὶ τὰς τετρωμένας ἀφίκηται, ἅπαν ἐκκενωθῆναι τὸ ζωτικὸν αἷμα.
因此,血液在流入所有其他动脉之前,首先流入最末端的动脉(因为这是从一开始就说过的),为了让血液到达受损的动脉,就必然要排空所有维持生命的血液。
τοῦτο δ’ ὡς ἄτοπόν ἐστιν, ἔμπροσθεν ἐδείχθη.
这有多么荒谬,此前已经证明过了。
τάχ’ οὖν ἤδη τις θαυμάζοι τε καὶ ζητοίη, πόθεν ἐπῆλθε συνετοῖς οὕτως ἀνδράσιν ἄτοπον ἐσχάτως προελέσθαι δόγμα.
因此,或许现在已经有人感到惊讶并追问,如此聪明的人们怎么会选择一个极端荒谬的学说。
οὐ γὰρ δὴ ἀπὸ νοῦ γε καταπεσόντες, ἀλλὰ πάντες ὑπό τινων πιθανῶν ἀναπεισθέντες ἐπὶ τοῦθ’ ἧκον.
因为他们绝非丧失了理智,而是所有人都在被某些看似有说服力的论点说服后才得出这一结论的。
ἀφ’ ὧν μὲν οὖν ἐπείσθησαν, αὐτοὶ διὰ τῶν ἰδίων δηλώσουσι γραμμάτων.
至于他们是被什么说服的,他们自己会在其著作中说明。
ὅτι δὲ πιθανοῖς μὲν, οὐ μὴν ἀληθέσιν ἠκολούθησαν λογισμοῖς, ἐγὼ πειράσομαι δεῖξαι, πρότερόν γε τὸ καθόλου περὶ πάντων τοὺς λογισμοὺς σφάλμα διὰ βραχέων ὑπομνήσας.
但我将试图证明,他们遵循的是看似有说服力、实则不然的推论,不过在此之前,我先简要提醒大家注意关于所有推论的普遍错误。
ἁπάντων γὰρ τῶν εἰς γνῶσιν ἀνθρωπίνην ἡκόντων τὰ μὲν αἰσθήσει, τὰ δὲ λόγῳ φωρᾶται.
因为在所有进入人类认识的事物中,有些是通过感觉发现的,有些是通过理性发现的。
καὶ τοίνυν ὥσπερ τὰς αἰσθήσεις πολλὰ τῶν αἰσθητῶν καταφεύγει κατὰ τὰς πολλὰς αἰτίας, οὕτω καὶ τὸν λόγον.
正如许多可感之物因为种种原因而逃避了感觉,它们也同样逃避了理性。
ὁ μὲν δὴ φιλαλήθης ἀνὴρ οὔτε τῶν ἐναργῶς γιγνωσκομένων ἀφίσταται διὰ τὴν τῶν ἀδήλων ἀγνωσίαν, οὔτε τοῖς ἀγνώστοις συγκατατίθεται διὰ τὴν τῶν ἐναργῶν γνῶσιν.
的确,热爱真理的人既不会因为对不显明之物的无知而放弃显明易知之物,也不会因为对显明之物的认识而盲目同意不显明之物。
ὁ δὲ μὴ τοιοῦτος ἢ τοῖς ἀδήλοις συνηπόρησε τὰ γινωσκόμενα, ἢ διὰ τοῦτο καὶ τὸ ἄδηλον προσήκατο.
但不是这种人的人,要么因为不显明之物而连同已知之物一起怀疑,要么因此也接受了不显明之物。
πεπόνθασι δὲ τὸ μὲν πρότερον οἱ Σκεπτικοὶ, τὸ δὲ δεύτερον οἱ πλεῖστοι τῶν Δογματικῶν.
怀疑派遭受了前者,而大多数教条派则遭受了后者。
πῶς μὲν οὖν ἄν τις μηδὲν τοιοῦτο σφάλλοιτο, δι’ ἑτέρων δεδήλωται.
那么,如何才能不犯这种错误,在其他著作中已有阐明。

词汇与语法注释

  1. 5μισήσαντός τινος τὴν ἀναισχυντίαν ἅμα καὶ τὴν ἀμαθίαν αὐτῶν, ἀποδυσπετήσαντας χωρισθῆναι — “μισήσαντός τινος” 是属格独立结构,而其后的 “ἀποδυσπετήσαντας” 是复数宾格分词,用作不定式 “χωρισθῆναι” 的逻辑主语(指代辩论对手或旁观者)。这种不规则的格结构用来表示主句主语 “οὗτοι” 以外的其他行为主体的动作。
  2. p.718ἐφ’ ὧν αὐτὸς ἐκεῖνος ἔγραψεν ἀνατομῶν — 这是关系代名词先行词同化(attraction)入关系从句的结构(将 “ἀνατομῶν” 纳入关系从句中)。其等同于 “ἐπὶ τῶν ἀνατομῶν, ἃς αὐτὸς ἐκεῖνος ἔγραψεν”(在他自己所写的解剖记录中)。
  3. 224μὴ διὰ τῆς ἐπὶ τῇ ῥάχει πρότερον ὁδοιπορῆσαν — 带有否定词 “μὴ” 的中性单数过去时分词 “ὁδοιπορῆσαν” 与 “τὸ πάθος”(或 “οὐδὲν”)相一致,表示条件意义(“在未首先经过……的情况下”)。

引用这一段

盖伦, 论动脉中是否天然含有血液 §5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg023.humanitext-grc1:5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。