§4#2ἀναγκαῖον γὰρ ἔσται, βελόνῃ τρωθείσης τῆς εἰρημένης ἀρτηρίας, πρῶτον μὲν ἐκκενοῦσθαι τὸ ζωτικὸν πνεῦμα πᾶν, ἔπειτα δὲ εἰς ἁπάσας τὰς ἀρτηρίας αἷμα μεταχεῖσθαι· τὸ δὲ πάντων δεινότατον, ὅτι καὶ εἰς αὐτὴν τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας.
因为如果上述动脉被针刺伤,首先必然是所有的生命精气都被排空,接着是血液流入所有的动脉中;而最可怕的是,甚至会流入心脏本身的左心室。
εἶτα πῶς οὐκ ἐπνίγη τὸ ζῶον, αἵματος ἐμπλησθείσης τῆς κοιλίας ταύτης, ἢ οὐκ ἀπέθανεν ἔμπροσθεν, ἡνίκα ἐξεκενοῦτο τὸ πνεῦμα τὸ ζωτικὸν, ἢ τὰς τῶν μυῶν κινήσεις οὐκ ἀπέλειπεν, ἢ τὰς αὐτῶν τῶν ἀρτηριῶν οὐκ ἐβλάβη, ἢ πυρετὸς οὐκ ἠκολούθησεν αὐτῷ;
那么,当这个心室充满血液时,动物怎么会没有窒息呢? 或者在生命精气流出时,它怎么没有在那之前死去? 或者它的肌肉运动怎么没有消失? 或者动脉本身的运动怎么没有受损? 或者发热怎么没有随之发生?
πάντα γὰρ ταῦτα ἀναγκαῖον ἦν συμπίπτειν κατὰ τὸν Ἐρασίστρατον οὕτως, ὅτε μήτε τὰς κινήσεις τῶν ἀρτηριῶν ὑπελάμβανε τεταγμένας διαμεῖναι δύνασθαι, μηδὲ τὴν τοῦ πνεύματος χορηγίαν ἐν ἅπασι τοῖς μορίοις ἀκώλυτον, ὅτι μὴ κενὰ παντελῶς αἵματος ὑπάρχουσιν, ἕπεσθαί τε πυρετὸν ἐξ ἀνάγκης, ὅταν εἰς τὸ ἐντὸς τῶν βουβώνων καὶ μασχαλῶν ἀρτηρίας αἵματος παρέμπτωσις γένηται.
因为根据埃拉西斯特拉托斯的观点,所有这些事情都必然会这样发生,因为他既不认为动脉的规则运动能够维持,也不认为在所有部位的精气供应能够保持无阻(除非它们完全没有血液),并且他认为,一旦血液侵入腹股沟和腋窝动脉的内部,发热就会必然随之发生。
καὶ μὴν οὐδὲν τούτων φαίνεται συμπίπτον τῷ ζώῳ.
然而,在动物身上似乎并没有发生这些情况中的任何一种。
πειραθῆναι δὲ ἔστι παντὶ τῷ βουλομένῳ, καθότι καὶ ἡμεῖς ἐπειράθημεν πολλάκις τρώσαντες τὴν προειρημένην ἀρτηρίαν.
但任何想要尝试的人都可以进行试验,正如我们也曾多次通过刺伤上述动脉来进行试验一样。
οὐ χαλεπῶς δὲ ἐξευρήσεις αὐτὴν καὶ πρὶν γυμνῶσαι τὸ δέρμα τῷ σφυγμῷ τεκμαιρόμενος.
而且,即使在露出皮肤之前,通过脉搏来推测,你也能毫不困难地找到它。
διασημαίνει γὰρ ἡ κίνησις ἐν μὲν τοῖς ἰσχνοῖς ζώοις ἐπιπλέον, ἐν δὲ τοῖς πίοσιν πλησίον τοῦ κατ’ ὀλέκρανον ἄρθρου.
因为在瘦弱的动物中,这种运动表现得更明显,而在肥胖的动物中,则表现在肘突关节附近。
ταύτῃ τοίνυν, εἴπερ ἂν δεήσῃ, τιτρώσεις, ᾒ γραφεῖον ὀρθώσας καὶ καθιεὶς, ἢ βελόνην, ἤ τι τῶν ἰατρικῶν μαχαιρίων τῶν ἰσχνῶν, ἤ τι τῶν παραπλησίων ὀργάνων, ὅσα βραχεῖαν δύναται ποιῆσαι τὴν διαίρεσιν, ἵνα τά τ’ ἄλλα πάνθ’, ὅσα πρόσθεν εἴρηται, κατὰ τὸν τόπον ἀποδείξῃς αὐτῶν, καὶ ὡς οὐδὲν οὔθ’ αἱ τῶν ἀρτηριῶν κινήσεις οὔθ’ αἱ τῶν μυῶν παραβλάπτονται.
