§1## ΓΑΛΗΝΟΥ, ΕΙ ΚΑΤΑ ΦΥΣΙΝ ΕΝ ΑΡΤΗΡΙΑΙΣ ΑΙΜΑ ΠΕΡΙΕΧΕΤΑΙ, ΒΙΒΛΙΟΝ.
Ἐπειδὴ, τιτρωσκομένης ἀρτηρίας ἡστινοσοῦν, φαίνεται κενούμενον αἷμα, δυοῖν θάτερον ἀναγκαῖον ὑπάρχειν, ἢ ἐν αὐταῖς αὐτὸ περιέχεσθαι ταῖς ἀρτηρίαις, ἢ ἑτέρωθεν μεταλαμβάνεσθαι.
## 盖伦:论动脉中在自然状态下是否含有血液因为当任何动脉受损时,都可以看到血液流出,所以必然存在两种情况之一:要么血液本就包含在这些动脉之中,要么它是从别处转移而来的。
ἀλλ’ εἰ μεταλαμβάνεται, παντί που δῆλον, ὡς, ὅτ’ εἶχον κατὰ φύσιν, πνεῦμα μόνον ἐν αὐταῖς περιείχετο.
但是,如果是转移而来的,那么对任何人来说显然都是,当它们处于自然状态时,其中只含有精气。
εἰ δὲ τοῦτο, ἐν ταῖς τρώσεσιν ἐχρῆν πρότερον τοῦ αἵματος ἐκκενούμενον φαίνεσθαι τὸ πνεῦμα.
如果真是这样,在受伤时,应当看到精气在血液之前先流出。
οὐχὶ δέ γε φαίνεται·
然而实际上并没有看到。
οὐκ οὖν οὐδὲ μόνον ἔμπροσθεν περιείχετο.
因此,之前也并非只含有精气。
καὶ διὰ βραχυτέρου δ’ ἂν λόγου ταὐτὸν ἀποδειχθείη τόνδε τὸν τρόπον.
而且,通过一个更简短的论证,也可以用以下方式证明同样的事实。
εἰ τιτρωσκομένων ἀρτηριῶν αἷμα παραχρῆμα φαίνεται κενούμενον, ἦν ἄρα ἐν ἀρτηρίαις αἷμα καὶ πρὸ τοῦ τρωθῆναι.
如果当动脉受损时,看到血液立即流出,那么在受损之前,动脉中显然就已经有血液了。
δῆλον γὰρ, ὡς ἐν τούτῳ τῷ λόγῳ τὸ παραχρῆμα προκείμενον ἀληθῆ ποιεῖ τὴν τοῦ ἑπομένου τῷ συνημμένῳ πρὸς τὸ ἡγούμενον ἀκολουθίαν.
因为很明显,在这个论证中,“立即”这一前提使得条件句中后件对前件的伴随关系成为真。
ἁπλῶς μὲν γὰρ ῥηθὲν χωρὶς τοῦ παραχρῆμα τόνδε τὸν τρόπον, εἰ τιτρωσκομένων ἀρτηριῶν αἷμα φαίνεται κενούμενον, ἑπόμενον ἕξει τὸ κατ’ ἀρχὰς εὐθὺς ῥηθὲν, τὸ, ἤτοι καὶ πρόσθεν ἐν αὐταῖς περιείχετο, ἢ νῦν μεταλαμβάνεται· προσκειμένου δὲ τοῦ παραχρῆμα, τὸ ἑπόμενον ἦν ἐν ἀρτηρίαις αἷμα καὶ πρὸ τοῦ τρωθῆναι, συνθέτου δηλονότι τοῦ παντὸς λόγου γιγνομένου τόνδε τὸν τρόπον. εἰ τιτρωσκομένων ἀρτηριῶν φαίνεται κενούμενον αἷμα, ἤτοι ἐν αὐταῖς περιείχετο ταῖς ἀρτηρίαις· ἢ ἑτέρωθεν μεταλαμβάνεται· ἀλλὰ μὴν τιτρωσκομένων τῶν ἀρτηριῶν φαίνεται κενούμενον αἷμα, οὐ μεταλαμβάνεται, ὡς δείξομεν· ἐν αὐταῖς ἄρα ταῖς ἀρτηρίαις περιείχετο.
