§2#2περὶ δὲ τῆς τῶν ἀρτηριῶν κινήσεως, ὁμοίως ἔν τε ταῖς ἀναπνοαῖς καὶ ταῖς ἐπισχέσεσι γιγνομένης, οὔ φασι χρῆναι θαυμάζειν οἱ Ἐρασιστράτειοι, τοσοῦτον γὰρ μόνον παραλλάττειν αὐτὴν τῆς ἐν τῷ κατὰ φύσιν διοικήσεως, ὅτι μὴ παρὰ τοῦ πνεύμονος, ἀλλὰ παρὰ τῆς μεγάλης ἀρτηρίας ἡ καρδία τὴν ὁλκὴν τοῦ πνεύματος ποιησαμένη πάλιν εἰς ἐκείνην πέμπει· καὶ δι’ αὐτό γέ φασι πνίγεσθαι τὸ ζῶον, ὅτι τῆς παρὰ τοῦ πνεύμονος ἐστέρηται χορηγίας.
关于动脉的运动,在呼吸和屏气期间同样进行着,埃拉西斯特拉托斯学派的人说不应当对此感到惊奇;因为他们说这与自然状态下的管理仅有如此程度的不同,即心脏不是从肺部、而是从大动脉吸入普纽玛(气),并将其再次送回该动脉;且他们说,正是由于这个原因,动物才会窒息,因为它被剥夺了来自肺部的供应。
τὰ μὲν δὴ πρὸς ἑκατέρων ἀντιλεγόμενα τοιαῦτα τετύχηκεν ὄντα, καὶ πρὸς τούτοις ἔτι τὸ μήπω μὲν εἰρημένον, νῦν δὲ ἰδίᾳ καὶ χωρὶς τῶν ἄλλων εἰρησόμενον, ὅτι μοι δοκεῖ περαίνειν ἐναργέστατον μόνον.
那么,双方相互反驳的论点就是如此,而在这些之外,还有一个迄今尚未说出、但现在将单独且与其他论点分开予以阐述的论点,因为在我看来,唯有它能最清晰地得出结论。
ἐν μὲν γὰρ δὴ ταῖς ἐπισχέσεσι τῆς ἀναπνοῆς τί τὸ κωλῦόν ἐστιν ἕλκειν μὲν τὴν καρδίαν ἐκ τοῦ πνεύμονος ἀέρα, συστέλλεσθαι δὲ τὸν θώρακα, πεφυκότα γε τοῦτο πάσχειν;
在屏气期间,有什么能阻止心脏从肺部吸入空气、并阻止胸廓收缩呢? 毕竟胸廓天生具有承受这种收缩的性质。
εἰ μὲν γὰρ μήτε διαστῆναι, μήτε συνιζῆσαι δυνάμενον ὄργανον ἦν, ἴσως ἃν τινα νοῦν εἶχε τὸ πρὸς Ἐρασιστράτου λεγόμενον.
因为如果胸廓是一个既不能扩张也不能收缩的器官,那么埃拉西斯特拉托斯所说的话也许还有些道理。
ἐπειδὴ δὲ κατ’ αὐτὸν ἐκεῖνον συστέλλεσθαι δύναται, τί κωλύει καὶ νῦν εἰς τοσοῦτον συνιζάνειν αὐτὸν, εἰς ὅσον ὑπὸ τῆς καρδίας ἐκκενοῦται;
但既然按照他本人的说法胸廓是能够收缩的,那么现在又有什么能阻止它在被心脏排空时收缩到相应的程度呢?
τά τε γὰρ ἄλλα καὶ διὰ μυῶν ὑπὸ τῆς τοῦ ζώου προαιρέσεως κινεῖσθαί φησιν ὁ Ἐρασίστρατος τὸν θώρακα, κᾂν ὁτιοῦν χαλεπὸν θλίψῃ πανταχόθεν αὐτὸν τοῖς μυσὶ, μετὰ τοῦ κωλῦσαι τὴν ἄνωθεν κένωσιν, ὅπερ ἐν ταῖς καλουμέναις τοῦ πνεύματος καταλήψεσι κᾀν ταῖς ἀποπατήσεσι γίνεται.
