§5Πρὸς ταῦτ’ ἐγὼ μὲν ᾠόμην αὐτὸς μήτ’ ἀντιλέξειν μηδένα, μαθήσεσθαί τε τὰ κακῶς ἐγνωσμένα.
これらに対して、私自身は誰も反論することなく、自らの誤った見解を改めるだろうと考えていた。
οὐ μὴν ἐθέλουσί γε, ἀλλ’ ὥσπερ οἱ παντελῶς ἰδιῶται παλαισμάτων, οὐ γνωρίζοντες κείμενον ἐπὶ γῆς ἐνίοτε τὸν νῶτον αὑτῶν, ἔχονται τραχήλου τῶν καταβαλόντων, οὐδ’ ἐπιτρέποντες ἀναστῆναι, τὸν αὐτὸν τρόπον καὶ οὗτοι ἀμαθεῖς ὄντες τῶν ἐν τοῖς λόγοις πτωμάτων, οὐκ ἐπιτρέπουσιν ἀπαλλάττεσθαι, κενάς τινας ἀεὶ στροφὰς στρεφόμενοι καὶ παντοίως λογιζόμενοι, μέχρι τοῦ, μισήσαντός τινος τὴν ἀναισχυντίαν ἅμα καὶ τὴν ἀμαθίαν αὐτῶν, ἀποδυσπετήσαντας χωρισθῆναι.
しかし、彼らは決してそうしようとはせず、まるでレスリングの全くの素人たちが、時に自分の背中が地に着いているのを知りながらも、自分を投げ倒した相手の首にしがみつき、立ち上がるのを許さないように、彼らもまた、議論における自らの敗北に無知であるために、立ち去ることを許さず、常に中身のない言い回しを弄して、あらゆる仕方の屁理屈をこね、ついには、誰かが彼らの破廉恥さと無知さを同時に嫌悪し、うんざりして立ち去るに至るのである。
οἵ γε καὶ νῦν οὐκ αἰδοῦνται λέγοντες, ὡς ἐκ τῶν πλησίων μόνων συναναστομώσεων ἡ μετάληψις ταῖς ἀρτηρίαις τοῦ αἵματος γίγνεται, μὴ μεμνημένοι μήθ’ ὅτι τὰς ἐσχάτας αὐτὸς Ἐρασίστρατος εἴρηκε κενοῦσθαι πρώτας, μήθ’ ὅτι φαίνεται τοῦτ’ ἐναργῶς, ἐφ’ ὧν αὐτὸς ἐκεῖνος ἔγραψεν ἀνατομῶν.
彼らは今なお、動脈への血液の移行は隣接する吻合のみから生じるのだと語ることを恥じない。 エラシストラトス自身が、末端の動脈が最初に空になると述べたことも、彼自身が記述した解剖において、このことが明らかに示されていることも覚えていないのである。
ἐν γὰρ τῷ διαιρεῖσθαι τὸ ἐπιγάστριον ἅμα τῷ περιτοναίῳ κατὰ τὸ μεσεντέριον ἀρτηρίας ἰδεῖν ἔστι σαφῶς, ἐπὶ μὲν τῶν νεοθηλῶν ἐρίφων γάλακτος πλήρεις, ἐπὶ δὲ τῶν τελείων ζώων ἀλλοίας, οὐ μὴν πνεῦμά γε μόνον ὤφθησαν ἔχουσαι πώποτε, καθάπερ οὐδ’ ἄλλη τις ἀρτηρία γυμνωθεῖσα.
というのも、腹壁が腹膜とともに切開されるときに、腸間膜のところに動脈をはっきりと見ることができるが、乳を飲んでいる若い子ヤギにおいては乳で満ちており、成長した動物においては別の液で満ちているものの、露出された他のいかなる動脈も同様に、それらが空気だけを含んでいるのが見られたことは一度もないからである。
νομίζω δ’ αὐτοὺς εἰς τοσοῦτο ἀμαθεῖς εἶναι τῶν κατὰ τὰς ἀνατομὰς φαινομένων, ὡς μηδ’ αὐτοὺς τοῦτο γινώσκειν, ὅτι καλῶς εἴρηκεν ὁ Ἐρασίστρατος ἐσχατιὰς τὰς κατὰ τὸ μεσεντέριον ἀρτηρίας, παραβάλλων αὐτὰς δηλονότι ταῖς κατ’ ἐπιγάστριον.
