§2#3καὶ πρώτην γε πάλιν ἐξ αὐτῶν μεταχειρισόμεθα τὴν περὶ τῆς κινήσεως τῶν ἀρτηριῶν.
我们将再次首先探讨其中关于动脉运动的论点。
οἱ γάρ τοι τοῖς Ἐρασιστρατείοις ἀμφισβητοῦντες ἀλλοιοῦσθαί φασι χρῆναι τὴν κίνησιν τῶν ἀρτηριῶν παρὰ τὸν τῆς ἐπισχέσεως καιρὸν, ἄν τε κραδαίνεσθαι τὴν καρδίαν μόνον, ἄν τε καὶ καταστέλλεσθαι ὑποθῆται.
因为那些反驳埃拉西斯特拉托斯学派的人说,在屏气期间,动脉的运动必须发生改变,无论假设心脏只是震颤,还是假设它也在进行扩张和收缩。
κραδαινομένης μὲν γὰρ, παντάπασιν ἀκινήτους χρὴ ἐγγίνεσθαι, μηδὲν λαμβανούσας παρ’ αὐτῆς, διαστελλομένης δὲ καὶ συστελλομένης, διπλοῦν φαίνεσθαι δεῖ τὸν σφυγμόν.
因为如果心脏只是震颤,由于动脉没有从它那里接收到任何东西,动动脉必须完全保持不动;而如果心脏在扩张和收缩,那么脉搏必然会呈现为双倍。
ἐν μὲν γὰρ δὴ τῷ κατὰ φύσιν ἔχειν τὸ ζῶον συστελλομένη μὲν τὸ πνεῦμα ταῖς ἀρτηρίαις ἔπεμπεν, αἱ δὲ πληρούμεναι διεστέλλοντο· διαστελλομένη δὲ ἥδ’ εἷλκεν ἐκ τοῦ πνεύματος, αἱ δὲ τηνικαῦτα κενούμεναι συνεστέλλοντο.
因为当动物处于自然状态时,心脏收缩时将普纽玛送入动脉,动脉因充满而扩张;而当心脏扩张时,它从肺部吸入,动脉此时排空而收缩。
κατὰ δὲ τὸν ἐπισχέσεως καιρὸν, ἐπειδὴ διαστελλομένη παρὰ τῶν ἀρτηριῶν ἕλκει, παντί που δῆλον, ὅτι παλινδρομήσει τὸ δι’ αὐτῶν πρότερον ἐκ τῆς καρδίας ἐνηνεγμένον πνεῦμα.
但在屏气期间,既然心脏在扩张时是从动脉中吸入,那么任何人都会明白,先前通过动脉从心脏输送出的普纽玛将会倒流。
καὶ οὕτως, εἰ μὲν ἴσον εἴη τῷ πρόσθεν, ἴσην καὶ ποιήσεται τὴν διαστολὴν ἀρτηριῶν, εἰ δὲ μεῖον, ἐλάττονα πάντως ἢ πρόσθεν ποιήσεται διαστολὴν, καὶ αὐτὴν δηλονότι κατὰ τὸν καιρὸν ἐκεῖνον ποιήσεται, καθ’ ὃν συνεστέλλετο πρότερον.
如此一来,如果倒流的量与先前相等,它也会产生与先前相同的动脉扩张;如果较少,则必然会产生比先前更小的扩张,并且显然它会在先前动脉收缩的那个时刻产生这种扩张。
τοῦτο δὲ οὐδέν ἐστιν ἄλλο, ἢ διπλασιασθῆναι τὰς κινήσεις τῶν ἀρτηριῶν.
这无异于动脉运动的倍增。
οὐ μὴν φαίνεται οὕτως γινόμενον· ᾧ δῆλον, ὅτι ψευδεῖς αἱ ὑποθέσεις εἰσίν.
然而,事实并非如此;由此可见,那些假设是虚假的。
ἔτι δὲ καὶ τοῦτο ἐπανερωτῶσιν, εἰ μηδὲν ἐκ τῶν ἀρτηριῶν κενοῦται περὶ τὸν τῆς ἐπισχέσεως καιρόν.
