Humanitext Reader

盖伦 · 论呼吸的作用 §3#2

火焰的维持与呼吸对先天热量的作用

第 6 段,共 11 段 · 希腊语

内容简介

作者解释了火焰维持所必需的双重运动(向外和向内)以及适度空气的作用,并将其类比应用于动物的先天热量(心)与呼吸(肺)的关系。他论证了呼吸对于维持先天热量和排空煤烟等废物是必不可少的,且这一学说比主张呼吸是为了滋养或生成灵魂的其他学说更为合理。

§3#2ἐπὶ δὴ τούτοις ἅπασι τοῖς φαινομένοις τῷ λόγῳ σκεψώμεθα πρῶτον μὲν τὸ πάντων ὕστατον ῥηθὲν, τὸ διττὸν τῆς κινήσεως, ὑπὸ τίνος ἀνάγκης γίνεται, μετὰ δὲ τοῦτο καὶ τῶν ἄλλων ἕκαστον.
基于所有这些现象,让我们首先通过理智来考察最后所说的一点,即由于何种必然性产生了运动的双重性,在此之后再依次考察其他各点。
ἐπεὶ τοίνυν ἅπασα φλὸξ ὠκυτάτην ἔχει τὴν διαφθορὰν, ἀεὶ γὰρ εἰς τὸ περιέχον σκίδναται, διὰ τοῦτο ἀναγκαῖον αὐτῇ καὶ τὴν γένεσιν ταχίστην ὑπάρχειν, ἄλλως γὰρ οὐκ ἂν οὐδ’ ἐπ’ ἐλάχιστον διήρκεσεν.
因此,既然所有的火焰都有着极其迅速的消亡,因为它们总是向周围散逸,所以对火焰而言,其生成也必须是极其迅速的,否则它甚至无法维持极短的时间。
ἀλλ’ ἔστιν ἑκάστῃ φλογὶ γένεσις ἐκ τῆς ὑποκειμένης ὕλης ἐξάπτεσθαι.
但对每一种火焰来说,生成就是从其下底的燃料中被燃旺。
εἰκότως ἄρα κίνησιν οὐ τὴν ἔξω μόνον τῆς ἰδίας ἀρχῆς, ἀλλὰ καὶ τὴν ἐναντίαν αὐτῇ τὴν εἴσω σύμφυτον ἔχει.
因此,自然而然地,火焰不仅具有从其自身起点向外的运动,还具有与之相反、向内的先天运动。
καὶ τοίνυν καὶ φθείρεσθαι πᾶσαν φλόγα ἀναγκαῖόν ἐστι τῆς ὕλης στερηθεῖσαν, ἢ τῶν κινήσεων τῆς ἑτέρας.
而且,任何火焰在被剥夺了燃料或双重运动之一时,都必然会消亡。
καθόλου γὰρ εἰπεῖν, ὡς πολλάκις ἐν ἑτέροις  δέδεικται, τῶν δεχομένων ἀλλήλας κινήσεων μὲν ἐναντίων, τὴν ἑτέραν χωρὶς τῆς ἑτέρας οὐ διασώζεσθαι.
因为总的来说,正如在其他著作中多次被证明的那样,在互相容纳的相反运动中,若没有其中一方,另一方就无法维持。
ταῦτ’ ἄρα συμμέτρως ψυχροῦ τοῦ περιέχοντος ἀέρος δεῖται πᾶσα φλόξ.
正因为如此,所有的火焰都需要周围有适度寒冷的空气。
ὁ μὲν γὰρ ὑπερβαλλόντως ἔκθερμος τὴν ἔξω κίνησιν αὐτῆς ἀμέτρως ἐργαζόμενος, ὁ δὲ ψυχρὸς τὴν ἔσωθεν σβέννυσιν.
因为过度炎热的空气会使它的向外运动变得无度,而寒冷的空气则会熄灭其向内的运动。
ἀμφότεροι τοίνυν ῥιπιζόμενοι ἀσυμμέτρως ἀναστέλλουσι τὴν φλόγα πρὸς τὴν ὕλην, ὥσπερ καὶ τὸ ψυχρόν· τὸ δὲ ὑπερβαλλόντως κινεῖσθαι σκεδάννυσιν, ὥσπερ καὶ τὸ θερμόν.
因此,当两者被无度地煽动时,都会像寒冷一样将火焰压回燃料处;而过度运动则像炎热一样使它散逸。
τῶν δὲ τὴν ἔξω κίνησιν ἄμετρον ἐργαζομένων ἐστὶ καὶ σικύα καὶ πᾶν, ὅ τί περ ἂν τῶν ὑπὸ τῆς ἐντὸς φλογὸς ἀέρα διακεκαυμένων εἴρξηται πρὸς τὴν ἔξω τοῦ πυρὸς τῶν ψυχρῶν ὁμιλίαν ἰέναι.
在那些使向外运动变得无度的事物中,既有吸角,也有任何防止被内部火焰加热的空气走向与火外冷空气相接触的器具。
ἡ δὲ συμμετρία σωτηρία τῆς πάσης φλογός ἐστιν.
而适度则是所有火焰的保存。
οὕτως οὖν οὐκ ἀπεικὸς ἔχειν κᾀπὶ τῆς ἐν τοῖς ζώοις θερμασίας.
因此,动物体内的热量情况与之相似,也是合乎情理的。
ὕλην μὲν, ὅθεν ἀνάπτεται, τὸ αἷμα, σύμφυτον δὲ ἔχουσα κινήσεως ἀρχὴν ἐφ’ ἑκάτερα, τῆς ἑτέρας στερηθεῖσα, καὶ τῆς λοιπῆς ἐξ ἀνάγκης στερίσκεται· καὶ διὰ τοῦτ’ αὐτὸ, ἐάν τε ἀναπνοῆς εἴρξῃς, ἐάν θ’ αἵματος, εὐθέως διαφθείρεται.
燃料,即它被点燃的地方,是血液,且由于它先天具有向两个方向运动的原理,当被剥夺其中之一时,也必然会失去剩下的一方;正因为这个原因,无论你阻断呼吸还是血液,它都会立刻消亡。
καὶ γὰρ καὶ τὴν τοῦ λύχνου φλόγα ἅμα ἀφαιρήσεις καταπνίξας ἢ παντάπασιν ἐλαίου στερήσας.
因为事实上,你若将油灯窒息或完全剥夺其油,都会同时消除它的火焰。
ἀνάλογον οὖν τίθεσο τῇ μὲν θρυαλλίδι τὴν καρδίαν, τῷ δὲ ἐλαίῳ τὸ αἱματῶδες, τῷ δὲ ὀργάνῳ τὸν πνεύμονα.
因此,你可以把心比作灯芯,把血液物质比作油,把肺比作灯具。
περίκειται γὰρ δή τοι ἔξωθεν τῇ καρδίᾳ δίκην σικύας.
