Humanitext Reader

盖伦 · 论呼吸的作用 §2#1

关于屏气时心脏与胸廓运动的争论

第 2 段,共 11 段 · 希腊语

内容简介

本章论述了埃拉西斯特拉托斯关于屏气时心脏与胸廓运动的否定性观点,反对者证明心脏此时仍吸入空气的反驳,以及两派之间随后的理论争端。

§2#1Ἐπεὶ τοίνυν εἰσπνεύσαντες μὲν τῆς μὲν οὐσίας εὐποροῦμεν, πνιγόμεθα δὲ οὐδὲν ἧττον, ἢ εἰ μηδόλως εἰσεπνεύσαμεν, ἐμφαίνεσθαι δοκεῖ τὸ μὴ δεῖσθαι τῆς οὐσίας.
因此,既然我们在吸入空气时拥有充足的本质,却仍然像完全没有吸入时一样窒息,这似乎表明我们并不需要这种本质。
ἀλλὰ πρὸς τοῦθ’ ὁ Ἐρασίστρατός φησιν, ὅτι μηδ’ ἕλκειν δύναται τὸν ἐκ τοῦ πνεύμονος ἀέρα κατὰ τὴν τῆς ἀναπνοῆς ἐπίσχεσιν ἡ καρδία· φυλάττεσθαι γὰρ τῶν ἀναπνευστικῶν ὀργάνων τὸν ἴσον ὄγκον τῆς διαστάσεως ἐν ταῖς τοιαύταις καταστάσεσιν.
但是,对此埃拉西斯特拉托斯说,在屏住呼吸期间,心脏甚至无法从肺部吸入空气;因为在这种状态下,呼吸器官扩张的等量容积得以保持。
εἴπερ οὖν εἵλκυσέ τι μέρος ἀέρος ἡ καρδία, κενὸς ἂν ὁ τοῦ καταληφθέντος ἐγένετο τόπος.
因此,如果心脏吸入了任何一部分空气,那么被取走空气的地方就会变成真空。
τοῦτο δὲ ἐγένετο ἀδύνατον.
而这是不可能的。
ἵν’ οὖν μὴ γένηται ἀδύνατον, οὐδὲ μεταλήψεσθαί φησι τὴν ἀρχήν.
因此,为了不让不可能的事情发生,他说心脏起初根本不进行接收。
δεῖ γὰρ, ἵνα τι μεταληφθῇ, μὴ μόνον εἶναι τὸ ἕλξον, ἀλλὰ καὶ τὸ μεταδιδοῦν· οὐ μεταδίδωσιν δὲ ὁ θώραξ, τὸν ἴσον ὄγκον τῆς διαστάσεως φυλάττων, οὐδ’ οὖν οὐδ’ ἡ καρδία δύναται μεταλαμβάνειν, ἀλλ’ ἐπιχειρεῖ μὲν, ὡς ἔμπροσθεν, ἀνύει δ’ οὐδὲν, κᾀντεῦθεν τὸ πνίγεσθαι.
因为为了让某物被接收,不仅需要有吸引者,还需要有传送者;但胸廓由于保持了等量的扩张容积而不进行传送,因而心脏也无法接收,虽然它像以前一样尝试,却一无所成,窒息由此产生。
ἐπεὶ τοίνυν, ἵν’ ἑλκύσῃ τι τοῦ ἀέρος ἡ καρδία, συγχωρεῖν χρὴ τὸν θώρακα, συγχωρεῖ δ’, ἡνίκα μεταβάλλῃ τὴν διάστασιν, μεταβάλλει δ’ εἰσπνεόντων ἢ ἐκπνεόντων, τηνικαῦτα ἡ καρδία μεταλήψεται.
因此,为了让心脏能吸入一部分空气,胸廓必须同意,而胸廓在改变其扩张度时便同意,且它在人们吸气或呼气时改变扩张度,这时心脏就会接收。
ταυτὶ μὲν ὁ Ἐρασίστρατος.
关于埃拉西斯特拉托斯说的就是这些。
οἱ δ’ ἀντιλέγοντες αὐτῷ πρῶτα μὲν οὐδ’ ἀποδεῖξαί που, μηδ’ ὅλως παρεσπάρθαι τοῖς σώμασί που κενὸν, ἀλλ’ ὅτι μὴ ἀθρόον, ὑπομιμνήσκουσιν· ἔπειτα δὲ, εἰ καὶ τοῦτο συγχωρηθείη, τὸ μηδ’ ὅλως ἐν τῷ κόσμῳ μηδαμοῦ παραπεπλέχθαι κενὸν, ἀλλά τοί γ’ οὐκ ἀδύνατον εἶναί φασι, τὴν αὐτὴν οὐσίαν, χεομένην τε καὶ πάντη τεινομένην, μείζονα τοῦ πρόσθεν τόπον ἐπιλαμβάνειν· καὶ τρίτον, ὅτι τοῖς ἐναργέσιν ὁ λόγος αὐτοῦ μάχεται.
