- 底本
- Galen. Claudii Galeni Opera Omnia, Volume 4. Kühn, Karl Gottlob, editor. Leipzig: Knobloch, 1822.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0057.tlg020.humanitext-grc1:2#1
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
呼吸停止時の心臓と胸郭の運動に関するエラシストラトスの否定的な見解と、それに対する批判者たちの反論、さらには双方の派閥による理論的応酬が記述されている。
Ἐπεὶ τοίνυν εἰσπνεύσαντες μὲν τῆς μὲν οὐσίας εὐποροῦμεν, πνιγόμεθα δὲ οὐδὲν ἧττον, ἢ εἰ μηδόλως εἰσεπνεύσαμεν, ἐμφαίνεσθαι δοκεῖ τὸ μὴ δεῖσθαι τῆς οὐσίας. ἀλλὰ πρὸς τοῦθ’ ὁ Ἐρασίστρατός φησιν, ὅτι μηδ’ ἕλκειν δύναται τὸν ἐκ τοῦ πνεύμονος ἀέρα κατὰ τὴν τῆς ἀναπνοῆς ἐπίσχεσιν ἡ καρδία· φυλάττεσθαι γὰρ τῶν ἀναπνευστικῶν ὀργάνων τὸν ἴσον ὄγκον τῆς διαστάσεως ἐν ταῖς τοιαύταις καταστάσεσιν. εἴπερ οὖν εἵλκυσέ τι μέρος ἀέρος ἡ καρδία, κενὸς ἂν ὁ τοῦ καταληφθέντος ἐγένετο τόπος. τοῦτο δὲ ἐγένετο ἀδύνατον. ἵν’ οὖν μὴ γένηται ἀδύνατον, οὐδὲ μεταλήψεσθαί φησι τὴν ἀρχήν. δεῖ γὰρ, ἵνα τι μεταληφθῇ, μὴ μόνον εἶναι τὸ ἕλξον, ἀλλὰ καὶ τὸ μεταδιδοῦν· οὐ μεταδίδωσιν δὲ ὁ θώραξ, τὸν ἴσον ὄγκον τῆς διαστάσεως φυλάττων, οὐδ’ οὖν οὐδ’ ἡ καρδία δύναται μεταλαμβάνειν, ἀλλ’ ἐπιχειρεῖ μὲν, ὡς ἔμπροσθεν, ἀνύει δ’ οὐδὲν, κᾀντεῦθεν τὸ πνίγεσθαι. ἐπεὶ τοίνυν, ἵν’ ἑλκύσῃ τι τοῦ ἀέρος ἡ καρδία, συγχωρεῖν χρὴ τὸν θώρακα, συγχωρεῖ δ’, ἡνίκα μεταβάλλῃ τὴν διάστασιν, μεταβάλλει δ’ εἰσπνεόντων ἢ ἐκπνεόντων, τηνικαῦτα ἡ καρδία μεταλήψεται. ταυτὶ μὲν ὁ Ἐρασίστρατος. οἱ δ’ ἀντιλέγοντες αὐτῷ πρῶτα μὲν οὐδ’ ἀποδεῖξαί που,1 μηδ’ ὅλως παρεσπάρθαι τοῖς σώμασί που κενὸν, ἀλλ’ ὅτι μὴ ἀθρόον, ὑπομιμνήσκουσιν· ἔπειτα δὲ, εἰ καὶ τοῦτο συγχωρηθείη, τὸ μηδ’ ὅλως ἐν τῷ κόσμῳ μηδαμοῦ παραπεπλέχθαι κενὸν, ἀλλά τοί γ’ οὐκ ἀδύνατον εἶναί φασι, τὴν αὐτὴν οὐσίαν, χεομένην τε καὶ πάντη τεινομένην, μείζονα τοῦ πρόσθεν τόπον ἐπιλαμβάνειν· καὶ τρίτον, ὅτι τοῖς ἐναργέσιν ὁ λόγος αὐτοῦ μάχεται. βλέπομεν γὰρ, ὡς ἕλκει κατὰ τὰς ἐπισχέσεις τῆς ἀναπνοῆς ἡ καρδία τὸν ἐκ τοῦ πνεύμονος