因为除了其他事情之外,埃拉西斯特拉托斯还说,胸廓是通过肌肉在动物的意志支配下运动的,且如果有什么困难将其从四面八方压迫,它就会用肌肉从四面八方进行挤压,同时阻止上部的排空,这正是在所谓的屏气和排便时发生的情况。
πανταχόθεν γὰρ ἐν ταῖς τοιαύταις ἐνεργείαις θλίβομέν τε τὸν θώρακα καὶ συστέλλομεν, βιαίως κλείσαντες τὸν ἄνω πόρον τῆς τραχείας ἀρτηρίας, ὡς μηδὲν δι’ αὐτῆς κενοῦσθαι.
因为在这些活动中,我们从四面八方挤压并收缩胸廓,强行关闭气管的上部通道,以防任何东西通过它排出。
ὡς, εἴγε μὴ μόνον θλίψαιμεν, ἀλλὰ καὶ τοῦτον ἀνοίξαιμεν, λάβρος ἐκτὸς ὁ ἀὴρ μετά τινος φέρεται ψόφου, καὶ καλεῖται τὸ τοιοῦτον ἐκφύσησίς τις, ἀπὸ τῆς ἀψόφου μόνον ἐκπνοῆς διαφέρουσα πλήθει καὶ τάχει κενώσεως.
因此,如果我们不仅挤压,而且还打开这个通道,空气就会伴随着某种声音剧烈地排向外面,这种现象被称为某种喷气,它与无声的呼气仅在排出的数量和速度上有所不同。
ἵνα γὰρ εἰσπνευσθεὶς ἀὴρ ἀθρόως αὖθις ἀντεκπνευσθῇ, τάσεως πολλῆς πανταχόθεν ἐδέησε τῷ θώρακι.
因为为了让吸入的空气能再次一并吐出,胸廓需要从四面八方产生极大的紧张。
τὸ μὲν δὴ τῆς τάσεως κοινὸν τρισὶν ἐνεργείαις, τὸ δὲ ἠνεῶχθαι τὸν ἄνω πόρον ἴδιον τῆς ἐκφυσήσεως.
这种紧张对于这三种活动是共同的,而上部通道的敞开则是喷气所特有的。
οὐδὲν μὲν οὖν χαλεπὸν, οὐδ’ ὅταν ἐπέχωμεν τὴν ἀναπνοὴν, θλίβειν πανταχόθεν τὸν θώρακα, κλείσαντας τὸν ἄνω πόρον· οὕτως γὰρ οὐχ ὅπως ἀντιπράττειν, ἀλλὰ καὶ συνεργεῖν ἑλκούσῃ τῇ καρδίᾳ δυνήσεται.
因此,即使在我们屏气的时候,关闭上部通道并从四面八方挤压胸廓,也完全不困难;因为通过这种方式,胸廓不仅不会阻碍,甚至还能与进行吸引的心脏相协同。
καὶ φανερῶς ἐξελήλεγκται ψεῦδος ὂν τὸ πρὸς Ἐρασιστράτου λεγόμενον, ὡς οὐχ οἷόν τέ ἐστι τὴν καρδίαν μεταλαβεῖν ἐκ πνεύμονος ἀέρα κατὰ τὰς ἐπισχέσεις τῆς ἀναπνοῆς.
而埃拉西斯特拉托斯所说的——在屏气期间心脏不可能从肺部接收空气——已被清楚地证明是虚假的。
ἔστι γὰρ ἑκάστῳ τὴν πεῖραν ἐφ’ ἑαυτοῦ λαβεῖν, μυριάκις εἰσπνεύσαντα πλεῖστον θλίβειν πανταχόθεν τὸν θώρακα καὶ μηδὲν ἀντεκπνέοντα.
因为每个人都可以自己进行尝试,在无数次吸入尽可能多的空气之后,从四面八方挤压胸廓且完全不呼气。
φανήσεται γὰρ σφύζουσα μὲν ἐν τούτῳ ἡ καρδία, πνιγόμενος δ’ ὁ ἄνθρωπος, καὶ τοσοῦτόν γε μᾶλλον καὶ θᾶττον πνιγόμενος, ὅσον πλεῖον εἰσέπνευσεν.
