Humanitext Reader

盖伦 · 论呼吸的作用 §1

呼吸的功效与以往诸学说之检讨

第 1 段,共 11 段 · 希腊语

内容简介

在确认呼吸对维持生命至关重要之后,作者梳理了过去关于呼吸功效的各种学说(如灵魂的产生、内生热的冷却或保存、动脉的充填等),并提出将探讨我们所需要的是吸入空气的“本质”还是“性质”,抑或两者兼有。

§1## ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΑΝΑΠΝΟΗΣ ΒΙΒΛΙΟΝ. Τίς ἡ τῆς ἀναπνοῆς χρεία;
盖伦《论呼吸的功效》呼吸的功效是什么?
ὅτι γὰρ οὐχ ἡ τυχοῦσα, φανερὸν ἐκ τοῦ μηδὲ βραχύτατον ἡμᾶς χρόνον ἀρκεῖν δύνασθαι, ἀπολλυμένης αὐτῆς.
因为,若说它并非寻常之物,这是显而易见的,因为一旦失去它,我们连极短的时间也无法支撑。
ᾧ καὶ δῆλον, ὅτι πρὸς οὐδεμίαν τῶν κατὰ μέρος ἐνεργειῶν, ἀλλ’ εἰς αὐτὴν τὴν ζωὴν διαφέρει.
由此也清楚表明,它并不关乎任何局部的活动,而是关乎生命本身。
ὥσπερ γὰρ, ὅσα γέγονε πρὸς τὸ βαδίζειν, τούτων στερηθέντες εἰς τὸ βαδίζειν βλαπτόμεθα, καὶ ὅσα πρὸς τὸ βλέπειν χρήσιμα, τούτων στερηθέντες οὐ βλέπομεν, οὕτως, ὅσα πρὸς τὸ ζῇν ἀναγκαῖα, τούτων στερηθέντες ἀποθνήσκομεν.
因为正如我们若被剥夺了为了行走而生成的器官,我们在行走上就会受损;若被剥夺了对视觉有用的器官,我们便无法看见;同样,若我们被剥夺了维持生命所必需的东西,我们就会死亡。
τί ποτε οὖν τηλικοῦτόν ἐστι τὸ παρὰ τῆς ἀναπνοῆς ἡμῖν χρηστόν;
那么,呼吸带给我们的如此巨大的益处究竟是什么?
ἆρά γε τῆς ψυχῆς αὐτῆς ἐστι γένεσις, ὡς Ἀσκληπιάδης φησίν;
难道它是灵魂本身的产生,如阿斯克勒庇亚德所说?
ἢ γένεσις μὲν οὐχὶ, ῥῶσις δέ τις, ὡς τοῦ Νικάρχου Πραξαγόρας;
还是说并非产生,而是某种强化,如尼卡科斯之子普拉克萨哥拉斯所说?
ἢ τῆς ἐμφύτου θερμασίας ἀνάψυξίς τις, ὡς Φιλιστίων τε καὶ Διοκλῆς ἔλεγον;
或者是内生热的某种冷却,如菲利斯提翁和迪奥克莱斯所说?
ἢ καὶ θρέψις καὶ ἔμψυξις, ὡς Ἱπποκράτης;
或者是营养和冷却兼有,如希波克拉底所说?
ἢ τούτων μὲν οὐδὲν, ἐπιπληρώσεως δὲ ἕνεκεν ἀρτηριῶν ἀναπνέομεν, ὡς Ἐρασίστρατος οἴεται;
抑或这些都不是,而是如埃拉西斯特拉托斯所认为的,我们呼吸是为了填满动脉?
σχεδὸν γὰρ τοσαῦται γεγόνασιν αἱρέσεις περὶ χρείας ἀναπνοῆς, εἰ καί τινες τῶν εἰρημένων δοκοῖεν μὴ διαφέρειν, ὥσπερ ἥ τε τῶν λεγόντων ῥώννυσθαι τὴν ἔμφυτον θερμασίαν ὑπὸ τῆς ἀναπνοῆς, καὶ ἡ τῶν ῥιπίζεσθαι.
因为关于呼吸的功效,几乎出现了如此多的学说,即便其中一些提到的学说似乎并无区别,比如那些认为内生热因呼吸而“强化”的说法,和那些认为它被“扇动”的说法。
διαφέρουσι γὰρ οὐδὲν αὗται τῆς λεγούσης ἐμψύχεσθαι· πλὴν οὐ τὴν λέξιν χρὴ, ἀλλὰ τὴν διάνοιαν σκοπεῖν, ἥτις ἐν ἁπάσαις ἐστὶ μία.
因为这些说法与认为它被“冷却”的说法毫无区别;不过,不应看言辞,而应看其意图,这在所有学说中都是一致的。
τὴν γὰρ ψύξιν οὐκ αὐτὴν δήπου δι’ αὑτὴν, ὥσπερ οὐδὲ τὴν ῥίπισιν, ἢ τὴν ῥῶσιν, ἀλλ’ ὅτι φυλάττουσι τὴν ἔμφυτον θερμότητα, διὰ τοῦτο εἶναί φασι χρησίμους.
因为他们绝非认为冷却本身因其自身而有用,扇动或强化也是如此,而是因为它们保存了内生热,所以才说它们是有用的。