此外,他们还追问这一点:在屏气期间,是否有任何东西从动脉中排空。
ἔμπροσθεν μὲν γὰρ, ἡνίκα ἔπνει κατὰ φύσιν τὸ ζῶον, αὐτὸς ὁ Ἐρασίστρατος οἴεται πᾶν ἐκκενοῦσθαι τὸ παρὰ τῆς καρδίας ἐκπεμπόμενον αὐταῖς.
因为先前在动物自然呼吸时,埃拉西斯特拉托斯本人认为,心脏输送给动脉的所有东西都被排空了。
δῆλον ὡς ἐκτὸς τοῦ σώματος ἐκρίνετο, ἤ πως ἄλλως ἐκενοῦτο.
显然,它是排泄到体外,或是以其他方式排空了。
νυνὶ δὲ τί ποτε φήσουσιν;
但现在他们会怎么说呢?
ἆρα διεξέρχεσθαι μὲν οὕτως ὠκέως αὐτὸν διὰ τῶν ἀρτηριῶν, ὥσπερ καὶ πρόσθεν, οὖ μὴν ἐκκενοῦσθαι τὸ βραχύτατον αὐτοῦ;
难道是空气像以前一样迅速地穿过动脉,却连极微小的一部分都没有排空吗?
καὶ πῶς ἐνδέχεται;
这又怎么可能呢?
ἀλλὰ κενοῦσθαι μὲν, οὐ μὴν ἕλκεσθαι αὖθις ἐκ τοῦ περιέχοντος, ὅταν ἡ καρδία παρὰ τῶν ἀρτηριῶν ἀνέλκῃ διαστελλομένη;
或者是排空了,但当心脏在扩张时从动脉中吸回时,并不从周围的空气中再次吸入?
οὐδὲ τοῦτο εἰπεῖν ἐγχωρεῖ.
这同样是说不通的。
καὶ μὴν, εἴπερ ὅλως ἐστὶν ἀδύνατον ἐν τῷ διαστέλλεσθαι τὴν καρδίαν ἕλκεσθαί τι παρὰ τῶν ἀρτηριῶν ἔξωθεν, ἐκ τοῦ περιττοῦ θώραξ καὶ πνεύμων ἐγένετο.
而且,如果心脏在扩张时完全不可能从动脉中吸入外部的任何东西,那么胸廓和肺就是多余的了。
οὐδὲ γὰρ τοῦτο ἔστιν εἰπεῖν, ὡς ἔλαττον ἂν εἷλκεν ἐκ τῶν ἀρτηριῶν, ἢ τοῦ πνεύμονος, ὅπου, τῶν ὑμένων ἐπικειμένων, ἕλκειν οὐδὲν ἧττον δύναται.
因为不能说心脏从动脉中吸入的会比从肺中吸入的少,既然在有膜瓣阻挡的情况下,它依然能同样吸入。
δηλοῦνται δὲ ταῦτ’ ἐκ τοῦ μεγέθους τῶν σφυγμῶν.
这些也可以从脉搏的大小中表现出来。
παντί που δῆλον, ὡς πολὺ μᾶλλον εἷλκεν ἂν, εἰ μηδ’ ἐπεφύκεισαν ὑμένες ἐν τῷ στόματι τῆς μεγάλης ἀρτηρίας.
任何人都会明白,如果大动脉的入口处没有自然长出膜瓣,吸入的量还会多得多。
τὸ δ’ ὅλον, εἰ μήθ’ ἡ καρδία μήτε τις τῶν κατὰ μέρος ἀρτηριῶν ἀποροίη πνεύματος, ἐν ταῖς τῆς ἀναπνοῆς ἐπισχέσεσιν, ὡς δηλοῦσιν αὐτῶν αἱ διαστολαὶ, τὸν ἴσον ὄγκον τὸν πρόσθεν διασώζουσαι, τὸ πνίγεσθαι δὲ δέχεται σαφῶς, δηλοῦν, ὡς οὐχὶ τῆς οὐσίας αὐτῆς τοῦ ἀέρος ἔνδεια πνίγει τὰ ζῶα.
