§8Ἔχουσι δὲ οὐδὲ τῷ πάχει τῆς μήτρας οἱ χιτῶνες ὡσαύτως ἀεὶ, ἀλλ’ εἰς μὲν τὴν πρώτην ἡλικίαν, ὥσπερ μικροὶ, οὕτω καὶ λεπτοί εἰσιν· ἰόντων δὲ ἤδη τῶν ἐπιμηνίων, πρὸς λόγον τοῦ μεγέθους καὶ τὸ πάχος αὔξονται, καὶ ἢν ἔξωρος τοῦ κύειν τε καὶ καθαίρεσθαι ἡ γυνὴ γίνηται, ὥσπερ τὸ μέγεθος, οὕτω καὶ τὸ πάχος μειοῦται.
此外,子宫膜的厚度并非总是相同,在幼年时期,它们既小又薄;当月经开始来潮时,其厚度随其大小成比例地增加;如果女性过了生育和排经的年龄,正如其大小一样,其厚度也会减少。
κατὰ μὲν τὰς ἡλικίας ᾧδ’ ἔχουσιν.
关于年龄的情况就是这样。
κατὰ δὲ τὰς περιστάσεις, ὅσα μὲν αἱ τόσοι πεφύκασιν ἀλλοιῶσαι κατὰ τὴν μήτραν, τὸ νῦν οὐ πρόκειται λέγειν· ὅσα δὲ ἐν τῷ κατὰ φύσιν αἱ περιστάσεις αὐτὴν ἀλλάττουσιν, ταῦτα ἐροῦμεν.
至于各种状况,有多少种状态天生会改变子宫,现在并不打算讨论;但那些在自然状态下改变子宫的状况,我们将予以说明。
παχεῖα μὲν καὶ εὔογκος καὶ διῳδηκυῖα φαίνεται, ὅταν αὐτὴ ἡ κάθαρσις ἡ τῶν καταμηνίων συνδιδῶται· διαβρέχεται γὰρ τηνικαῦτα τῇ νοτίδι τῇ ἀπὸ τοῦ αἵματος· λεπτὴ δὲ καὶ ξηρὰ ἡ ποῤῥωτάτω τούτου τοῦ χρόνου·
当月经排泄即将来临之时,子宫显得厚、膨胀且红肿;因为此时它被来自血液的湿气所浸润;而在离此时期最远的时候,它则是薄而干燥的。
παχυτέρα δὲ καὶ τῇ κυησάσῃ, καὶ ἥτις πλεῖστα ἐκύησε, ταύτῃ παχίστη.
在生育过的女性中它更厚,而在生育次数最多的女性中它最厚。
πάλιν οὖν ἀρχομένης μὲν κύειν παχεῖα, ἐγγὺς δὲ τοῦ ἀποκυΐσκειν γενομένης μεγάλη μὲν, λεπτὴ δὲ, τὸ γὰρ πάχος εἰς τὸ μῆκος ἐκτεινόμενον ἀναλίσκεται, ἐν δὲ τῷ μεταξὺ χρόνῳ ἀνάλογον τοῦ μεγέθους τὸ πλάτος.
因此,在怀孕初期它是厚的,但临近分娩时,它虽大却薄,因为厚度因向长度延伸而被消耗了;在其中间时期,其厚度与大小成比例。
§9Οἱ δὲ ὄρχεις τοῦ θήλεος κεῖνται μὲν ἐκ πλαγίων τῆς μήτρας, εἷς ἑκατέρωθεν τοῦ πυθμένος, ἐγγὺς τῶν κεραιῶν, μεγέθει γε πολὺ μείους, ἢ τοῦ ἄῤῥενος, καὶ τῷ σχήματι δὲ καὶ τῷ συγκρίματι πάμπολυ διαφέρουσι.
女性的睾丸(卵巢)位于子宫的两侧,在子宫底左右各一,靠近子宫角,其大小远小于男性的睾丸,在形状和结构上也大不相同。
πλατεῖς μὲν γὰρ οὗτοι, στρογγύλοι δὲ καὶ προμήκεις ἐκεῖνοι· καὶ ἀδενοειδεῖς μὲν οὗτοι, ἁπαλόσαρκοι δὲ οἱ τοῦ ἄῤῥενος.
因为这些是扁平的,而那些是圆而细长的;这些呈腺样,而男性的则是软肉质的。
περιέχει δὲ τούτων ἑκάτερον ὑμὴν ἴδιος λεπτὸς, οἷος ἐπὶ τῶν ἀῤῥένων, ὁ δαρτός· ἐρυθροειδῆ δὲ καὶ ὄσχεον οἱ τοῦ θήλεος ὄρχεις οὐκ ἔχουσι.
它们每一个都被一层特有的薄膜包裹着,就像男性的肉膜一样;但女性的睾丸没有鞘膜和阴囊。
καὶ μὴν καὶ ἀρτηρίαι καὶ φλέβες τοῖς ὄρχεσιν ἐμφύονται ἀπὸ τῶν εἰς τὴν μήτραν ἰουσῶν, εἰς ἑκάτερον μία.
