Humanitext Reader

盖伦 · 论动脉中是否天然含有血液 §4#1

微小创伤导致精气排空与发热的谬误

第 4 段,共 10 段 · 希腊语

内容简介

作者通过血管的分支结构和精气的排空过程论证了,根据埃拉西斯特拉托斯的理论,即使是最细的针刺伤皮肤,也会导致全身动脉排空精气、充满血液并引起发热的荒谬结论。

§4#1Ἐπεὶ τοίνυν τὸ προκείμενον ἱκανῶς ἀποδέδεικται, τί κωλύει προσθεῖναί τινα καὶ τῶν ἄλλων ἀτόπων;
因此,既然提出的课题已经得到了充分的证明,那么有什么能阻止我们再增加一些其他的荒谬之处呢?
ἅπαντα μὲν γὰρ διελθεῖν ἀδύνατον, οὕτω πολὺ πλῆθος αὐτῶν ἐστιν.
因为要一一详述它们是不可能的,因为它们的数量实在是太多了。
ἓν μὲν δὴ καὶ πρῶτον ἄτοπον τὸ δεῖν πάντα ἐπὶ πάσῃ τρώσει, κᾂν τὸ δέρμα μόνον ᾖ τετρωμένον ὑπὸ τῆς λεπτοτάτης βελόνης, ἁπάσας μὲν τὰς ἀρτηρίας αἵματος πληροῦσθαι, πυρετὸν δ’ ἐξ ἀνάγκης ἕπεσθαι.
而其中第一个且显而易见的荒谬之处在于:在每一次受伤时,即使只是皮肤被最细的针刺伤,也必须始终使所有的动脉都充满血液,并且发热必然紧随其后。
φανερὸν δ’ ἔσται τὸ λεγόμενον, ἁρμοζομένης ἡμῶν τῆς ἀποδείξεως ἐπ’ αὐτῶν τῶν κατὰ τὰς ἀρτηρίας τρώσεων.
如果我们把我们的证明应用到动脉本身的受伤上,所说的话就会变得很清楚。
καὶ μὲν δή μοι νόει βελόνην λεπτὴν διὰ τῆς μασχάλης εἰς ὅλην τὴν χεῖρα νενεμημένην ἀρτηρίαν.
现在,请为我设想一根细针[刺入]通过腋窝分布到整个手臂的动脉。
τί τοίνυν συμβήσεται κατὰ τὸν Ἐρασίστρατον;
那么,根据埃拉西斯特拉托斯的观点,将会发生什么呢?
ἐκκενοῦσθαι μὲν δηλονότι τὸ κατ’ αὐτὴν πνεῦμα, συγκενοῦσθαι δ’ αὐτῇ καὶ τὸ τῶν πλησίων ἀρτηριῶν.
显然,该动脉中的精气会被排空,而与其相邻的动脉中的精气也会随之一起被排空。
πλησίον δ’ εἰσὶ τῆς εἰρημένης αἵ τ’ ἀπ’ αὐτῆς εἰς τὴν χεῖρα νεμόμεναι καὶ ἡ μεγάλη ἡ ἀπὸ τῆς  καρδίας, ἀφ’ ἧς αὐτὴ πέφυκεν.
而靠近上述动脉的是:从该动脉分布到手臂的那些动脉,以及来自心脏的那条大动脉(大动脉本身就是从它产生的)。
ἀλλ’ εἴπερ αὕτη κενωθήσεται, πᾶσα δήπουθεν ἀνάγκη, πλησίον οὖσαν αὐτῆς τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας συνεκκενοῦσθαι, τήν τ’ ἐπὶ τὴν κεφαλὴν ἀνιοῦσαν καὶ τὴν ἐπὶ τὴν ῥάχιν καταφερομένην.
但是,如果这条大动脉要被排空,那么与其相邻的心脏左心室,以及向上通往头部和向下通往脊椎的动脉,都必然会随之一起被排空。
εἰ γὰρ ἅπαντι τῷ κενουμένῳ μέρει τῆς ἀρτηρίας τὰ πλησιάζοντα συνεκκενοῦται, πλησιάζει δὲ ἀεὶ τὰ ἀπ’ αὐτῆς πεφυκότα, καὶ ἀφ’ ὧν αὐτὴ πέφυκεν, εὔδηλον, ὡς ἥ τ’ ἀριστερὰ κοιλία τῆς καρδίας καὶ τῶν εἰρημένων ἑκατέρα συνεκκενωθήσεται τῇ κατὰ τὴν μασχάλην.
因为,对于动脉中被排空的每一个部分,相邻的部分都会随之一起被排空,而从其产生的部分以及它所产生自的部分总是相邻的,所以显而易见,心脏的左心室以及上述两条动脉中的每一条,都会与腋窝处的动脉一起被排空。
ἐπεὶ τοίνυν ἀπὸ μὲν τῆς ἑτέρας αὐτῶν αἱ κατὰ τὸν τράχηλόν τε καὶ τὴν κεφαλὴν ἅπασαι πεφύκασιν, ἀπὸ δὲ τῆς ἑτέρας αἱ καθ’ ὅλον τὸ λοιπὸν σῶμα, δῆλον, ὡς καὶ ταύτην ἀνάγκη συνεκκενοῦσθαι μέχρι τῶν περάτων.
因此,既然从其中一条动脉产生了颈部和头部的所有动脉,而从另一条动脉产生了其余整个身体的所有动脉,那么显而易见,这些动脉也必然会随之一起被排空,直到其末端。
ἀλλ’ ὅταν πρῶτον ἐπὶ τὰ πέρατα τῶν ἀρτηριῶν ἡ κένωσις τοῦ πνεύματος ἐξικνῆται, μεταχεῖσθαι συμβήσεται κατὰ τὰς ἀναστομώσεις ἐκ τῶν φλεβῶν εἰς αὐτὰς τὰς ἀρτηρίας αἷμα, καὶ τοῦτο μόνον τῷ κενουμένῳ πνεύματι, τὸ μὲν ἀπὸ τῶν κάτω μερῶν τοῦ σώματος ἐπὶ τὴν κατὰ ῥάχιν ἀρτηρίαν καὶ τὴν καρδίαν ἀφικνεῖσθαι, κᾄπειθ’ οὕτως ἐπὶ τὴν μασχάλην, τὸ δ’ ἀπὸ τοῦ κατὰ τὴν κεφαλὴν ἐπὶ μὲν τὴν ἄνω φερομένην, τὴν προτέραν, ἑξῆς δ’ ἐπὶ τὸν τράχηλον καὶ τὴν τετρωμένην.
但是,一旦精气的排空最先到达动脉的末端,血液就会通过吻合口从静脉流入这些动脉本身,而这部分血液,仅紧随被排空的精气,一方面从身体的下部到达脊椎处的动脉和心脏,然后如此到达腋窝,另一方面从头部到达向上输送的前一条动脉,接着到达颈部和受伤的动脉。
οὕτω δὲ καὶ τὸ διὰ τῶν κατὰ τὴν χεῖρα πασῶν ἀρτηριῶν μεταληφθὲν αἷμα, τῷ πνεύματι συνακολουθοῦν, ἐπὶ τὴν διῃρημένην ἀρτηρίαν ἐγχυθήσεται, καὶ πᾶν οὕτω τὸ καθ’ ὅλον τὸν ὄγκον αἷμα ῥυήσεται πρὸς τὴν διαίρεσιν.
这样,通过手臂所有动脉转移的血液,也会伴随着精气被灌注到被切开的动脉中,这样,整个身体容量中的所有血液都会流向该切口。
ἀλλὰ τοῦτο μὲν καὶ πάνυ ἀληθές. φαίνεται δὲ διὰ μιᾶς ἀρτηρίας ἡστινοσοῦν τῶν ἀξιολόγων, εἰ μὴ κωλύσειας αὐτῶν τὴν ῥύσιν, ἅπαν ἐκκενούμενον τὸ καθ’ ὅλον τὸν ὄγκον αἷμα.
但这确实是非常真实的;因为可以看出,通过任何一条重要的动脉,如果你不阻止它们的流动,整个身体容量中的所有血液都会被排空。
μάχεται δ’, ὡς ἐδείξαμεν, οὐ τοῖς κατὰ τὰς ἀρτηρίας αἷμα περιέχειν φάσκουσιν, ἀλλ’ Ἐρασιστράτῳ τε καὶ τοῖς οἰκείοις, ὄργανα τοῦ ζωτικοῦ πνεύματος ὑπάρχειν αὐτάς.
正如我们所表明的,这并不与那些声称动脉中含有血液的人相冲突,而是与埃拉西斯特拉托斯及其信徒相冲突,因为他们声称动脉是生命精气的器官。