ἀέρα. τοῦτο δ’ ἕπεται τῷ διαστέλλεσθαι τὴν καρδίαν. οὐδὲ γὰρ ἐνδέχεται κατ’ αὐτὸν, διαστέλλεσθαι μὲν, μηδὲν δ’ ἕλκειν· κενὸς γὰρ ἂν οὕτω γένοιτο τόπος. εἰ δ’ οὐ διαστέλλεται, δῆλον ὡς οὐδὲ κινεῖται. ἀλλὰ μὴν φαίνεται κινουμένη· τὸ ἐναντίον ἄρα τοῦ πρώτου ὑπερφαίνεται, τὸ τὴν καρδίαν ἕλκειν ἐν ταῖς ἐπισχέσεσιν τῆς ἀναπνοῆς τὸν ἀέρα. πρὸς δὲ ταῦθ’ οἱ Ἐρασιστράτειοι πάλιν ἀμφισβητοῦσι περί τε χύσεως καὶ συστολῆς τὰ ἐναντία σκευάζειν πειρώμενοι καὶ περὶ τῆς κενοῦ παραπλοκῆς, καὶ ὡς ἡ μὲν καρδία παρὰ μὲν τοῦ πνεύμονος οὐδὲν ἕλκει τηνικαῦτα, παρὰ μέντοι τῆς μεγάλης ἀρτηρίας, ᾗ πρόσθεν ἐχορήγει. τινὲς δὲ οὐδὲ διαστέλλεσθαι ἢ συστέλλεσθαι λέγουσιν αὐτὴν, ἀλλ’ οἷον κραδαίνεσθαι. τὰ μὲν γὰρ ὑπὸ τῶν περὶ τὸν Ἀσκληπιάδην εἰρημένα κάλλιον εἶναί μοι δοκεῖ παραλιπεῖν, ἄτοπά τε φανερῶς ὄντα καὶ τῶν προσηκόντων ἐλέγχων ὑπὸ Ἀσκληπιάδου2 τετυχηκότα. διττὴν οὖν ἀνάγκη πρός γε τούτους γενέσθαι τὴν ἀντιλογίαν, πρὸς μὲν τοὺς παρὰ τῆς ἀρτηρίας ἕλκεσθαι τὸν ἀέρα λέγοντας, ἀντιλέγοντας τὴν διὰ τῶν ὑμένων ἐπίφυσιν κωλύουσαν, ὡς αὐτὸς ὁ Ἐρασίστρατος εἴρηκε, πρὸς δὲ τοὺς κραδαίνεσθαι μόνον, ὅτι παρὰ τὸ φαινόμενον λέγουσι· φαίνεται γὰρ ἐν μέρει διαστελλομένη τε καὶ συστελλομένη· κοινὴν δ’ αὖ πρὸς ἀμφοτέρους, τὴν πασῶν τῶν ἀρτηριῶν κίνησιν ὁμοίως γινομένην κατὰ τε τὴν ἀναπνοὴν καὶ τὴν ἐπίσχεσιν. ἡ μὲν οὖν περὶ χύσεως οὐσίας ζήτησις εἰς τὸ ἀπέραντον μῆκος λόγου ἑκατέροις ἐκπίπτει. πρὸς δὲ τὸ μὴ δύνασθαι παρὰ τῆς μεγάλης ἀρτηρίας ἑλκύσαι τι τὴν καρδίαν διὰ τὴν τῶν ὑμένων ἐπίφυσιν ἀπολογούμενοι φασὶ, περὶ τῆς κατὰ φύσιν οἰκονομίας ταῦτα εἰρηκέναι τὸν Ἐρασίστρατον, οὐ περὶ τῆς βιαίου καὶ παρὰ φύσιν. ἐπειδὴ γὰρ ἀναγκαῖόν ἐστι διαστελλομένην ἑλκύσαι τὴν καρδίαν, ὅταν μὲν ἐκ τοῦ πνεύμονος ἕλκειν ἔχῃ, παρὰ τῆς μεγάλης ἀρτηρίας μὴ λαμβάνεσθαι, κωλυόντων τῶν ὑμένων· ὅταν δ’ ἀπορῇ τῆς ἐκ τοῦ πνεύμονος χορηγίας, τηνικαῦτα ἐκ τῆς μεγάλης ἀρτηρίας ἀντισπᾷν, βιαζομένην τοὺς ὑμένας.