そして、私は彼らが解剖において観察される事実についてあまりにも無知であるため、彼ら自身このこと、すなわちエラシストラトスが腸間膜の動脈を、明らかに腹壁の動脈と対比して「末端」と正しく呼んだことさえ理解していないのだと思う。
οἴονται γὰρ ἴσως, ὅτι τῇ θέσει πλησίον εἰσὶν, οὕτω καὶ τῇ συνεχείᾳ πλησίον ὑπάρχειν αὐτὰς, οὐκ εἰδότες, ὡς ἀπὸ τῆς ἐπὶ τῇ ῥάχει μεγάλης ἀρτηρίας ἑκάτεραι πεφύκασιν, αἱ μὲν κατὰ τὸ μεσεντέριον ἅπασαι, τῶν δὲ κατ’ ἐπιγάστριον αἱ πλεῖσται.
なぜなら、彼らはおそらく、それらが位置的に近いので、連続性においても近いと思い込んでいるが、それら両方が背骨の上の大動脈から生じていることを知らないからである。 すなわち、腸間膜の動脈はすべてそこから生じており、腹壁の動脈は大部分がそこから生じている。
καί τινες καὶ ἀπὸ βουβώνων ἀνιοῦσαι καὶ αἱ ἀπὸ τοῦ στέρνου κατιοῦσαι συνεχεῖς εἰσι ταῖς κατὰ τὸ μεσεντέριον ἀρτηρίαις διὰ τῆς μεγάλης τῆς κατὰ τὴν ῥάχιν.
そして鼠径部から上行するいくつかの動脈や、胸骨から下行する動脈も、背骨に沿う大動脈を介して、腸間膜の動脈と連続しているのである。
οὔκουν ἐνδέχεται διαδοθῆναι τὸ πάθος ἀπὸ τῶν ἑτέρων ἐπὶ τὰς ἑτέρας, οὔτ’ οὖν κένωσιν, οὔτ’ ἄλλο οὐδὲν, μὴ διὰ τῆς ἐπὶ τῇ ῥάχει πρότερον ὁδοιπορῆσαν.
したがって、一から他へと状態が伝わることはあり得ない。 それが空になることであれ、他のいかなることであれ、背骨の上の動脈をあらかじめ通過することなしには。
ᾧ γὰρ δὴ ἔοικε μάλιστα, καὶ δὴ πειράσομαι φράσαι.
これが何に最もよく似ているか、まさに説明してみよう。
νόησόν μοι τὴν μὲν ἀρτηρίαν τὴν ἐπὶ τῇ ῥάχει καθάπερ τι δένδρου πρέμνον, τὰς δ’ ἀπ’ αὐτῆς φυομένας οἷον κλάδους.
背骨の上の動脈を木の幹のようなものと考え、そこから生じるものを枝のようなものと考えてみてほしい。
ἴσαι δ’ αὗται σχιζόμεναι τελευτῶσιν οἷον βλαστήματά τινα καὶ φύλλα.
そして、これらは同様に枝分かれして、芽や葉のようなもので終わる。
ὡς οὖν τὰ φύλλα πολλάκις ἀπὸ διαφερόντων πλησίον μέν ἐστιν τῇ θέσει, ποῤῥωτάτω δὲ τῇ πρὸς ἄλληλα συνεχείᾳ, (διὰ μέσου γὰρ ἑνοῦται τοῦ πρέμνου,) τὸν αὐτὸν τρόπον καὶ αἳ κατ’ ἐπιγάστριον ἀρτηρίαι ταῖς κατὰ μεσεντέριον ἐγγυτάτω κείμεναι διὰ μακροτάτου συνάπτονται.
したがって、異なる枝から生じた葉が、位置的にはしばしば近いにもかかわらず、互いの連続性においてはきわめて遠い(なぜなら、幹を媒介として結合しているからである)ように、それと同じように、腹壁の動脈も、腸間膜の動脈ときわめて近くに位置しながらも、きわめて遠い経路を介してつながっているのである。
εἰς οὖν τὰς ἐσχάτας ἀρτηρίας (τοῦτο γὰρ ἐξ ἀρχῆς ἐλέγετο) μεταχεῖται πρότερον ἢ εἰς τὰς ἄλλας ἁπάσας τὸ αἷμα, καὶ διὰ τοῦτ’ ἀναγκαῖον, ἵν’ ἐπὶ τὰς τετρωμένας ἀφίκηται, ἅπαν ἐκκενωθῆναι τὸ ζωτικὸν αἷμα.
