← ガレノス

血液は動脈内に自然に含まれるか

§4#2

皮膚の軽傷と動脈の精気枯渇説の批判

ガレノスは、軽微な皮膚の傷でも全身の動脈の精気が空になり血液で満たされるとするエラシストラトスの説を、実際の観察や解剖学的実験の不整合性から論駁する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4#2

ἀναγκαῖον γὰρ ἔσται, βελόνῃ τρωθείσης τῆς εἰρημένης ἀρτηρίας, πρῶτον μὲν ἐκκενοῦσθαι τὸ ζωτικὸν πνεῦμα πᾶν, ἔπειτα δὲ εἰς ἁπάσας τὰς ἀρτηρίας αἷμα μεταχεῖσθαι· τὸ δὲ πάντων δεινότατον,1 ὅτι καὶ εἰς αὐτὴν τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας. εἶτα πῶς οὐκ ἐπνίγη τὸ ζῶον, αἵματος ἐμπλησθείσης τῆς κοιλίας ταύτης,2 ἢ οὐκ ἀπέθανεν ἔμπροσθεν, ἡνίκα ἐξεκενοῦτο τὸ πνεῦμα τὸ ζωτικὸν, ἢ τὰς τῶν μυῶν κινήσεις οὐκ ἀπέλειπεν, ἢ τὰς αὐτῶν τῶν ἀρτηριῶν οὐκ ἐβλάβη, ἢ πυρετὸς οὐκ ἠκολούθησεν αὐτῷ; πάντα γὰρ ταῦτα ἀναγκαῖον ἦν συμπίπτειν κατὰ τὸν Ἐρασίστρατον οὕτως, ὅτε μήτε τὰς κινήσεις τῶν ἀρτηριῶν ὑπελάμβανε τεταγμένας διαμεῖναι δύνασθαι, μηδὲ τὴν τοῦ πνεύματος χορηγίαν ἐν ἅπασι τοῖς μορίοις ἀκώλυτον, ὅτι μὴ κενὰ παντελῶς αἵματος ὑπάρχουσιν,3 ἕπεσθαί τε πυρετὸν ἐξ ἀνάγκης, ὅταν εἰς τὸ ἐντὸς τῶν βουβώνων καὶ μασχαλῶν ἀρτηρίας αἵματος παρέμπτωσις γένηται. καὶ μὴν οὐδὲν τούτων φαίνεται συμπίπτον τῷ ζώῳ. πειραθῆναι δὲ ἔστι παντὶ τῷ βουλομένῳ, καθότι καὶ ἡμεῖς ἐπειράθημεν πολλάκις τρώσαντες τὴν προειρημένην ἀρτηρίαν. οὐ χαλεπῶς δὲ ἐξευρήσεις αὐτὴν καὶ πρὶν γυμνῶσαι τὸ δέρμα τῷ σφυγμῷ τεκμαιρόμενος. διασημαίνει γὰρ ἡ κίνησις ἐν μὲν τοῖς ἰσχνοῖς ζώοις ἐπιπλέον, ἐν δὲ τοῖς πίοσιν πλησίον τοῦ κατ’ ὀλέκρανον ἄρθρου. ταύτῃ τοίνυν, εἴπερ ἂν δεήσῃ, τιτρώσεις, ᾒ γραφεῖον ὀρθώσας καὶ καθιεὶς, ἢ βελόνην, ἤ τι τῶν ἰατρικῶν μαχαιρίων τῶν ἰσχνῶν, ἤ τι τῶν παραπλησίων ὀργάνων, ὅσα βραχεῖαν δύναται ποιῆσαι τὴν διαίρεσιν, ἵνα τά τ’ ἄλλα πάνθ’, ὅσα πρόσθεν εἴρηται, κατὰ τὸν τόπον ἀποδείξῃς αὐτῶν, καὶ ὡς οὐδὲν οὔθ’ αἱ τῶν ἀρτηριῶν κινήσεις οὔθ’ αἱ τῶν μυῶν παραβλάπτονται. μὴ τοίνυν ὅτι4 μεγάλης ἀρτηρίας τιτρωσκομένης ἀνάγκη ταῦτα συμβαίνειν, ἀλλὰ καὶ μικρᾶς τῆς τυχούσης καὶ τοῦ δέρματος μόνον. οὐ γὰρ τοῦτο βούλεται πλέγμα τῶν τριῶν ἀγγείων ὑπάρχειν, ὥστ’, εἰ καθ’ ὁτιοῦν αὐτῶν μέρος νύξειας βελόνῃ λεπτῇ, πάντως τὰ τρία γένη τῶν ἀγγείων τετρώσεται. νυττέσθω τοίνυν τὸ κατὰ τὸν βραχίονα δέρμα τὸ ἐπικείμενον τῇ κατὰ τὰς μασχάλας ἀρτηρίᾳ, εἶτ’ ἐκκενούσθω τὸ διὰ τῆς ἀδήλου μὲν πρὸς τὴν ὄψιν διαπνοῆς, ὅπερ Ἐρασίστρατος βούλεται γίγνεσθαι, τετρωμένης ἀρτηρίας πνεῦμα, συνεκκενούσθω δ’ αὐτῷ καὶ τὸ συνεχὲς τὸ κατὰ τὴν ὑποκειμένην ἀρτηρίαν τὴν μεγάλην, τὴν διὰ τῆς μασχάλης. πάντη γάρ που τό γε ἐπικείμενον τοῖς μορίοις τοῦ σώματος δέρμα πρὸς τῶν ὑποκειμένων ἀρτηριῶν ἀποφύσεις τινὰς λαμβάνει· ἀλλ’ εἰ καὶ παρ’ ἄλλων τινῶν, οὐδὲν ἐμοί γ’ οὖν διαφέρει. συνεκκενωθήσονται γὰρ, αἵτινες ἂν ὦσι, ταῖς κατὰ τὸ τιτρωσκόμενον δέρμα συνεχέσιν, ἐκείναις δὲ αἱ λοιπαὶ πᾶσαι· ταῦτα γὰρ ἐδείχθη μικρῷ πρόσθεν. εἶτα πῶς οὐκ ἄτοπον, κᾂν εἰ τῇ λεπτοτάτῃ βελόνῃ τρωθείη τὸ δέρμα, εὐθὺς οὕτω πάσας μὲν ἐμπίπλασθαι τὰς ἀρτηρίας αἵματος, πυρετὸν δ’ ἐξ ἀνάγκης ἕπεσθαι;

