Humanitext Reader

盖伦 · 论呼吸的作用 §4#2

驳埃拉西斯特拉托斯说与呼吸冷却功能的论证

第 8 段,共 11 段 · 希腊语

内容简介

作者以电鳐的麻痹力量通过工具传导的现象为例,批驳了埃拉西斯特拉托斯关于呼吸作用的学说,并阐明由于年龄、健康状况及环境因素导致的呼吸变化,完全符合其自身提出的热量保存与冷却理论。

§4#2εἰ δὲ οὐδὲν λέγειν ἔχετε, τοῦτο ὅμως ἡμῖν εἰπεῖν συγχωρήσετε, τὸ τὴν δύναμιν εἶναι τοῦ ζώου ναρκωτικὴν τῶν ἁψαμένων οὕτως ἰσχυρὰν, ὥστε καὶ διὰ τοῦ πεπηγότος αὐτοῦ τριόδοντος εἰς τὰς χεῖρας τῶν ἁλιέων ῥᾳδίως ἀνατρέχειν τὸ πάθος.
如果你们没有什么可说的,你们仍会允许我们说这一点:该动物对接触它的人所具有的麻痹力量是如此强大,以至于这种病症甚至可以通过插在它身上的三叉戟轻易地传导到渔夫的手中。
οὐκοῦν συγχωρήσετε, εἶναί τινας ἰχθύων ποιότητας καὶ δυνάμεις, ὧν αἱ μὲν νάρκην, αἱ δὲ κάρον, αἱ δὲ ψύξιν, αἱ δὲ σῆψιν, αἱ δὲ ἄλλό τι φέρουσι κακὸν, ἀέρος δὲ οὐδεμίαν συγχωρήσετε εἶναι τοιαύτην δύναμιν;
那么,你们必定会承认鱼类具有某些性质和力量,其中一些带来麻痹,一些带来昏睡,一些带来冷却,一些带来腐烂,还有一些带来其他某种危害;但你们会承认空气中没有这种力量吗?
ἀλλ’ οὐκ ἔχομεν, φασὶν, ἐναργῶς δεῖξαι, τίς ἡ ποιότης αὕτη, καὶ τίς ἡ δύναμις αὕτη.
“但是,”他们说,“我们无法明白地显示出这种性质是什么,以及这种力量是什么。
τί οὖν τοῦτο πρὸς τὰ παρόντα;
”那么,这与当前的事有什么关系呢?
διὰ γὰρ τῶν ἀδήλων οὔτε ἀνατρέπεσθαί τι δίκαιον οὔτε κατασκευάσασθαι.
因为通过不明显的事物来推翻某事或确立某事都是不公正的。
μεταβαίνωμεν οὖν ἀπὸ τῶν τοιούτων ἐπὶ τὸ κατασκευάζειν ἐναργῶς, ὁποτέραν οὖν τῶν αἱρέσεων ἀνατρέπειν δυνάμεθα.
因此,让我们从这些事情转向清楚地确立我们能够推翻这两个学派中的哪一个。
τὰ μὲν οὖν ἐξ ἀνάγκης ἀνατρέποντα τὴν Ἐρασιστράτειον δόξαν εὐθὺς κατ’ ἀρχὰς ἡμῖν ἐῤῥήθη.
那么,必然推翻埃拉西斯特拉托斯观点的论点,在最开始就已经被我们说过了。
τὰ δὲ τὴν ἡμετέραν κατασκευάζοντα, τοιαῦτα μὲν οὖν ὡς οὐχ εὕρομεν, ὡς ἐξ ἀνάγκης περαίνειν, ἁπάντων μέντοι τῶν ἄλλων πιθανώτατον, πρὸς τὸ μηδὲ ἀνατρέπεσθαι πρός τινος τῶν φαινομένων ταύτην τὴν δόξαν.
而对于确立我们观点的论点,虽然我们没有发现它们具有必然得出结论的性质,但它们在所有其他观点中是最具说服力的,而且这一观点不会被任何现象所推翻。
ὥστε τὴν μὲν Ἐρασιστράτου περὶ χρείας ἀναπνοῆς ὑπόληψιν ἤδη καταλιπεῖν δίκαιον, ἐπειδὴ κἀν τοῖς περὶ σφυγμῶν λόγοις ἐξελέγχεται πολυειδῶς σφαλλομένη.
因此,现在放弃埃拉西斯特拉托斯关于呼吸有用性的设想是合理的,因为在关于脉搏的论述中,该设想已被证实存在多方面的错误。
αὐτοὺς δὲ διὰ βραχέων ἐπιδραμεῖν τῶν ἄλλων φαινομένων τὰς αἰτίας, εἰς τὴν προκειμένην ἀναφέροντας ὑπόθεσιν, ὥσπερ κατά γε τὴν γυμνασίαν μεῖζόν τε καὶ πυκνότερον ἡμᾶς ἀναπνεῖν.