因为在这种状态下,会看到心脏在跳动,而人却在窒息,并且吸入的空气越多,窒息得越厉害、越迅速。
ὅπερ καὶ αὐτὸ μετρίως ἐνδείκνυται, μὴ τῆς οὐσίας, ἀλλὰ τῆς ποιότητος τοῦ πνεύματος δεῖσθαι τὴν καρδίαν.
这本身也温和地表明,心脏需要的不是普纽玛的实质,而是其品质。
εἰ γὰρ ἡ καρδία τῆς οὐσίας ἐδεῖτο, μειζόνως ἂν ἐκ τῆς ἀπορίας αὐτῆς, ἤπερ ἐκ τῆς αὐτῆς εὐπορίας, αἱ βλάβαι συνέπιπτον.
因为如果心脏需要的是实质,那么由于其缺乏所带来的危害本应比其充足时更大。
οὐ μὴν φαίνεταί γε τοῦτο γιγνόμενον, ἀλλ’, ὅταν εὐπορῇ πλείστου πνεύματος, ἀνιᾶται τηνικαῦτα μάλιστα.
然而,事实并非如此,相反,当拥有最充足的普纽玛时,那时人们受到的痛苦最大。
τρίτον ἐπὶ τούτοις οὐ τὸ τυχὸν γνώρισμα τὸ τὴν ἴασιν τοῖς οὕτω πνιγομένοις ἐκπνοὴν εἶναι.
第三,除这些之外,对于如此窒息的人来说,治疗方法是呼气,这绝非寻常的证据。
χρῆν δὲ μᾶλλον εἰσπνοὴν εἶναι, εἰ δι’ ἔνδειαν οὐσίας ἀέρος ἐπνιγόμεθα.
如果我们是因为缺乏空气的实质而窒息,那么治疗方法本应更要是吸气才对。
τρία δὴ ταῦτα φανερῶς καταβάλλει τὸν Ἐρασιστράτου λόγον, ἓν μὲν δὴ καὶ πρῶτον, τὸ δύνασθαι τὴν καρδίαν ἕλκειν ἀέρα κατὰ τὰς τῆς ἀναπνοῆς ἐπισχέσεις, οὐδὲν γὰρ ἐφάνη πρὸς τοῦτο ἀντιπράττων ὁ θώραξ, ἕτερον δὲ δεύτερον, τὸ τηνικαῦτα πνίγεσθαι μᾶλλον, ἡνίκα εἰσπνεύσωμεν πλέον, καὶ τρίτον, τὸ μηδ’ εἰ πάνυ σφόδρα θλίβομεν τὸν θώρακα πανταχόθεν ἐν ταῖς ἐπισχέσεσι τῆς ἀναπνοῆς, δαπανᾶσθαι τὸν ἀέρα πρὸς τῆς καρδίας, ἀλλ’ ὀρέγεσθαι τὸ ζῶον ἐκπνεῦσαι, καὶ τοῦτ’ εἶναι τὸ τῆς πνίξεως ἄκος.
这三点显然击碎了埃拉西斯特拉托斯的论点:第一且最重要的是,心脏在屏气期间能够吸入空气,因为胸廓被看到对此毫无阻碍;第二,当吸入更多空气时,那时窒息得更厉害;第三,即使我们在屏气期间从四面八方极其剧烈地挤压胸廓,空气也不会被心脏消耗殆尽,相反,动物渴望呼气,而这正是窒息的解药。
ἐκ τούτων μὲν δὴ φανερῶς περαίνεται τὸ μὴ δι’ ἔνδειαν οὐσίας ἀέρος, ἀλλὰ δι’ ἄλλο τι πνίγεσθαι τὰ ζῶα.
从这些事实中,显然可以得出结论:动物窒息并非因为缺乏空气的实质,而是因为其他某种原因。
πρὸς δὲ τὰς ὑπολοίπους τῶν εἰρημένων ἀμφισβητήσεων αὖθις μεταβάντες, ἐπισκεψώμεθα πρότερον, οἳ λέγουσιν ἀληθέστερα.
那么,让我们重新回到上述其余的争论中,先考察一下哪些人的说法更为真实。