因为肺确实像吸角一样从外部包围着心脏。
ἀλλὰ, παρ’ ὃν μὲν ἀναπνεῖ τὸ ζῶον χρόνον, εἰκάσαις ἂν αὐτὸν, οἶμαι, τετρημένῃ σικύᾳ κατὰ δὲ τὸν τῆς ἐπισχέσεως καιρὸν ἀτρήτῳ τε καὶ πανταχόθεν στεγούσῃ.
但是,在动物呼吸的这段时间里,我想你可以把它比作有孔的吸角;而在屏气的时候,则比作无孔且从四面密封的吸角。
ὡς οὖν ἡ μὲν τετρημένη σικύα σβεννύειν οὐ δύναται τὴν ἐντὸς φλόγα διὰ τοῦ τρήματος ἀναπνέουσαν, ἡ δὲ τοὐναντίον παραχρῆμα σβέννυσι καταπνίγουσα, τὸν αὐτὸν ὁ πνεύμων τρόπον ὁ μὲν στεγανὸς, οἷος ὁ κατὰ τὰς ἐπισχέσεις, σβέννυσι, ὁ τετρημένος δὲ, οἷος ὁ κατὰ τὰς ἀναπνοὰς, διασώζει τὴν ἔμφυτον θερμότητα.
正如那有孔的吸角无法熄灭通过孔洞呼吸的内部火焰,而相反地,无孔的吸角会因窒息而立刻将其熄灭一样,肺也是以同样的方式,当它密封时(如在屏气期间)会熄灭热量,而当它有孔时(如在呼吸期间)则保存着先天热量。
ἐγὼ δὲ καὶ κάμινον ἰδὼν σβεννυμένην ὑπὸ τοῦ μὴ διαπνεῖσθαι, κᾄπειτα αὐτὴν παρανοιχθεῖσαν πολὺ μὲν αἰθαλῶδες ἐκπνεύσασαν, πολὺ δ’ ἔξωθεν εἰσπνεύσασαν τὸν ἀέρα καθαρὸν, ἐπ’ ἀμφοτέροις ἀναλάμψαι, οὐ μικρὰν τῆς ἐκπνοῆς ἐλογισάμην εἶναι τὴν χρείαν εἰς τὸ κενοῦν τὴν οἷον λιγνὺν τοῦ αἵματος.
而我,在看到一个因不通气而熄灭的炉子,之后被稍微打开,呼出许多煤烟般的废气,同时从外部吸入许多洁净的空气,并因这两者而重新燃旺时,便考虑到呼气在排空血液中的煤烟等废物方面,其用处绝非渺小。
αἴθαλος γὰρ καὶ καπνὸς καὶ λιγνὺς καὶ πᾶν τὸ τοιοῦτον περίττωμα τῆς καιομένης ὕλης οὐδὲν ἧττον ὕδατος ἀποσβέννυσθαι πέφυκε τὸ πῦρ.
因为煤烟、烟雾、尘垢以及燃烧燃料的所有此类残留物,其熄灭火的本性绝不亚于水。
ἐξ ἁπάντων οὖν τούτων ἔστιν ἀποδέξασθαι τῶν λεγόντων, τῆς ἐμφύτου θερμασίας ἕνεκεν ἀναπνεῖν τὰ ζῶα.
因此,从所有这些中,可以接受那些认为动物为了先天热量而呼吸的学说。
καὶ γὰρ τὸ ῥιπίζεσθαι συμμέτρως χρήσιμον, καὶ τὸ μετρίως ψύχεσθαι.
因为适度被煽动是有用的,适度被冷却也是有用处的。
ἄμφω γὰρ ταῦτα φαίνεται ῥωννύντα τὴν εἴσω θερμασίαν, κίνησίν τε ἀναγκαῖον ἔχειν κάτω τὸ καπνῶδες, ὡς ἂν εἴποι τις, ἐκκενοῦν τῆς τοῦ αἵματος συγκαύσεως.
因为这两者似乎都能增强体内的热量,并且有必要具有向下的运动,以排空可以说是血液燃烧所产生的烟雾废料。
ταῦτ’ ἐπιστημονικὴν μὲν οὐκ ἔχει τὴν πίστιν, οὐδ’ ἀναγκαίαν τὴν ἀπόδειξιν, οἵαν ἐν τοῖς ἄλλοις ἀεὶ μεταχειρίζεσθαι σπεύδομεν, οὐ μὴν ἐστέρηται τοῦ πιθανοῦ.
这些事情虽然没有科学上的确信,也没有我们在其他事情中总是力求使用的必然证明,但它们绝不缺乏合理性。
τὸ γὰρ τάχος τῆς ἀπωλείας τοῦ ζώου τοιαύτην ἐπιζητεῖ τὴν αἰτίαν τῆς τροφῆς, ἣν οἱ θρέψεως ἕνεκα ψυχῆς ἀναπνεῖν ἡμᾶς λέγοντες αἰτιῶνται χρόνου μακροτέρου δεῖν, γενέσεως δὲ τῆς ψυχῆς Ἀσκληπιάδης φησὶν, ὁμολογουμένης μὲν τῷ τάχει, μαχομένης δὲ ἄλλοις μυρίοις, καὶ τοῖς κατ’ ἀρχὰς εἰρημένοις ἐν τῷδε τῷ λόγῳ, κοινῇ πρὸς ἁπάσας τὰς αἱρέσεις, ὅσαι δι’ ἔνδειαν ἀέρος ἀπόλλυσθαι τὰ ζῶα νομίζουσι στερηθέντα τῆς ἀναπνοῆς.
因为动物消亡的迅速性要求其营养具有这样的原因,而那些说我们为了滋养灵魂而呼吸的人所主张的原因则需要更长的时间,而阿斯克勒庇亚德斯所说的灵魂的生成虽然在速度上一致,却与无数其他事情相冲突,包括在本论著开头所说的那些,这些冲突普遍存在于所有认为动物在被剥夺呼吸时因缺乏空气而死亡的学派中。
εἰ τοίνυν τὸ τάχος τῆς ἀπωλείας τοῦ ζώου διὰ μὲν ἀτροφίαν τῆς ψυχῆς οὐσίας οὐκ ἐγχωρεῖ γίγνεσθαι, διὰ δὲ τὴν γένεσιν ἐγχωρεῖ μὲν, ἀλλ’ ἐπὶ ψευδέσι ταῖς ὑποσχέσεσιν, ἡ δὲ τῆς ἐμφύτου θερμασίας ἀπώλεια μηδὲν ἔχει τῶν φαινομένων ἐναντιούμενον, εὐλογώτερον ἐκείνου προέσθαι.
因此,如果动物消亡的迅速性不可能通过灵魂实质的营养不良发生,而通过其生成虽然可能,却是建立在错误的前提之上,同时先天热量的消亡在现象中没有任何与之相反的证据,那么选择后者会更为合理。