καὶ εἰ τοῦτό ἐστι τὸ κοινὸν ταῖς τρισὶ δόξαις, ἡ φυλακὴ τῆς ἐμφύτου θερμασίας, χαλεπὸς ὁ περὶ πασῶν αὐτῶν γίνεται λόγος καὶ δυσδιαίρετος, ὅτι ψυχῆς οὐσίαν οὐκ ἴσμεν.
如果这三种观点的共同点在于保存内生热,那么关于它们所有观点的讨论就会变得困难且难以区分,因为我们并不知道灵魂的本质。
εἴπερ οὖν ἐνέργεια μὲν ψυχῆς ἡ ζωὴ, μεγάλα δ’ αὐτὴ φαίνεται πρὸς τῆς ἀναπνοῆς ὠφελεῖσθαι, μέχρι πόσου τὸν τρόπον τῆς ὠφελείας ἀγνοεῖν εἰκός ἐστιν ἡμᾶς;
因此,如果生命是灵魂的活动,而生命本身显然极大地受益于呼吸,那么我们对这种受益方式一无所知要到什么时候才是合情合理的呢?
μέχρις ἂν, οἶμαι, τὴν οὐσίαν τῆς ψυχῆς ἀγνοῶμεν.
我想,要到我们不知道灵魂本质的时候。
ἀλλ’ ὅμως τολμητέον τε καὶ ζητητέον τὸ ἀληθές.
但尽管如此,我们必须大胆地去探求真理。
εἰ γὰρ καὶ μὴ τύχωμεν αὐτοῦ, πάντως δήπου πλησιέστερον, ἢ νῦν ἐσμεν, ἀφιξόμεθα.
因为即使我们没有找到它,我们也必定会比现在更接近它。
καὶ πρῶτόν γε δύο κεφάλαια πασῶν τῶν εἰρημένων αἱρέσεων ποιησάμενοι, πότερον αὐτῶν ἀληθέστερόν ἐστιν, εὑρεῖν πειραθῶμεν.
首先,我们将所有提到的学说分为两个主要门类,并尝试找出其中哪一个更真实。
ἐοίκασι γὰρ αἱ μὲν εἰς τὴν οὐσίαν ἀποβλέπειν τοῦ εἰσπνεομένου ἀέρος, αἱ δὲ εἰς τὴν ποιότητα.
因为一些学说似乎关注吸入空气的本质,另一些则关注其性质。
τὸ μὲν οὖν γεννᾶσθαι λέγειν τὴν ψυχὴν, καὶ τὸ τρέφεσθαι, καὶ τὸ τὰς ἀρτηρίας ἐπιπληροῦσθαι, τὴν οὐσίαν ἐστὶ μόνον αἰτιωμένων, τὸ δὲ ῥιπίζεσθαι, καὶ ῥώννυσθαι, καὶ ψύχεσθαι, τὴν ποιότητα·
因此,说灵魂的产生、营养以及动脉的填满,只是那些归因于本质之人的观点;而说被扇动、强化和冷却,则是归因于性质的观点。
καθ’ ὃν, οἶμαι, λόγον καὶ σιτίον ὁ μὲν ὡς γλυκὺ προσφερόμενος, ἢ αὐστηρὸν, ἢ θερμὸν, ἢ ψυχρὸν, τὴν ποιότητα μόνον, ὁ δ’ ὡς τρέφον, εἰς τὴν οὐσίαν ἀποβλέπων αἴρεται.
我想,正如在食物方面,一个人将其作为甜的、涩的、热的或冷的来摄入,仅关注其性质,而另一个人则将其作为提供营养之物来摄入,关注其本质并加以选择。
τοῦτ’ οὖν πρῶτον διορισόμεθα, πότερον αὐτῆς τῆς οὐσίας χρῄζομεν τοῦ κατὰ τὴν εἰσπνοὴν ἐρχομένου ἀέρος, ἢ τῆς ποιότητος, ἢ ἀμφοτέρων.
因此,我们将首先判定:我们需要的究竟是吸入空气的本质本身,还是其性质,抑或两者兼有。

词汇与语法注释

  1. §1 — 关系代词的连接用法(中性单数与格),以整个前句“呼吸丧失时我们连极短的时间也无法支撑”这一事实为先行词。意为“由此也清楚表明”。
  2. §1τοῦ Νικάρχου Πραξαγόρας — 属格 τοῦ Νικάρχου 是父称,省略了名词 υἱός(儿子)。应理解为“尼卡科斯之子普拉克萨哥拉斯”。
  3. §1χρησίμους — 形容词的阴性复数宾格,指代前文提到的三个阴性名词 ψύξιν(冷却)、ῥίπισιν(扇风)和 ῥῶσιν(强化),在句中作不定式 εἶναι 的宾格补语。
  4. §1αἴρεται — 动词 αἱρέω 的中动(或被动)第三人称单数形式,在此处表示“(为自己)选择、摄入(食物)”。其主语是前文的 ὁ δ’ ὡς τρέφον [προσφερόμενος](将其作为提供营养之物而摄入的人)。

引用这一段

盖伦, 论呼吸的作用 §1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg020.humanitext-grc1:1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。