§3#1Εἰ τοίνυν ἤτοι τῆς οὐσίας αὐτῆς τοῦ ἀέρος ἣ ἧστινος οὖν ἐνδείᾳ ποιότητος ἀποθνήσκει τὰ ζῶα πνιγόμενα, δέδεικται θάτερον ἀδύνατον.
因此,如果窒息的动物死亡,要么是由于缺乏空气本身的有形实质,要么是由于缺乏某种品质,那么其中之一(实质的缺乏)已被证明是不可能的。
ἀπολείπεται θάτερον, ἐνδείᾳ ποιότητός τινος ἐν ταῖς ἐπισχέσεσι τῆς ἀναπνοῆς πνίγεσθαι τὰ ζῶα.
剩下的则是另一种可能,即在屏气期间,动物由于缺乏某种品质而窒息。
τί γοῦν ἐστιν αὕτη, σκεπτέον.
那么,这一品质究竟是什么,必须予以考察。
ἐπεὶ τοίνυν, ὅταν ἐν τοῖς κατὰ τὴν καρδίαν καὶ τὸν θώρακα τόποις ἀθροισθῇ θερμασία πλείων τῆς κατὰ φύσιν, ὡς ἐν τοῖς καυσώδεσι πᾶσι συμπίπτει νοσήμασιν, εὐθὺς καὶ πλέον τοῦ συνήθους ἀναπνεῖν ὀρεγόμεθα, δόξειεν ἂν ἐμψύξεως ἕνεκα ἡ ἀναπνοὴ γενέσθαι.
因此,每当在心和胸的区域聚集了超过自然状态的较多热量时(正如在所有高热疾病中都会发生的那样),我们便立刻渴望进行比平时更多的呼吸,这似乎表明呼吸是为了冷却而产生的。
ἀλλὰ πάλιν εἰ κατεψυγμένων τῶν αὐτῶν τούτων ὀργάνων, ὡς ἔν τε τοῖς βουλίμοις καλουμένοις, κᾀπειδάν τις ἰσχυρῷ ὁμιλήσῃ κρύει, μὴ ὅτι ψύχει τὴν ἐν ἡμῖν θερμασίαν, ἀλλὰ καὶ θερμαίνει, δι’ ὀλίγου δεῖν ἅπασαν ἐψυγμένην, ὅμως εἰσπνέειν ὀρεγόμεθα, δόξει ἐναντιοῦσθαι, τὴν ἀναπνοὴν ἐμψύξεως ἕνεκα γίνεσθαι.
但相反地,如果当这些相同的器官被冷却时——正如在所谓的“暴食症”中,以及每当有人遭遇剧烈寒冷时,呼吸不仅没有冷却我们体内的热量,反而将几乎完全冷却的热量予以温暖——我们却仍然渴望吸气,这似乎与呼吸是为了冷却而产生的观点相抵触。
καί τοί τινες ἀντιλαμβανόμενοι δεῖσθαι ἀεί φασιν ἐμψύξεως τὴν ἐν τοῖς ζώοις θερμασίαν, ἀλλ’, ὅταν μὲν αὐξηθῇ, πλείονος, ἐλάττονος δὲ, ὅταν ἀῤῥωστοτέρα γένηται.
然而,有些反驳者说,动物体内的热量始终需要冷却,只是当它增加时需要较多,而当它变弱时需要较少。
καὶ τὰς τοιαύτας διαθέσεις, οὐ γὰρ οὕτως ἐναντιοῦσθαι τῷ δόγματί φασιν, ἀλλὰ καὶ μαρτυρεῖν οἴονται.
他们认为,此类状态不仅不与该学说相冲突,反而甚至为其提供了证明。
χαλεπὸν τοίνυν αὐτὸ τοῦτο πρότερον γίγνεται καὶ δυσδιαίτητον, ὅταν ἀπὸ τῶν αὐτῶν φαινομένων ὑπεναντίας ἐνδείξεις ἔχωνται.
因此,这件事情本身首先变得困难且难以调解,每当从相同的现象中得出相反的证据时。
μεταστῆναι γὰρ οὐδετέρους οἴονται, τοὺς μὲν, ὡς ἔμψυξίς ἐστιν ἡ χρεία τῆς ἀναπνοῆς, εἰ, θερμαινομένων τῶν ἀναπνευστικῶν ὀργάνων, ἔλαττον ἀναπνέομεν· τοῖς δ’ οὐδαμῶς, ὅσον ἐπὶ τούτοις, ἐμψύχεσθαι δεόμεθα.