词汇与语法注释

  1. p.490τῶν δεχομένων ἀλλήλας κινήσεων μὲν ἐναντίων — 带有关系性分词短语的属格结构。此属格并非由前方的 `δεῖται` 支配,而是构成一个表示一般原理的属格独立结构(Genitive Absolute),意为“在互相容纳的相反运动中”,作为后文对格加不定式结构 `τὴν ἑτέραν ... οὐ διασώζεσθαι` 的前提条件。
  2. p.491τῷ δὲ ὀργάνῳ τὸν πνεύμονα — 在双重宾格/与格的类比结构中,将对格 `τὸν πνεύμονα` 直接与与格 `τῷ δὲ ὀργάνῳ` 对应。受前文动词 `ἀνάλογον οὖν τίθεσο`(“因此将……作类比置于……”)的支配,此处形成了一个省略了重复动词的对应句式。
  3. p.493ὁμολογουμένης μὲν — 阴性属格单数分词,修饰前方的名词 `γενέσεως`(阴性属格单数)。它限定了阿斯克勒庇亚德斯所说的灵魂的“生成”,说明这一假说虽然在消亡的“迅速性”(`τῷ τάχει`)上与事实相符,但在其他无数方面都存在冲突。

引用这一段

盖伦, 论呼吸的作用 §3#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg020.humanitext-grc1:3%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。