因为如果简单地不说“立即”而这样说:“如果动脉受损时,看到血液流出”,那么它将以最开始直接说的那句话作为后件,即:“要么以前它就包含在它们之中,要么现在是转移而来的”;而当加上“立即”时,其后件则是“在受损之前,动脉中就已经有血液了”,显然整个论证是以如下方式复合而成的:“如果动脉受损时,看到血液流出,要么它本就包含在动脉之中,要么是从别处转移而来的;但事实上,当动脉受损时,看到血液流出,而且它并不是转移而来的(正如我们将要证明的);因此,它本就包含在动脉之中。
πῶς οὖν, ὅτι μὴ μεταλαμβάνεται;
”那么,怎么知道它不是转移而来的呢?
ἐφαίνετο δήπου πρὸ αὐτοῦ κενούμενον πνεῦμα;
难道在它之前,精气流出不应该能被看到吗?
ἀλλὰ μὴν οὐ φαίνεται· οὐκ ἄρα μεταλαμβάνεται.
然而实际上并没有看到;因此,它并不是转移而来的。
ἀρκεῖ τοῦτο εἰς ἀπόδειξιν τοῖς μήθ’ αἱρέσει τινὶ προκατειλημμένοις, μήτ’ ἀγνοοῦσιν ἀληθεῖς λόγους διακρίνειν ψευδῶν.
对于那些既不被任何学派的偏见所左右、又非不知道如何区分真伪论证的人来说,这已足以作为证明。
ἐπεὶ δ’ οὐ πάντες τοιοῦτοι. πλειόνων ἴσως πρὸς ἐκείνους δεήσει λόγων.
但由于并非所有人都是如此,对他们或许需要更多的论证。
ἀντιλαμβάνονται γοῦν οἱ περὶ τὸν Ἐρασίστρατον ψεῦδος εἶναι φάσκοντες τὸ συνημμένον.
无论如何,埃拉西斯特拉托斯学派的人出来反对,声称该条件句是假的。
οὐ γὰρ ἀληθὲς ὑπάρχειν φασὶ τὸ, εἰ μεταλαμβάνεται, πρὸ αὐτοῦ κενούμενον πνεῦμα· δύναται γὰρ κενοῦσθαι μὲν, μὴ φαίνεσθαι δὲ, λεπτομερὲς ὂν καὶ κοῦφον, καὶ διὰ τοῦτο ῥᾳδίως ἐκπεμπόμενον.
因为他们说,“如果是转移而来的,精气就会在其之前流出”这一说法并不真实;因为精气由于其微细且轻,完全可能流出却不被看到,并且因此很容易被排出。
ἀναγκαῖον οὖν αὖθις ἡμῖν δεικνύειν, ὡς οὐκ ἂν λάθοι.
所以,我们有必要再次证明它不可能不被察觉。
πῶς οὖν ἀποδείκνυμεν;
那么,我们该如何证明呢?
πολυειδῶς μὲν, ὡς δ’ ἂν καὶ σαφεῖς γίνωνται οἱ λόγοι, καὶ τάξει προΐωσιν, ἀναγκαῖον αὐτοὺς ἐκείνους ἐρέσθαι, πῶς ἐκκενοῦσθαι θέλουσι τὸ πνεῦμα, πότερον ἐξ ἑαυτοῦ φερόμενον, ἢ πρὸς ἑτέρου τινὸς ὠθούμενον.
虽然方法有多种,但为了使论证变得清晰且按顺序进行,必须询问他们自己:他们主张精气是如何流出的,是凭其自身运动,还是被其他某种力量所推动。
ἀποκρινοῦνται δὲ οὐχ ὡσαύτως ἅπαντες, ἀλλ’ οἱ μὲν ἐξ ἑαυτοῦ φέρεσθαί φασιν, οἱ δὲ ἀπὸ τῆς καρδίας ὠθεῖσθαι.
他们不会做出同样的回答,而是有些人会说它凭自身运动,有些人会说它是被心脏推动的。
καὶ τοίνυν καὶ ἡμῖν ἑκατέροις ἐν μέρει δεικτέον ἐστὶν, ὡς ἀδύνατα λέγουσιν.
因此,我们也必须轮流向这两方证明,他们所说的话都是不可能的。