此外,从通往子宫的血管中分出的动静脉也植入到这些睾丸中,左右各一。
συμμίξαντα δὲ ἀλλήλοις ταῦτα τὰ ἀγγεῖα, πρὶν εἰς τὸν δίδυμον ἐμφυῆναι, καὶ βοστρυχοειδῶς ἑλίσσεται, οὐδέν τι ἀλλοιότερον ἢ ἐπὶ τῶν ἀῤῥένων, ὥστε, εἰ τέμοις τὴν ἕλικα, πολλά σοι ἡ μία τομὴ στόματα ποιήσει, οὐχ ὅτι πολλὰ ἀγγεῖα ἔτεμες, ἀλλ’ ὅτι τὸ ἓν πολλάκις.
这些血管在植入睾丸之前相互交织,并呈卷须状缠绕,与男性完全相同,因此,如果你切断这个螺旋,单次切口会为你呈现许多开口,这不是因为你切断了许多血管,而是因为你多次切断了同一条血管。
καὶ μὴν καὶ τὰ ἀποφυόμενα τῶν ὄρχεων ἀγγεῖα τὰ σπερματικὰ πάλιν ὁμοίως φαίνεται περιέχοντα σπέρμα, ὡς καὶ ἐπὶ τῶν ἀῤῥένων, ἐγγὺς μὲν αὐτῶν τῶν ὄρχεων εὐρέα τε ὄντα καὶ αἰσθητὴν ἔχοντα τὴν κοιλότητα, στενότερα δὲ καὶ οἷον ἄκοιλα γινόμενα μικρὸν ἀπωτέρω, εἶτα πάλιν εὐρυνόμενα παρὰ ταῖς κεραίαις, ἔνθα καὶ εἰς τὴν μήτραν καταφύονται.
而且,从睾丸中分出的精液血管也同样显现出含有精液,正如男性一样,在靠近睾丸本身的地方较宽且有明显的空腔,而在稍远的地方则变得较窄且仿佛无腔,随后在子宫角旁再次变宽,并在该处植入子宫。
ταύτας δὲ τὰς ἐμφύσεις οὔτε Ἀριστοτέλης, οὔτε Ἡρόφιλος, οὔτε Εὐρυφῶν οἶδεν·
这些植入,无论是亚里士多德、赫罗菲拉斯还是欧律丰都不曾知晓。
ἐμνημόνευσα δὲ τούτων, οὐχ ὡς μόνον οὐκ εἰδότων, ἀλλ’ ὡς κάλλιστα ἀνατεμόντων.
我提到这些人,不仅是因为他们不知道,更是因为他们曾做过最优秀的解剖。
Διοκλέα μὲν γὰρ καὶ Πραξαγόραν καὶ Φιλότιμον καὶ τοὺς ἄλλους παλαιοὺς ὀλίγου δεῖν ἅπαντας, οὐκ ἀπεικὸς, ὥσπερ ἄλλα πολλὰ τῶν κατὰ τὸ σῶμα, οὕτω δὴ καὶ ταῦτα ἀγνοῆσαι· ὁλοσχερέστερον γάρ πως καὶ οὐκ ἀκριβῶς περὶ τὰ ἀνατομικὰ ἔσχον· ὅθεν οὐδ’ ἐκείνων μοι μέλει.
对于戴奥克利斯、普拉克萨哥拉斯、菲洛蒂莫斯以及几乎所有其他古代医生来说,像身体的其他许多事物一样,不知道这些也是不足为奇的;因为他们在解剖学上有些粗枝大叶、不甚精确,因此我也并不关心他们。
περὶ δὲ τῶν ἀνδρῶν τούτων οὐκ ἔχω τί φῶ, οὔτε γὰρ καταγινώσκειν τούτων τολμῶ διὰ τὴν ἐν τοῖς ἄλλοις ἀκρίβειαν, οὔτε μικρὰ οὕτως ἐστὶ τὰ ἀγγεῖα, ὥστε ἄν τινα λαθεῖν.
但对于这几位,我不知道该说什么,因为我因他们在其他方面的精确而不敢谴责他们,而这些血管也并非小到能让人忽视。
ἀλλά περὶ μὲν τῶν εἰς τράχηλον τῆς κύστεως ἐμφυομένων ἀκριβῶς εἴρηται αὐτοῖς, ὅτι τε εἰς τὸν αὐτὸν τόπον ἐμβάλλει, εἰς ὃν καὶ ἐπὶ τῶν ἀῤῥένων, καὶ ὅτι ἀδενοειδῆ εἰσι τὰ ἀγγεῖα ταῦτα, καὶ ὅτι ἀπὸ τῶν διδύμων ἐκτείνεται τῇ μήτρᾳ παραφυόμενα.
然而,关于那些植入膀胱颈的血管,他们已经精确地说明了它们注入与男性相同的位置,且这些血管呈腺样,并从睾丸延伸出来,附在子宫旁。
περὶ δὲ τῶν κατὰ τὰς κεραίας οὐδὲν εἰρήκασι, καίτοι καὶ ταῦτα πόροις τε αἰσθητοῖς ἐμβέβληκεν, ὥσπερ ἐκεῖνα εἰς τὸν τράχηλον, καὶ γονὴν ἐντὸς αὑτῶν ἔχοντα φαίνεται.
但是,关于子宫角处的血管,他们未置一词,尽管这些血管也像通往膀胱颈的那些血管一样,拥有明显的通道注入,且其内部显现出含有精液。
ἐπὶ πλέον δὲ περὶ αὐτῶν ἐν τῷ ἑξῆς λόγῳ τῷ περὶ τῶν ἐνεργειῶν σκεψόμεθα.
关于它们,我们将在接下来的关于功能的讨论中进行更深入的考察。