というのも、言及された動脈が針で傷つけられた場合、まず生命の精気がすべて空にされ、次いですべての動脈へと血液が流入することが必然となるからであり、そして何よりも恐ろしいことには、まさに心臓の左心室自体にまで[血液が流入することになる]からである。それから、この心室が血液で満たされたとき、どうして動物は窒息しなかったのか。あるいは、生命の精気が流出していたときに、それより前に死ななかったのか。あるいは、筋肉の運動が消失しなかったのか。あるいは、動脈自体の運動が害されなかったのか。あるいは発熱がそれに伴わなかったのか。なぜなら、エラシストラトスに従えば、これらすべてがそのように起こるのが必然であったからである。彼は、動脈の規則正しい運動が持続しうるとも思っていなかったし、動脈が血液から完全に空でない限りは、すべての部分における精気の供給が妨げられずに維持されうるとも思っておらず、また、鼠径部や脇の下の動脈の内部へ血液が侵入するときには、必然的に発熱が伴うと考えていたからである。しかし、実際にはこれらのうち何一つとして動物に起こるようには見えない。望む者は誰でも、私たちが前述の動脈を何度も傷つけて試みたように、これを試みることができる。そして、皮膚を露出させる前であっても、脈拍から推測することによって、それを容易に見出すことができるだろう。なぜなら、痩せた動物ではその運動がより表面に、太った動物では肘の関節の近くに現れるからである。それゆえ、もし必要であれば、鉄筆を垂直に立てて深く刺し入れるか、あるいは針、あるいは細い外科用小刀のいずれか、あるいは同様の、小さな切開を作りうる器具のいずれかで、ここを傷つけるがよい。そうすれば、前に言及された他のすべてのことをその場所において彼らに対して証明し、また動脈の運動も筋肉の運動も何ら損なわれないことを示すことができる。それゆえ、大きな動脈が傷つけられるときにこれらが起こるのが必然であるというだけでなく、ありふれた小さな動脈や、皮膚だけでもそうなのである。なぜなら、彼はこれ(皮膚)が三つの脈管の網の目として存在していると考えているので、その結果、それらのいかなる部分を細い針で刺したとしても、必ずこれら三種の脈管が傷つけられることになるからである。それゆえ、脇の下の動脈の上に位置する上腕の皮膚が刺されるとせよ。そして、目には見えない発汗を通じて、エラシストラトスが起こると主張するように、傷つけられた動脈の精気が空にされるとせよ。そして、それとともに、その下に位置する脇の下を通る大動脈の、それに連続する精気も一緒に空にされるとせよ。なぜなら、身体の諸部分の上に位置する皮膚は、とにかくその下にある動脈から何らかの枝を受け取っているからである。しかし、たとえ他のいくつかのものから受け取っているのだとしても、私には何の違いもない。なぜなら、それらが何であれ、傷つけられた皮膚に連続する動脈とともに空にされるのであり、それらの動脈とともに他のすべての動脈も空にされるからである。これらは少し前に証明されたことである。それなら、たとえ極めて細い針で皮膚が傷つけられたとしても、直ちにこのようにすべての動脈が血液で満たされ、発熱が必然的に伴うというのは、どうして不合理ではないと言えようか。

構文注4 件
  1. 4τὸ δὲ πάντων δεινότατον

    「そして何よりも恐ろしいことには」を意味する、文に対する同格または独立対格の慣用的表現。後続の ὅτι 節の内容を先取りして強調している。

  2. 4αἵματος ἐμπλησθείσης τῆς κοιλίας ταύτης

    属格絶対の分詞構文。動詞 ἐμπίπλημι は満たす物質を属格で取るため、αἵματος は物質の属格である。

  3. 4ὅτι μὴ κενὰ παντελῶς αἵματος ὑπάρχουσιν

    ὅτι μή は「〜でない限りは、〜を除いては」を意味する。ここでは「動脈が血液から完全に空でない限りは(=血液が混入している限りは)精気の供給が維持され得るとは想定していなかった」というエラシストラトス説の前提を説明する。

  4. 4μὴ τοίνυν ὅτι

    μὴ ὅτι... ἀλλὰ καί...(〜であるだけでなく〜も)という相関構文を導き、「大きな動脈が傷つけられるときにこれらが起こるのが必然であるだけでなく、小さな動脈や皮膚だけの場合でもそうである」を意味する。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0057.tlg023.humanitext-grc1:4#2