§10#1Τὸ δὲ νῦν εἶναι, ὅπερ ἐστὶν ἕν τι τῶν προτεθέντων ὑπόλοιπον, τοῦτο λεγέσθω, τίνα, κυούσης τῆς γυναικὸς, ἐντὸς τῆς μήτρας φύεται.
至于目前,作为既定主题中唯一剩下的一项,且让我们说明:当妇女怀孕时,子宫内会生长出什么。
ἔστι δὲ τάδε. πρῶτον μὲν τὸ χορίον, τῇ μήτρᾳ προσφυές· μετὰ δὲ τόδε ὑμένες οἱ τὸ ἔμβρυον συνέχοντες, καὶ αὐτὸ τὸ ἔμβρυον.
它们是以下这些:首先是附着在子宫上的绒毛膜;在此之后是包裹胎儿的膜,以及胎儿本身。
εἶδος δὲ ἑκάστου τῇ φύσει τοιόνδε ἐστί. τὸ μὲν χορίον ἀγγεῖα πολλά ἐστι, φλέβες τε καὶ ἀρτηρίαι ἐγγὺς ἀλλήλων κείμεναι, καὶ τὰ μεταξὺ διαστήματα ὑμέσιν ἀναπληρούμενα.
它们每一个的自然形态如下:绒毛膜是许多互相靠近排列的血管,即静脉和动脉,其间的间隙由膜填充。
οἱ δὲ ὑμένες, ὁ μὲν ὅλῳ περίκειται τῷ ἐμβρύῳ, ὁ δὲ ἕτερος ἐπίκειται, διπλοῦς κατὰ τὰ ὑπερέχοντα αὐτοῦ, κεφαλήν τε καὶ γλουτοὺς καὶ πόδας.
至于这些膜,其中一层包裹着整个胎儿,而另一层覆盖在其上,在其突出的部分(即头部、臀部和足部)是双层的。
καὶ ἔστιν ὀνόματα αὐτῶν, τῷ μὲν ἀμνειὸς, τῷ δὲ ἀλλαντοειδὴς, ἀλλᾶντι γὰρ ἔοικεν, ὥστε ἀπὸ τῆς κατὰ τὸ σχῆμα ὁμοιότητος τοὔνομα αὐτῷ· ἄμφω δὲ λευκοὶ καὶ λεπτοὶ, ἐγγὺς ἀράχνης τὸ εἶδος.
它们的名字分别是,前者为羊膜,后者为尿膜,因为后者像香肠,所以其名称源于形状的相似;两者都呈白色且纤薄,外表接近蜘蛛网。
ἔστι δὲ τοῦ μὲν χορίου ἡ πρὸς τὴν μήτραν πρόσφυσις τοιάδε. τῶν τῆς μήτρας ἀγγείων εἰς τὰ ἐντὸς αὐτῆς ἡκόντων, δι’ ὧν καὶ τὰ καταμήνια ἡ γυνὴ καθαίρεται, τὰ στόματα ἀνέῳκται, ὁπόταν ἡ γυνὴ συλλήψεσθαι μέλλῃ.
绒毛膜在子宫上的附着情况如下:在通往子宫内部的子宫血管中(妇女也通过这些血管排泄月经),每当妇女即将受孕时,其开口便会打开。
ἔστι δ’ οὗτος ὁ χρόνος ἀρχομένων τῶν ἐπιμηνίων ἢ παυομένων.
这一时期是月经开始来潮或即将停止之时。
ἀνεστόμωνται γὰρ καὶ ἐν τῷ ἄλλῳ παντὶ χρόνῳ τῆς καθάρσεως τὰ ἀγγεῖα ταῦτα, ἀλλ’ οὐκ ἂν λάβοι πρὸς ἑαυτὴν ἡ γυνὴ τηνικαῦτα, οὐδὲ γὰρ δύναται μένειν ἐν τῇ μήτρᾳ τὸ σπέρμα, ἐκκλυζόμενον τῷ πλήθει τοῦ ἐπιῤῥέοντος αἵματος.
因为这些血管在排经的其他所有时间里也是开张的,但妇女在此时无法受孕,因为精液无法滞留在子宫内,而是被大量涌入的血液冲刷掉。
παυομένων δὲ τῶν ἐπιμηνίων καὶ ἀρχομένων ἀνεστόμωται τὰ ἀγγεῖα, καὶ τὸ ἐπιμήνιον οὔτε πολὺ οὔτε ἀθρόον ἐκχεῖται, ἀλλ’ ὀλίγον τε καὶ κατὰ βραχὺ, οἷον ἀπὸ νοτίδος αἱματηρᾶς διϊδρουμένης· ὥστε προσφύεται μὲν διὰ τὴν τραχύτητα τῇ μήτρᾳ τὸ σπέρμα, αὐτάρκη δὲ ἔχει τροφὴν τὴν ὀλιγότητα τοῦ συῤῥέ οντος εἰς αὐτὴν αἵματος.