而我们自己必须简要地考察其他现象的原因,并将其归结为所提出的假说,例如我们在运动时呼吸得更大且更频繁。
οὐ γὰρ ἀπεικὸς οὐδὲ τοῦτο γίνεσθαι διὰ τὴν, τοῖς σφοδρῶς κινουμένοις αὐξανομένην θερμασίαν.
因为这同样由于在剧烈运动的人身上增加的热量而发生,这并非不合理。
ὅτι γὰρ οὐδ’ ἐνταῦθα διὰ τὴν τῶν ἀρτηριῶν ἐπιπλήρωσιν, ἐναργές ἐστιν ἐκ τοῦ γίνεσθαι μὲν ἐξ ἀρχῆς εὐθὺς πολλάκις σφοδρῶς, οὐ μὴν ἀλλοιοῦσθαι τὴν ἀναπνοὴν, πρὶν ἱκανῶς θερμανθῆναι· ἐκθερμανθέντων δὲ, κᾂν ἐπαυσάμεθα κινούμενοι, μέχρι πολλοῦ διασωζομένην ὁρᾶσθαι τὴν αὐτὴν ἰδέαν τῆς ἀναπνοῆς.
因为在此处同样不是由于动脉的充满,这从以下事实中显而易见:尽管剧烈运动往往从一开始就立即发生,但在充分变暖之前呼吸绝不会改变;而一旦彻底变暖,即使我们停止运动,在很长一段时间内也可以看到同样的呼吸状态得以保持。
ἀλλὰ κᾀν τοῖς καυσώδεσι πυρετοῖς ὁμοίως ἀναπνεῖν ὀρεγόμεθα διὰ τὴν αὐτὴν αἰτίαν· ὅπου γὰρ ἂν ᾖ μέγιστον τὸ τῆς χρείας δεόμενον, ἐνταῦθα οὐκ ἀπεικὸς ἱκανῶς αὐξάνεσθαι καὶ τὴν χρείαν αὐτήν.
而且在灼热的阳明热病中,我们也由于同样的原因而同样渴望呼吸;因为在需要有用性的地方最大的地方,该有用性本身在彼处也充分增加,这并非不合理。
ἡ μὲν γὰρ μείζων φλὸξ μείζονος ἀέρος, ἡ δὲ ἐλάττων ἐλάττονος δεῖται· πᾶσα οὖν δεῖται δι’ ἣν ἔμπροσθεν εἴπομεν ἀνάγκην.
因为较大的火焰需要较大的空气,而较小的火焰需要较小的空气;因此,所有的火焰都因为我们之前提到的必要性而需要空气。
οὐκ οὖν ἔτι θαυμαστὸν, εἰ κατεψυγμένοι τὰ περὶ τὴν καρδίαν καὶ τὸν πνεύμονα τὸν ἔξωθεν ἀέρα ποθοῦσί τε καὶ δέονται διὰ τῆς εἰσπνοῆς ἐπισπᾶσθαι.
因此,如果心脏和肺部周围变冷的人渴望并需要通过吸气吸入外部空气,这就不足为奇了。
ἐπισπᾶται μὲν γὰρ, ἀλλ’ ὀλίγον καὶ διὰ καιροῦ πολλοῦ· μεγάλως γὰρ καὶ πυκνῶς οὐκ ἐγχωρεῖ ῥιπίζειν τὴν βραχεῖαν θερμασίαν.
因为他确实吸入了,但只有一点,而且间隔时间很长;因为不可能很大且频繁地煽动微弱的热量。
διὰ τί τοίνυν οἱ μὲν παῖδες πλεῖόν τε καὶ  πυκνότερον, οἱ δὲ ἀκμάζοντες ἔλαττόν τε καὶ ἀραιότερον ἀναπνέουσιν;
那么,为什么孩子们呼吸得更多且更频繁,而壮年人呼吸得更少且更稀疏呢?
ἢ, ὅτι τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμὸν, ἕπεται ἐξ ἀνάγκης πλήθει θερμασίας μέγεθός τε καὶ πυκνότης ἀναπνοῆς;
是因为成长中的事物拥有最多的先天热量,而呼吸的大小和频率必然伴随着热量的多少吗?
εἰ δὲ καὶ τρέφεται τὸ ψυχικὸν πνεῦμα πρὸς τῆς ἀναπνοῆς, καὶ διὰ τοῦτο ἀναπνέουσι πλεῖστόν τε καὶ πυκνότατον οἱ παῖδες, ἐπεὶ καὶ τροφῆς πλείονος, ὡς ἂν αὐξανόμενοι, δέονται.
