§2Ἀρκτέον δ’ ἀπὸ τῶν ἐξ ἑαυτοῦ φέρεσθαι λεγόντων.
我们应当从那些声称精气凭自身运动的人开始。
ἢ γὰρ τοῦτο πάντη δήπου λεπτομερέστερον, οἷον τὸ αἰθερῶδες, ἢ ἄλλως πως θερμότερον εἶναι φήσουσιν αὐτὸ τοῦ περιέχοντος ἡμᾶς ἀέρος.
因为他们无疑会说,它要么在各方面都比包围我们的空气更微细(好比以太),要么在其他方面更热。
οὐδὲ γὰρ τρίτον ἕξουσιν εἰπεῖν πνεύματος σύμπτωμα, δι’ ὃ φέρεσθαι δύναιτο ἄν.
因为关于精气,他们将无法举出第三种使其能够运动的属性。
λεπτομερέστερον μὲν οὖν οὐκ ἂν εἴη τὸ κατὰ τὰς ἀρτηρίας πνεῦμα τοῦ περιέχοντος ἡμᾶς ἀέρος, ὡς ἡ γένεσις αὐτοῦ διδάσκει.
由此看来,动脉中的精气绝不可能比包围我们的空气更微细,正如其生成过程所表明的那样。
γίγνεται γὰρ κατὰ τὸν Ἐρασίστρατον ἐκ τοῦ περιέχοντος ἡμᾶς ἀέρος εἴσω τοῦ σώματος εἰς μὲν τὰς κατὰ πνεύμονα πρώτας ἀρτηρίας ἐλθόντος, ἔπειτα δὲ εἰς τὴν καρδίαν καὶ τὰ ἄλλας.
因为根据埃拉西斯特拉托斯的观点,它是由于包围我们的空气进入体内,首先进入肺部的第一批动脉,接着进入心脏和其他动脉而生成的。
εἰς ὅσον οὖν ὑγροτέροις ὁμιλεῖ σώμασιν, εἰς τοσοῦτο εἰκὸς αὐτὸ παχυμερέστερόν τε καὶ ἁπαλωδέστερον γίνεσθαι.
因此,它与越湿润的身体部位接触,就越有可能变得越粗稠、越柔和。
θερμότερον δὲ γίνεται, ἀλλ’ ὡς ἀτμὸς ἄνω φερόμενον οὔτε ἀφανῆ τὴν κένωσιν, οὔτε οὕτως ὠκεῖαν ἕξει.
它确实变得更热,但如果像蒸汽一样向上运动,它的流出既不会不被察觉,也不会如此迅速。
Πραξαγόρας μὲν οὖν καὶ παχυμερέστερον αὐτὸ καὶ ἱκανῶς ἀτμῶδες εἶναί φησιν, Ἐρασίστρατος δὲ, ὅπη μὲν ἔχει πάχους, οὐ διώρισεν, ἐξ ὧν δ’ ὑπὲρ αὐτοῦ λέγει τεκμήραιτ’ ἄν τις, οὐδαμῶς αὐτὸ προσήκειν εἶναι λεπτόν.
因此,普拉克萨戈拉斯声称它既较粗稠,又相当多汽(如蒸汽一般);而埃拉西斯特拉托斯虽未具体规定它有多粗,但从他关于它的言论中可以推测,它绝不应该是微细的。
τάς τε γὰρ ἀρτηρίας ὑπ’ αὐτοῦ πληρουμένας διαστέλλεσθαί φησι, καὶ τὰς τῶν μυῶν κοιλίας ὡσαύτως, οὐδετέρου δὴ τούτων γίγνεσθαί ποτ’ ἂν δυνηθέντος, εἰ λεπτομερὲς ἀκριβῶς ὑπῆρχεν·
因为他说,动脉因被它充满而扩张,肌肉的腔隙也是如此,但如果它确实是极为微细的,那么这两者就绝不可能发生;因为这样的东西不至于被滞留在体内,反而更应当被排出。
οὐ γὰρ δὴ ἴσχεσθαί γε τὸ τοιοῦτο μᾶλλον ἐν τοῖς σώμασιν, ἀλλ’ ἐκπέμπεσθαι πρέπει. τί ποτ’ οὖν ἐκφυσώμενον οὐ φαίνεται παραπλησίως τῷ κατὰ τὰς ἐκ τοῦ θώρακός τε καὶ τοῦ περιτοναίου καὶ τῆς φάρυγγος τρώσεις;
那么,为什么看不到它被吹出,就像胸部、腹膜以及咽喉受创时气体喷出那样呢?
γελοῖον δ’ ἴσως ποιοῦμεν ἐξ ἑτέρων αὐτὸ συλλογιζόμενοι, παρὸν αὐτοὺς ὑπομνῆσαι τῶν ἀρτηριῶν, ἐξ ὧν ὅταν ἀθρόον ἐξακοντίζηται τὸ αἷμα, σαφῶς ἐκφυσώμενον φαίνεται.
不过,当我们可以提醒他们注意动脉本身时,却通过其他事情来推论这一点,或许是可笑的;因为当血液从动脉中猛烈喷射出来时,可以清楚地看到有气体被吹出。
ὡς γὰρ θερμότερον, οὕτω καὶ ἀτμωδέστερον τὸ κατὰ τὰς ἀρτηρίας αἷμα.
因为动脉中的血液越热,它也就越多汽。
οὐ μὴν αὐτός γε καθ’ ἑαυτὸν ἀτμὸς, ἢ ἀὴρ, ἢ αἰθὴρ, ἢ ὅλως πνεῦμα περιεχόμενον ἐν αὐτῷ φαίνεται.