但反对他的人首先提醒他,他并没有证明身体中完全没有散在的真空,而只是证明了没有聚成一体的真空;其次,即使承认宇宙中任何地方都完全没有掺杂真空,他们也说,同一种本质通过扩散并向四面八方伸展,从而占有比以前更大的空间,这并非不可能;第三,因为他的论点与显而易见的事实相冲突。
βλέπομεν γὰρ, ὡς ἕλκει κατὰ τὰς ἐπισχέσεις τῆς ἀναπνοῆς ἡ καρδία τὸν ἐκ τοῦ πνεύμονος ἀέρα.
因为我们看到,在屏住呼吸期间,心脏是如何从肺部吸入空气的。
τοῦτο δ’ ἕπεται τῷ διαστέλλεσθαι  τὴν καρδίαν.
而这伴随着心脏的扩张。
οὐδὲ γὰρ ἐνδέχεται κατ’ αὐτὸν, διαστέλλεσθαι μὲν, μηδὲν δ’ ἕλκειν· κενὸς γὰρ ἂν οὕτω γένοιτο τόπος.
因为按照他的说法,心脏是不可能在扩张的同时却什么都不吸入的;因为这样就会产生一个真空的场所。
εἰ δ’ οὐ διαστέλλεται, δῆλον ὡς οὐδὲ κινεῖται.
如果它不扩张,显然它连运动也没有。
ἀλλὰ μὴν φαίνεται κινουμένη· τὸ ἐναντίον ἄρα τοῦ πρώτου ὑπερφαίνεται, τὸ τὴν καρδίαν ἕλκειν ἐν ταῖς ἐπισχέσεσιν τῆς ἀναπνοῆς τὸν ἀέρα.
然而,它确实被看到在运动;因此,与第一个观点相反的情况显现出来,即心脏在屏住呼吸期间吸入空气。
πρὸς δὲ ταῦθ’ οἱ Ἐρασιστράτειοι πάλιν ἀμφισβητοῦσι περί τε χύσεως καὶ συστολῆς τὰ ἐναντία σκευάζειν πειρώμενοι καὶ περὶ τῆς κενοῦ παραπλοκῆς, καὶ ὡς ἡ μὲν καρδία παρὰ μὲν τοῦ πνεύμονος οὐδὲν ἕλκει τηνικαῦτα, παρὰ μέντοι τῆς μεγάλης ἀρτηρίας, ᾗ πρόσθεν ἐχορήγει.
对此,埃拉西斯特拉托斯学派的人再次进行争辩,企图就扩散与收缩以及真空的掺杂构建相反的论证,并声称心脏此时并不从肺部吸入任何东西,而是从它以前供应的大动脉中吸入。
τινὲς δὲ οὐδὲ διαστέλλεσθαι ἢ συστέλλεσθαι λέγουσιν αὐτὴν, ἀλλ’ οἷον κραδαίνεσθαι.
还有些人说它甚至不扩张也不收缩,而只是像在颤动。
τὰ μὲν γὰρ ὑπὸ τῶν περὶ τὸν Ἀσκληπιάδην εἰρημένα κάλλιον εἶναί μοι δοκεῖ παραλιπεῖν, ἄτοπά τε φανερῶς ὄντα καὶ τῶν προσηκόντων ἐλέγχων ὑπὸ Ἀσκληπιάδου τετυχηκότα.
关于阿斯克勒庇亚德及其周围的人所说的话,在我看来最好予以忽略,因为这些话显然是荒谬的,并且已经受到了阿斯克勒庇亚德的适当驳斥。