总之,如果心脏和各个局部动脉在屏气期间都不缺乏普纽玛(如它们的扩张保持了与先前相同的体积所表明的那样),但窒息却显然发生,这清楚地表明,并非空气本身的实质缺乏导致了动物的窒息。
δήλη μὲν ἤδη καὶ ἡ Ἀσκληπιάδειος ἐξηλεγμένη δόξα μετὰ τῆς Ἐρασιστράτου.
显然,阿斯克勒庇亚德的观点也已经和埃拉西斯特拉托斯的一起被驳倒了。
δήλη τε καὶ ἡ Πραξαγόρου, καὶ Φιλοτίμου, καὶ εἴ τις ἕτερος ἕνεκα θρέψεως μόνης τοῦ ψυχικοῦ πνεύματος ἀναπνεῖν ἡμᾶς φησι.
同样显然的还有普拉克萨哥拉斯、菲洛蒂莫斯的观点,以及任何其他认为我们呼吸仅仅是为了养育精神普纽玛的人的观点。
πρόσκειται δ’ ἐν τῷ λόγῳ τὸ, μόνης, εὐλόγως.
在论证中合理地加上了“仅仅”这个词。
οὐδὲ γὰρ, ὡς μὴ ἐνδέχεται τρέφεσθαι τὸ ψυχικὸν πνεῦμα πρὸς τῆς ἀναπνοῆς, ἀπέδειξεν ὁ λόγος, ἀλλ’ ὡς τὸ πνίγεσθαι τοῖς ζώοις, ἐπεχομένης τῆς ἀναπνοῆς, οὐ διὰ τὴν ἀτροφίαν τοῦ ψυχικοῦ πνεύματος γίνεται.
因为该论证并不是要证明精神普纽玛不能通过呼吸得到养育,而是要证明在屏气时动物的窒息并不是由于精神普纽玛的营养不良而发生的。
πάρεστι γὰρ αὐτοῖς δαψιλὲς ἐν τῷ πνεύμονι τὸ πνεῦμα, καὶ ἄλλως χρόνου μικροτέρου δεῖται τὸ δι’ ἔνδειαν τοῦ τρέφοντος πνεύματος ἀπόλλυσθαι μέλλον.
因为动物的肺中存有充沛的普纽玛,而且另外,那些因缺乏养育的普纽玛而将要消亡的事物,本应需要更短的时间。
Ἀσκληπιάδῃ δὲ οὐδὲ ταῦτα μόνον, ἀλλὰ καὶ τὰ δι’ ἑτέρων ἡμῖν εἰρημένα πρὸς τοὺς περὶ ψυχῆς αὐτοῦ λόγους μάχεται.
而对于阿斯克勒庇亚德来说,不仅这些,我们在其他著作中针对他的灵魂论所阐述的观点也与他相冲突。
δείκνυται γὰρ ἐν ἐκείνοις, ὡς ἡ τῆς ψυχῆς οὐσία, κᾂν μὴ μία ᾖ, διὰ παντὸς τοῦ βίου μέχρι χρόνου συχνοῦ διαμένει· κατὰ δὲ τὸν Ἀσκληπιάδην οὐδὲ ἀριθμῆσαι δυνατὸν, ὅσας ἔχει.
因为在那些著作中已经证明,灵魂的实质即使不是单一的,也会在整个生命过程中维持相当长的时间;但根据阿斯克勒庇亚德的观点,甚至无法计算一个人拥有多少个灵魂。
κᾂν μὲν γὰρ ὀλίγον πρόσθεν οὖσα νῦν οἴχεται τελέως, ἄλλη δ’ ἔστιν ἡ νῦν οὖσα, μικρὸν δ’ ὕστερον οἰχήσεται μὲν αὕτη, γενήσεται δ’ ἑτέρα. ὃ ὡς ἔστιν ἀδύνατον καὶ ἄτοπον, δι’ ἐκείνων ἀποδέδεικται.
因为如果不久前存在的灵魂现在已完全消失,现在存在的又是另一个灵魂,而稍后这个灵魂又会消失并产生另一个,这既不可能又荒谬,已在那些著作中被论证了。