因为他们认为双方都不会让步:一方认为呼吸的功用是冷却,因为如果当呼吸器官变热时[我们在其变冷时]呼吸得较少;而对另一方来说,就这些情况而言,我们绝不需要冷却。
λέγοντος γοῦν, φασὶν, Ἱπποκράτους ἐν προγνωστικῷ, Ψυχρὸν δ’ ἐκπνεόμενον ἔκ τε τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίγνεται, τὴν τοιαύτην τις ἐννοησάτω διάθεσιν, οἵα τίς ποτέ ἐστιν·
例如,他们说,毕波克拉底在《预后论》中说:“从鼻和口中呼出冷气,这已经是非常致命的了。
εὑρήσει γὰρ, οἶμαι, κατεψυγμένων ἱκανῶς τῶν ἀναπνευστικῶν ὀργάνων, γινομένην αὐτήν.
”让人设想一下这究竟是一种怎样的状态;因为我认为,他会发现这种情况发生在呼吸器官被充分冷却的时候。
ἐχρῆν οὖν, φασὶ, μηδ’ ὅλως ἀναπνεῖν τοὺς οὕτω διακειμένους, ὡς ἂν τὸ τῆς ἐμψύξεως δεόμενον οὐκ ἔχοντας.
因此,他们说,处于这种状态的人应该完全不呼吸,因为他们并不拥有需要冷却的东西。
ὡς γὰρ, εἰ μηδὲν ὅλως εὐθὺς ἐξ ἀρχῆς ἐγένετό τι τὸ δεόμενον ἐμψύξεως, οὐκ ἂν ἦν οὐδεμία χρεία τῆς ἀναπνοῆς, οὕτως, εἰ πρόσθεν ἦν, οἴχεται δὲ νῦν, οὐ δεησόμεθα.
因为正如最初如果完全没有任何需要冷却的东西,就根本不需要呼吸一样,同样地,如果以前有而现在消失了,我们也就不会需要它。
πρὸς δὴ ταῦτα, φασὶν, ἡ διὰ τῆς ἀναπνοῆς κίνησις ἐξάπτει ῥιπίζουσα.
针对这些,他们说,通过呼吸产生的运动通过扇风(煽火)来将其燃旺。
τὸ δὲ ὅτι μὴ ταὐτόν ἐστι τῷ πρόσθεν, οὐ μακροῦ μοι δοκεῖ δεῖσθαι λόγου.
但这 y点与前者并不同,在我看来似乎不需要赘言。
πρόσθεν μὲν γὰρ ἔλεγον ἐμψύχεσθαι, νῦν δὲ ἐξάπτεσθαι.
因为先前他们说它是被冷却,现在却说是被燃旺。
ἐναντίον δὲ δήπου τὸ ἐμψύχεσθαι τῷ ἐξάπτεσθαι.
而冷却与燃旺自然是相反的。
τὸ μὲν γὰρ σβέννυσι, τὸ δὲ ἐξάπτει τὴν θερμότητα, καὶ τὸ μὲν, ἵνα μὴ καυθῇ τὸ δεχόμενον αὐτὴν σῶμα, τὸ δὲ, ἵνα μὴ καταψυχθῇ, γίνεται, πλὴν εἰ κατὰ συμβεβηκὸς καὶ τὸ ψυχρὸν ἐξάπτειν λέγοιεν.
一方熄灭热量,另一方则将其燃旺,且前者是为了让接收它的身体不被灼伤而发生,后者则是为了让它不被冻结而发生。 除非他们说,即使是冷的东西也会因附随(偶然)而燃旺。
οὕτως δ’ οὐ τὴν χρείαν τῆς ἀναπνοῆς, ἀλλὰ τὴν ποιητικὴν αἰτίαν εἴρηκεν.
但如此一来,他所说的就不是呼吸的功用,而是其动力因(作用因)了。
ἔστι γοῦν ἄμεινον, ἐπὶ τὸ κοινὸν τῶν τοιούτων αἱρέσεων μεταβάντας ἐκεῖνο πρότερον διασκέψασθαι.
无论如何,转向此类学派的共同点并首先对其予以考察,会是更好的做法。
κινδυνεύουσι γὰρ ἅπαντες, ὅσοι περὶ τῆς ἐμφύτου θερμασίας παρηκασί τι, τὴν μὲν σωτηρίαν αὐτῆς ὀνειρώττειν, οὐ δύνασθαι δὲ ἀκριβῶς καὶ διηρθρωμένως ἐξηγήσασθαι τὸ σφέτερον νόημα, καὶ διὰ τοῦτο, οἶμαι, οἱ μὲν ἔμψυξιν, οἱ δὲ ῥίπισιν, οἱ δὲ ῥῶσιν γράφουσι.
因为所有探讨过先天热量的人,似乎都只是在梦中想象着它的维持,却无法准确而清晰地阐明他们自己的想法;我认为,也正是因为这个原因,一些人写作冷却,另一些人写作煽火,还有一些人则写作强化。
μάλιστα δὲ αὐτοὺς οἶμαι προτρέπειν τὰ περὶ τὰς φλόγας φαινόμενα.