因此,如果需要的话,你就在这个地方刺伤它,或者将铁笔立直并插下去,或者用针,或者用某种细小的手术刀,或者用任何类似的、能够做出微小切口的器具,以便你在现场向他们证明之前所说的所有其他事情,并证明动脉的运动和肌肉的运动都没有受到任何损害。
μὴ τοίνυν ὅτι μεγάλης ἀρτηρίας τιτρωσκομένης ἀνάγκη ταῦτα συμβαίνειν, ἀλλὰ καὶ μικρᾶς τῆς τυχούσης καὶ τοῦ δέρματος μόνον.
因此,不要以为只有在粗大动脉被刺伤时才会必然发生这些事,即使是任何微小的动脉,甚至仅仅是皮肤,也是如此。
οὐ γὰρ τοῦτο βούλεται πλέγμα τῶν τριῶν ἀγγείων ὑπάρχειν, ὥστ’, εἰ καθ’ ὁτιοῦν αὐτῶν μέρος νύξειας βελόνῃ λεπτῇ, πάντως τὰ τρία γένη τῶν ἀγγείων τετρώσεται.
因为他认为这[皮肤]是三种脉管的编织体,因此,如果你用细针刺入它们的任何一部分,这三种脉管必然都会被刺伤。
νυττέσθω τοίνυν τὸ κατὰ τὸν βραχίονα δέρμα τὸ ἐπικείμενον τῇ κατὰ τὰς μασχάλας ἀρτηρίᾳ, εἶτ’ ἐκκενούσθω τὸ διὰ τῆς ἀδήλου μὲν πρὸς τὴν ὄψιν διαπνοῆς, ὅπερ Ἐρασίστρατος βούλεται γίγνεσθαι, τετρωμένης ἀρτηρίας πνεῦμα, συνεκκενούσθω δ’ αὐτῷ καὶ τὸ συνεχὲς τὸ κατὰ τὴν ὑποκειμένην ἀρτηρίαν τὴν μεγάλην, τὴν διὰ τῆς μασχάλης.
因此,让位于腋窝动脉上方的手臂皮肤被刺伤吧;然后,让被刺伤动脉中的精气通过肉眼看不见的发散(这是埃拉西斯特拉托斯声称会发生的)被排空,并且随之,位于其下方的通过腋窝的大动脉中与之相连的精气也一起被排空。
πάντη γάρ που τό γε ἐπικείμενον τοῖς μορίοις τοῦ σώματος δέρμα πρὸς τῶν ὑποκειμένων ἀρτηριῶν ἀποφύσεις τινὰς λαμβάνει· ἀλλ’ εἰ καὶ παρ’ ἄλλων τινῶν, οὐδὲν ἐμοί γ’ οὖν διαφέρει.
因为无论如何,覆盖在身体各部位上方的皮肤,都会从其下方的动脉中接受一些分支;但即使是从其他某些动脉接受分支,对我来说也毫无区别。
συνεκκενωθήσονται γὰρ, αἵτινες ἂν ὦσι, ταῖς κατὰ τὸ τιτρωσκόμενον δέρμα συνεχέσιν, ἐκείναις δὲ αἱ λοιπαὶ πᾶσαι· ταῦτα γὰρ ἐδείχθη μικρῷ πρόσθεν.
因为,无论它们是什么,都会与那些和受伤皮肤相连的动脉一起被排空,而与其它的所有动脉也会随之被排空;因为这些在不久前已经被证明了。
εἶτα πῶς οὐκ ἄτοπον, κᾂν εἰ τῇ λεπτοτάτῃ βελόνῃ τρωθείη τὸ δέρμα, εὐθὺς οὕτω πάσας μὲν ἐμπίπλασθαι τὰς ἀρτηρίας αἵματος, πυρετὸν δ’ ἐξ ἀνάγκης ἕπεσθαι;
那么,即使皮肤被最细的针刺伤,所有动脉也会立即这样充满血液,并且发热必然随之发生,这难道不荒谬吗?