词汇与语法注释

  1. 157τὸ δεῖν — 不定式 δεῖν 带有冠词 τὸ 形成名词化短语,与主语 ἄτοπον 构成同格。其后的“对格+不定式”结构(ἁπάσας ... πληροῦσθαι 和 ἕπεσθαι)具体阐述了这种“必要性”的内容。
  2. 223νόει βελόνην λεπτὴν ... ἀρτηρίαν — 对格的 βελόνην 和 ἀρτηρίαν 作为命令式 νόει(设想)的宾语。在语境中,它要求读者设想“一根细针[刺入]动脉”这一动态事态。
  3. p.713καὶ τοῦτο μόνον τῷ κενουμένῳ πνεύματι — τοῦτο 指代流入的血液。与格的 τῷ κενουμένῳ πνεύματι 表示伴随或追随,意为“仅伴随着被排空的精气”或“仅追随被排空的精气”。
  4. p.714μάχεται — 意为“冲突、矛盾”的单数第三人称动词。其主语是“从一处伤口流尽全身血液”这一事实(或其逻辑推论),宾语为与格(Ἐρασιστράτῳ...)。句末的 ὄργανα ... ὑπάρχειν αὐτάς 是说明埃拉西斯特拉托斯等人主张内容的不定式短语。

引用这一段

盖伦, 论动脉中是否天然含有血液 §4#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg023.humanitext-grc1:4%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。