而我认为,最促使他们的,是关于火焰的现象。
ταύτας γὰρ ἐναργῶς ὁρῶμεν οὕτως ταχέως ἀπολλυμένας, ὅταν ἀποστερηθῶσιν ἀέρος, ὥσπερ τὰ ζῶα, καθάπερ δηλοῦσιν αἱ τῶν ἰατρῶν σικύαι, καὶ πάνθ’ ὅσα στενὰ καὶ κοῖλα περιτιθέμενα, τῆς διαπνοῆς αὐτὰ εἴρξαντα, ῥᾳδίως κατασβεννύουσιν.
因为我们清楚地看到,当这些火焰被剥夺空气时,它们会像动物一样极其迅速地消灭,正如医生的吸角(拔罐)以及所有那些呈狭窄且凹陷状、覆在上面并阻断其透气从而轻易将它们熄灭的器具所表明的那样。
ἂν τοίνυν εὑρεθῇ, τί ποτε φλόγες ἐν ταῖς τοιαύταις διαθέσεσι πάσχουσαι σβέννυνται, τάχα ἂν εὑρεθείη, τί ποτέ ἐστιν, ὃ παρὰ τῆς ἀναπνοῆς ἀπολαύει χρηστὸν ἡ ἐν τοῖς ζώοις θερμασία.
因此,如果能发现火焰在这些状态下究竟经受了什么而熄灭,或许也就能够发现动物体内的热量从呼吸中获得了什么益处。
πρὸς δὴ τὴν εὕρεσιν αὐτῶν πάντας ἐπέλθωμεν τοὺς τρόπους, καθ’ οὓς αἱ φλόγες ὁρῶνται σβεννύμεναί τε καὶ αὐξανόμεναι.
为了发现这些,让我们探寻火焰被看见熄灭和增加的所有方式。
οὐ γὰρ μόνον εἰ περιθείη τις τίτανον αὐταῖς, ἀλλὰ καὶ τοῖς βαλανείοις τε καὶ τοῖς ἡλίοις τοῖς διακαέσι, καὶ τοῖς ψύχεσι τοῖς ὑπερβάλλουσι, καὶ σφοδρῶς ῥιπιζόμεναι, καὶ πλήθεσιν ὕλης ἐπ’ αὐτῶν σωρευθείσης, καὶ τοὐναντίον ἐνδείᾳ τροφῆς ὁρῶνται σβεννύμεναι, ῥωννύμεναι δὲ καὶ αὐξανόμεναι πρός τε τοῦ μετρίου ψυχροῦ, κᾂν εἰ μετρίως ῥιπίσῃς, καὶ τροφῆς εὐποροῦσαι συμμέτρου.
因为可见火焰熄灭不仅是在有人于其周围放置石灰时,而且在浴池中、在灼热的烈日下、在极度的寒冷中、在受到猛烈煽火时、在其上堆积了过量燃料时,以及相反在缺乏燃料时,它们都会熄灭;而它们变强和增加,则是由于适度的寒冷、即使只是适度的煽火,以及富含适量的燃料。
ἐπὶ τοίνυν τούτοις ἔτι κᾀκεῖνο προσκείσθω, τὸ φαίνεσθαι πάσας τὰς φλόγας διττὴν κίνησιν κινουμένας, ἑτέραν μὲν ἀπὸ τῆς ὕλης, ὅθεν ἐξάπτονται, μάλιστα μὲν ἄνω φερομένας ἤδη καὶ πάντη σκιδναμένας, ἑτέραν δὲ ἐναντίαν ταύτῃ πρὸς τὴν ἀρχὴν ἑαυτῶν καὶ οἷον ῥίζας συστελλομένας τε καὶ συνιζούσας.
因此,在这些之外还要加上这一点:所有的火焰似乎都以双重运动在运动,一种是从它们被燃旺的燃料处出发,主要向上延伸并向四面八方散逸,另一种则是与此相反,朝向它们自身的起点,像根一样收缩并凝聚。
καὶ γὰρ, εἰ λαμπάδος μεγίστης τὸ ἄνω πέρας ἐξάψαις, ἐπὶ τὸ κάτω ταχέως ἀφίξεται τὸ πῦρ·
因为的确,如果你点燃一支极大的火把的上端,火会迅速到达下端;并且,如果你熄灭了油灯的火焰,再把另一团火靠近向上飘散的煤烟的末端,你就会看到油灯的灯芯再次燃烧起来。
κᾂν εἰ τὴν λυχνιαίαν φλόγα σβέσας τῷ πέρατι τῆς ἄνω φερομένης αἰθαλώδους λιγνύος προσενέγκαις ἕτερον πῦρ, εἶτ’ αὖ καιομένην ὄψει τοῦ λύχνου τὴν θρυαλλίδα, οὐδενὸς τῶν τοιούτων γίγνεσθαι δυναμένου, εἰ μόνον τὸ πῦρ ἔσχε τὴν ἐπὶ τὰ ἄνω κίνησιν.
如果火仅仅具有向上的运动,那么此类事情根本不可能发生。