それゆえ、私たちは息を吸い込んだときにはその実質を十分に得ているにもかかわらず、全く吸い込まなかったときと少しも変わらず窒息してしまうのだから、実質を必要としていないように思われる。しかし、これに対してエラシストラトスは、呼吸を止めている間は、心臓は肺からの空気を引き込むことすらできないと言う。なぜなら、そのような状態においては、呼吸器官の拡張の容積が等しく保たれるからである。したがって、もし心臓が空気の一部でも引き込んだならば、奪われた空気のあった場所が空になってしまうだろう。しかし、これは不可能であった。それゆえ、不可能なことが起こらないように、そもそも心臓は受け取ることもない、と彼は言う。というのも、何かが受け取られるためには、引き込む側があるだけでなく、分け与える側もなければならないからである。しかし胸郭は、拡張の容積を等しく保っているために分け与えることをせず、したがって心臓も受け取ることができず、以前と同様に試みはするものの、何も成し遂げられず、このことから窒息が生じるのである。それゆえ、心臓が空気の一部を引き込むためには胸郭が同意せねばならず、胸郭は自らの拡張の度合いを変化させるときに同意するのであり、そしてそれは息を吸うか吐くかしているときであるから、そのときにこそ心臓は受け取ることになるのである。これがエラシストラトスの説である。しかし彼に反論する人々は、第一に、体の中に全く真空が散在していないということではなく、ただ一塊としての真空が存在しないということを彼が証明したにすぎない、ということを想起させる。第二に、たとえ宇宙のどこにも全く真空が入り込んでいないということが認められたとしても、同一の実質が拡散し、あらゆる方向に引き伸ばされることによって、以前よりも広い場所を占めることは不可能ではない、と彼らは言う。そして第三に、彼の議論は明白な事実に反している、ということである。なぜなら、呼吸を止めている間、心臓が肺からの空気を引き込んでいるのを私たちは見ているからである。そしてこれは、心臓が拡張することに伴って起こる。というのも、彼の説に従えば、拡張しながら何も引き込まないということはあり得ないからである。なぜなら、そうすれば空の場所が生じてしまうだろうから。しかし、もし拡張しないのであれば、動いてもいないことは明らかである。ところが、現に動いているのが見える。したがって、最初の主張とは反対のこと、すなわち、心臓は呼吸を止めている間も空気を引き込んでいるということが明白に示されるのである。これに対してエラシストラトス派の人々は再び異議を唱え、拡散や収縮、および真空の混入に関して反対の議論を構築しようと試みる。そして、心臓はそのとき肺からは何も引き込まないが、以前に送り込んでいた大動脈からは引き込むのだ、と主張する。またある人々は、心臓は拡張も収縮もせず、ただ震えているだけだと言う。アスクレピアデスとその一派によって語られたことについては、省く方がよいと私には思われる。それらは明らかに不条理であり、アスクレピアデスによって適切な論駁を受けているからである。したがって、これらに対しては二重の反論が生じることになる。大動脈から空気が引き込まれると言う人々に対しては、エラシストラトス自身が述べているように、膜の付着がそれを防いでいるという反論があり、単に震えているだけと言う人々に対しては、彼らが現象に反したことを言っているという反論(なぜなら、心臓は明らかに交互に拡張し収縮しているのが見えるからである)がある。さらに両者に対する共通の反論としては、すべての動脈の運動が、呼吸している間も息を止めている間も、同様に起こっているということである。さて、実質の拡散に関する探求は、双方にとって際限のない長い議論に陥ってしまう。しかし、膜の付着によって心臓が大動脈から何も引き込むことができないという点に対して、彼らは弁解して言う。エラシストラトスはこのことを、自然な管理運営について述べたのであり、強制的な管理運営について述べたのではない、と。なぜなら、拡張する心臓が引き込むことは不可欠であるが、肺から引き込むことができるときには、膜が防ぐために大動脈からは受け取らないが、肺からの供給が不足するときには、そのときには大動脈から、膜を無理に押し開いて引き込むのであるから、と。
- 2οὐδ’ ἀποδεῖξαί που
否定辞 οὐδέ は ὑπομιμνήσκουσιν(彼らは想起させる)に導かれる対格不定詞句全体を否定している。構造としては、エラシストラトスが「真空が体に全く散在していない(μηδ’ ὅλως παρεσπάρθαι... κενόν)」ことを証明したのではなく、「一塊の真空が存在しない(ὅτι μὴ ἀθρόον [κενὸν εἶναι])」ことのみを証明したのだ、と反論者たちが指摘している。
- 2ὑπὸ Ἀσκληπιάδου
字面通りには「アスクレピアデスによって」を意味するが、アスクレピアデス一派(οἱ περὶ τὸν Ἀσκληπιάδην)の説がアスクレピアデスによって反駁されたとするのは文脈上不自然である。これを「アスクレピアデスに対する適切な論駁」と受動の行為者を逆転させて解釈するか、あるいは写本の誤記(本来は他の論者名だった)を想定するか、あるいは「彼自身の矛盾による自壊」と解釈するかの判断が分かれる。ここでは原文の表記通り「アスクレピアデスによって」として訳出している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 訳文 1 件
- 2026-07-22 OCRの誤りの修正 — 原文 1 件