然而,无论是蒸汽本身,还是空气、以太,或者总之是其中包含的精气,都不能被单独看到。
καὶ γὰρ, εἰ τῇ λεπτοτάτῃ βελόνῃ διατρήσαιο ἀρτηρίαν, εὐθὺς ἐξακοντίζεται τὸ αἷμα.
事实上,即使你用极细的针穿刺动脉,血液也会立即喷射出来。
ἐχρῆν δ’, οἶμαι, καὶ εἰ μὴ διὰ τοῦ μεγάλου τραύματος, ἀλλὰ γοῦν τοῦ μετρίου, μὴ ταχέως, μηδ’ ἀναισθήτως, ἀλλ’ ἐν χρόνῳ πλείονι κενοῦσθαι τὸ πνεῦμα.
但我认为,即使不是通过大伤口,至少也应该通过适度的伤口,使精气不是迅速地、也不是不留痕迹地、而是花较长时间流空。
πρὶν γὰρ ἐκεῖνο κενωθῇ, πάντως οὐκ ἐκπίπτει διὰ τοῦ τραύματος τὸ αἷμα, λέγοντός γε αὐτοῦ τοῦ Ἐρασιστράτου, τὰς ποῤῥωτάτω κειμένας ἀρτηρίας πρώτας ἀπολαύειν τῆς μεταχύσεως.
因为在它流空之前,血液绝不会通过伤口流出,毕竟埃拉西斯特拉托斯自己也说,位于最远处的动脉是最先承受(血液)转移的。
εἰ δὲ καὶ μὴ πρὸς ἐκείνου γεγραμμένον ἦν, ἐξ ἀνάγκης ἠκολούθησε ταῖς ὑποθέσεσιν.
即使他没有这样写过,这也是从其假说中必然得出的结论。
εἰ γὰρ συνεχὲς αὐτῷ πάντως ἐστὶ τὸ κατὰ τὰς ἀρτηρίας πνεῦμα, καὶ οὕτως εὐκίνητόν τε καὶ λεπτὸν, ὡς ἐν ἀκαρεῖ χρόνῳ κενοῦσθαι ῥᾳδίως, οὐ τὸ μὲν ἐν ταῖς διαιρουμέναις ἀρτηρίαις κενωθήσεται μόνον, τὸ δ’ ἐν ταῖς ἄλλαις ἁπάσαις μενεῖ.
因为如果动脉中的精气与其自身完全连续,并且如此易动和微细以至于在瞬间就能轻易流空,那么就不会是只有被切开的动脉中的精气流空,而其他所有动脉中的精气却保留着。
πρόδηλον γὰρ, ὡς τῷ προτέρῳ τῷ κατὰ τὴν τετμημένην τὸ λοιπὸν ἅπαν ἑτοίμως ἀκολουθήσει, καὶ πρώτη ταῖς ὑστάταις ἐπίδηλος ἡ κένωσις γενήσεται, μηκέτ’ ἐχούσαις ἑτέρας, ὅθεν μεταληφθήσεται.
因为显而易见,其余所有的精气都会顺从地紧随被切开处的先前精气,并且流空现象将最先在最远端的动脉中显现出来,因为它们已不再有可以从中转移精气的其他动脉了。
ἐν αὐτῇ οὖν πρώτως κίνδυνος τοῦ κενὸν γενέσθαι τόπον, εἰ μὴ τῇς οὐσίας πληρώσειε τὴν χώραν τοῦ μεταλαμβανομένου πνεύματος.
因此,就在那条动脉中首先存在产生真空的危险,除非被转移的精气的实体填补了这一空间。
καὶ διὰ τοῦτο ἐξ ἀνάγκης ἕπεται τὸ διὰ τῶν συναναστομώσεων, ὡς αὐτός φησιν, αἷμα τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ, καὶ τοῦτο, ὥσπερ προδεδεμένον τῷ κατὰ τὰ πέρατα τῶν ὑστάτων ἀρτηριῶν πνεύματι, πρῶτον μὲν ἅπαντος τοῦ ἄλλου αἵματος, ὕστατον δὲ παντὸς τοῦ κατὰ τὰς ἀρτηρίας πνεύματος κενωθήσεται.
也正因如此,正如他自己所说,通过吻合支的血液必然会由于跟随被流空的部分而紧随其后;并且这血液——仿佛预先与最末端动脉终点处的精气连结在一起——将在所有其他血液之前,但在动脉中所有精气之后,被流空。
δύο οὖν ἄτοπα μέγιστα συμβήσεται κατὰ τὸν λόγον, πρότερον μὲν τὸ διὰ τοῦ κατὰ τὴν βελόνην τρήματος ἅπαν ἐκκενοῦσθαι τὸ κατὰ τὰς ἀρτηρίας πνεῦμα ταχέως οὕτως, ὥστε λαθεῖν, δεύτερον δὲ τὸ ζῇν ἔτι τὸ ζῶον, ἅπαντος τοῦ ζωτικοῦ πνεύματος ἐκκενουμένου.
因此,根据这一论证,将产生两个最大的荒谬结果:第一,动脉中的所有精气竟能如此迅速地通过针眼流空,以至于不被察觉;第二,当所有的生命精气都已流空时,该动物居然还能存活。
ἀλλὰ τοιαῦτα καὶ μετ’ ὀλίγον ἐξέσται διελθεῖν.
不过,这类事情稍后也可以再详细讨论。