それゆえ、血液は他のすべての動脈へと流入するよりも前に、まず末端の動脈へ流入するのであり(これは最初から言われていたことである)、そのために、血液が傷つけられた動脈に到達するためには、生命の血液がすべて空にされることが必然となる。
τοῦτο δ’ ὡς ἄτοπόν ἐστιν, ἔμπροσθεν ἐδείχθη.
これがどれほど不合理であるかは、前に示された。
τάχ’ οὖν ἤδη τις θαυμάζοι τε καὶ ζητοίη, πόθεν ἐπῆλθε συνετοῖς οὕτως ἀνδράσιν ἄτοπον ἐσχάτως προελέσθαι δόγμα.
それゆえ、これほど賢明な人々が、極めて不合理な教説を選ぶに至ったのはなぜか、すでに驚き、探求している人がいるかもしれない。
οὐ γὰρ δὴ ἀπὸ νοῦ γε καταπεσόντες, ἀλλὰ πάντες ὑπό τινων πιθανῶν ἀναπεισθέντες ἐπὶ τοῦθ’ ἧκον.
というのも、彼らは決して理性を失ったわけではなく、誰もが何らかの説得力のある理由によって説得されて、この結論に至ったからである。
ἀφ’ ὧν μὲν οὖν ἐπείσθησαν, αὐτοὶ διὰ τῶν ἰδίων δηλώσουσι γραμμάτων.
それゆえ、彼らが何によって説得されたかは、彼ら自身の著作が示すであろう。
ὅτι δὲ πιθανοῖς μὲν, οὐ μὴν ἀληθέσιν ἠκολούθησαν λογισμοῖς, ἐγὼ πειράσομαι δεῖξαι, πρότερόν γε τὸ καθόλου περὶ πάντων τοὺς λογισμοὺς σφάλμα διὰ βραχέων ὑπομνήσας.
しかし、彼らが従ったのが、説得力はあるが真実ではない推論であったことを、私は示そうと思う。 ただしその前に、推論に関するすべてに共通する一般的な誤りについて、簡潔に注意を促しておきたい。
ἁπάντων γὰρ τῶν εἰς γνῶσιν ἀνθρωπίνην ἡκόντων τὰ μὲν αἰσθήσει, τὰ δὲ λόγῳ φωρᾶται.
なぜなら、人間の認識に達するすべてのもののうち、あるものは感覚によって、あるものは理性によって発見されるからである。
καὶ τοίνυν ὥσπερ τὰς αἰσθήσεις πολλὰ τῶν αἰσθητῶν καταφεύγει κατὰ τὰς πολλὰς αἰτίας, οὕτω καὶ τὸν λόγον.
検知されるべきものの多くが、さまざまな原因によって感覚から逃れるのと同じように、理性からも逃れるのである。
ὁ μὲν δὴ φιλαλήθης ἀνὴρ οὔτε τῶν ἐναργῶς γιγνωσκομένων ἀφίσταται διὰ τὴν τῶν ἀδήλων ἀγνωσίαν, οὔτε τοῖς ἀγνώστοις συγκατατίθεται διὰ τὴν τῶν ἐναργῶν γνῶσιν.
実に、真理を愛する人は、明らかでないものの無知のために、明白に知られているものを捨てることはないし、また、明白なものの知識のために、明らかでないものに同意することもない。
ὁ δὲ μὴ τοιοῦτος ἢ τοῖς ἀδήλοις συνηπόρησε τὰ γινωσκόμενα, ἢ διὰ τοῦτο καὶ τὸ ἄδηλον προσήκατο.
しかし、そうではない人は、明らかでないもののために、知られているものを疑うか、あるいはそのために、明らかでないものをも受け入れてしまう。
πεπόνθασι δὲ τὸ μὲν πρότερον οἱ Σκεπτικοὶ, τὸ δὲ δεύτερον οἱ πλεῖστοι τῶν Δογματικῶν.
そして、前者の誤りに陥ったのが懐疑派であり、後者の誤りに陥ったのがドグマ派の大部分である。
πῶς μὲν οὖν ἄν τις μηδὲν τοιοῦτο σφάλλοιτο, δι’ ἑτέρων δεδήλωται.
それでは、どのようにすれば誰もこのような誤りを犯さずに済むかについては、他の著作で示されている。