如果灵魂的普纽玛也通过呼吸获得滋养,并且因为这个原因孩子们呼吸得最多且最频繁,因为他们作为成长中的事物,也需要更多的营养。
εἰ δὲ τὸ λιγνυῶδες ἀποχεῖται πλεῖστον ἐν ταῖς ἀναπνοαῖς, καὶ διὰ τοῦτο ἀναπνέουσι πλεῖστόν τε καὶ πυκνότατον.
如果烟雾状的废物在呼吸中排出最多,因为这个原因他们也呼吸得最多且最频繁。
ἔνθα γὰρ ἡ τῆς τροφῆς ἐργασία πλείων, ἐκεῖ καὶ τὸ περίττωμα πλέον.
因为在食物处理较多的地方,那里的残留物也较多。
οἷς δ’ οἱ νεανίσκοι θερμότεροι τῶν παίδων εἶναι δοκοῦσιν, οὗτοι τὴν μὲν προειρημένην αἰτίαν οὐ προσοίσονται.
但对于那些认为年轻人比孩子更热的人来说,他们不会接受上述原因。
περὶ μέντοι τῶν γερόντων οὐδεὶς ἀμφισβητεῖ, τὸ μὴ οὐκ εἶναι πολὺ ψυχροτέρους αὐτοὺς τῶν παίδων καὶ νεανίσκων.
然而,关于老人,没有人争论说他们不比孩子和年轻人寒冷得多。
ὁμολογεῖ δὲ τῇ ψύξει καὶ ἡ τῆς ἀναπνοῆς ἰδέα, μικροτέρα τε ἅμα καὶ ἀραιοτέρα γιγνομένη.
而呼吸的状态也与这种寒冷相一致,同时变得更小且更稀疏。
παραπλήσια δὲ τοῖς ἐπὶ τῶν ἡλικιῶν φαινομένοις ἐν ὥραις καὶ χώραις καὶ φύσεσι συμβέβηκε.
在年龄上所见到的现象,其极相似的情况也发生在季节、地区和体质中。
καὶ ὁμολογεῖ γὰρ ἀεὶ τοῖς μὲν θερμοῖς ἡ μείζων τε καὶ πυκνοτέρα, τοῖς δὲ ψυχροῖς ἡ ἐλάττων τε καὶ ἀραιοτέρα.
因为较大且较频繁的呼吸总是与温热相一致,而较小且较稀疏的呼吸则与寒冷相一致。
μικρόν τε καὶ πυκνὸν ἀναπνέουσιν οἵ τε ἐδηδοκότες καὶ οἱ πεπωκότες στενοχωρίᾳ τοῦ διαφράγματος.
那些吃过东西和喝过东西的人由于横隔膜的狭窄而呼吸微弱且频繁。
οὕτω δὲ καὶ αἱ κύουσαι, κἀν τοῖς ὑδέροις τε καὶ ταῖς φλεγμοναῖς τοῦ ἥπατος καὶ τῆς γαστρὸς καὶ τοῦ σπληνὸς ὁμοίως ἀναπνέουσι διὰ τὴν αὐτὴν αἰτίαν.
同样,孕妇在水肿以及肝、胃、脾的炎症中也由于同样的原因而同样呼吸。
ἀλλὰ περὶ μὲν τῆς οἰκείας τούτων ἀναπνοῆς ἐν τοῖς περὶ δυσπνοίας εἰρήσεται.
但是,关于这些情况特有的呼吸,将在《论呼吸困难》中予以论述。
νῦν δὲ ἀρκεῖ καὶ ταῦτα αὖθις ἐνδείξειν τὸ πάνθ’ ὁμολογεῖν τὰ φαινόμενα τῷ προειρημένῳ δόγματι περὶ χρείας ἀναπνοῆς.
目前,这些事情也足以再次表明,所有现象都与上述关于呼吸有用性的学说相一致。

词汇与语法注释

  1. 422τὸ τὴν δύναμιν εἶναι — 作指示代词 τοῦτο 的同位语并具体解释其内容的带体词动词(对格不定式)短语,其中 τὴν δύναμιν 为其对格主语。
  2. 423τὸ μὴ οὐκ εἶναι — 在伴有否定词(οὐδείς)且表示“争论、质疑”的动词(ἀμφισβητεῖ)后,使用 μὴ οὐκ 加不定式的句式,用以表达确凿的事实(“他们确实要寒冷得多”,不含否定意义)。

引用这一段

盖伦, 论呼吸的作用 §4#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg020.humanitext-grc1:4%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。