διττὴν οὖν ἀνάγκη πρός γε τούτους γενέσθαι τὴν ἀντιλογίαν, πρὸς μὲν τοὺς παρὰ τῆς ἀρτηρίας ἕλκεσθαι τὸν ἀέρα λέγοντας, ἀντιλέγοντας τὴν διὰ τῶν ὑμένων ἐπίφυσιν κωλύουσαν, ὡς αὐτὸς ὁ Ἐρασίστρατος εἴρηκε, πρὸς δὲ τοὺς κραδαίνεσθαι μόνον, ὅτι παρὰ τὸ φαινόμενον λέγουσι· φαίνεται γὰρ ἐν μέρει διαστελλομένη τε καὶ συστελλομένη· κοινὴν δ’ αὖ πρὸς ἀμφοτέρους, τὴν πασῶν τῶν ἀρτηριῶν κίνησιν ὁμοίως γινομένην κατὰ τε τὴν ἀναπνοὴν καὶ τὴν ἐπίσχεσιν.
因此,对这些人必须进行双重反驳:对于那些说空气是从动脉中吸入的人,反驳理由是膜的附着起到了阻碍作用,正如埃拉西斯特拉托斯自己所说;而对于那些说心脏只是颤动的人,则反驳说他们的话违备了现象,因为心脏显然被看到交替进行着扩张和收缩;而对两者的共同反驳则是,所有动脉的运动在呼吸和屏气期间都以同样的方式进行。
ἡ μὲν οὖν περὶ χύσεως οὐσίας ζήτησις εἰς τὸ ἀπέραντον μῆκος λόγου ἑκατέροις ἐκπίπτει.
因此,关于本质扩散的探求,使双方都陷入了无休止的冗长争论中。
πρὸς δὲ τὸ μὴ δύνασθαι παρὰ τῆς μεγάλης ἀρτηρίας ἑλκύσαι τι τὴν καρδίαν διὰ τὴν τῶν ὑμένων ἐπίφυσιν ἀπολογούμενοι φασὶ, περὶ τῆς κατὰ φύσιν οἰκονομίας ταῦτα εἰρηκέναι τὸν Ἐρασίστρατον, οὐ περὶ τῆς βιαίου καὶ παρὰ φύσιν.
然而,对于因膜的附着而使心脏无法从大动脉吸入任何东西这一疑问,他们辩解说,埃拉西斯特拉托斯所说的这些是关于自然状态下的管理,而不是关于强力的、反自然的状态下的管理。
ἐπειδὴ γὰρ ἀναγκαῖόν ἐστι διαστελλομένην ἑλκύσαι τὴν καρδίαν, ὅταν μὲν ἐκ τοῦ πνεύμονος ἕλκειν ἔχῃ, παρὰ τῆς μεγάλης ἀρτηρίας μὴ λαμβάνεσθαι, κωλυόντων τῶν ὑμένων· ὅταν δ’ ἀπορῇ τῆς ἐκ τοῦ πνεύμονος χορηγίας, τηνικαῦτα ἐκ τῆς μεγάλης ἀρτηρίας ἀντισπᾷν, βιαζομένην τοὺς ὑμένας.
因为既然扩张的心脏必须吸入,当它可以从肺部吸入时,由于膜的阻碍,它就不会从大动脉接收;但当它缺乏来自肺部的供应时,这时它就会从大动脉强力拉回,冲破膜的阻碍。

词汇与语法注释

  1. §2#1ὑπὸ Ἀσκληπιάδου — 字面意为“被阿斯克勒庇亚德”,但语境上说阿斯克勒庇亚德一派的观点受到阿斯克勒庇亚德(自己)的驳斥显得十分奇怪。对此,学者们的解释存在分歧:或将其解释为“针对阿斯克勒庇亚德的合适驳斥”(反转被动行为者),或假定抄本存在笔误(本应是其他学者的名字),或理解为由于其自身理论的矛盾而导致的自我反驳。在此我们遵循原文译为“被阿斯克勒庇亚德”。
  2. §2#1οὐδ’ ἀποδεῖξαί που — 否定词 `οὐδέ` 否定了由 `ὑπομιμνήσκουσιν`(他们提醒)所引导的整个带对格的不定式从句。其结构表明,反对者们指出,埃拉西斯特拉托斯并没有证明“身体中完全没有散在的真空(μηδ’ ὅλως παρεσπάρθαι... κενόν)”,而只是证明了“没有聚成一体的真空(ὅτι μὴ ἀθρόον [κενὸν εἶναι])”。

引用这一段

盖伦, 论呼吸的作用 §2#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg020.humanitext-grc1:2%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。