但在月经即将结束或开始时,血管开张,且月经排泄物既不多也不集中倾泻,而是少量且逐渐地排出,就如同从带血的湿气中渗出一般;因此精液由于子宫表面的粗糙而附着其上,并在流入子宫的少量血液中获得充足的营养。
πρὶν γὰρ ἰέναι τὰ ἐπιμήνια, οὐκ ἂν συλλάβοι ἡ γυνὴ, ὅτι καὶ τοῦ τρέφοντος ἐστέρηται τὸ σπέρμα, καὶ προσίζησιν οὐκ ἔχει· λεία γὰρ ἡ μήτρα τηνικαῦτά ἐστι, μεμυκότων τῶν ἀγγείων, ὥστε ἀποῤῥεῖ τὸ σπέρμα καὶ οὐχ ἑνοῦται τῷ χιτῶνι αὐτῆς, ἐπιτηδειότερον γὰρ πρὸς σύμφυσιν τὸ τραχὺ τοῦ λείου.
因为在月经来潮之前,妇女无法受孕,因为精液既缺乏营养,又无法固着;因为此时血管闭合,子宫是光滑的,所以精液流失而无法与子宫膜结合,因为粗糙的表面比光滑的表面更易于结合。
ταῦτα γοῦν καὶ τῶν ἀψύχων τὰ πολλὰ, φησὶν ὁ Διοκλῆς, οἷον ξύλα τε καὶ λίθους, ἑνῶσαι πρὸς ἄλληλα βουλόμενοι, ἢν τυγχάνῃ λεῖα ὄντα, τραχύνουσι πρότερον κατακνίζοντες.
戴奥克利斯说,事实上,即使是许多无生命之物,例如木头和石头,如果我们想把它们结合在一起,若它们恰好是光滑的,我们会先通过刮擦使其变粗糙。
καὶ γὰρ τὰ χείλη, καὶ τὰ βλέφαρα, καὶ τῶν δακτύλων τὰ μεταξὺ πολλάκις ἑλκωθέντα συνέφυ· κατὰ φύσιν δὲ ἔχοντα, καίτοι ἀεὶ ὁμιλοῦντα, οὐ συμφύεται διὰ λειότητα.
因为甚至嘴唇、眼睑以及指缝,在溃烂时也常常结合在一起;但在自然状态下,虽然它们总是接触,却因为光滑而不会结合。
τὰ μὲν γὰρ τραχέα κατὰ τὰς ἀνωμαλίας ἀλλήλοις ἐμπλεκόμενα ἑνοῦται· τὰ δὲ λεῖα, οὐκ ἔχοντα λαβὴν ἀσφαλῆ, κᾂν ὑπό τινος εἰς τὸ αὐτὸ ἀχθέντα καὶ βίᾳ συμπιληθῇ, ῥᾳδίως ἀπολύεται.
因为粗糙之物因其凹凸不平而互相交织、结合为一;而光滑之物由于没有牢固的抓手,即使被某种力量带到同一处并强行挤压在一起,也极易分离。
ταῦτα μὲν εἴρηται, καὶ γέγονεν ἤδη δῆλον, ὅτι τὸ χορίον τῇ μήτρᾳ προσφύεται κατὰ τὰ στόματα τῶν ἀγγείων μόνα, κατ’ ἄλλο δὲ οὐδέν.
这些已经说明,并且已经清楚,绒毛膜仅在血管开口处附着于子宫,而不在其他任何地方。
ἡ δὲ πρόσφυσις γίνεται τόνδε τὸν τρόπον. τὸ ἐν τῷ χορίῳ φυόμενον ἀγγεῖον ἀρχὴν ἔχει τὸ πέρας τοῦ εἰς τὴν μήτραν ἐμβάλλοντος, ὥστε ἄν τινα φάναι ἓν εἶναι τὰ δύο.
附着是以如下方式进行的:在绒毛膜中生长的血管,其起点是通往子宫的血管的末端,以至于有人会说这两者合而为一。
ἥνωται γὰρ κατὰ τὰ στόματα, καὶ μεταλαμβάνει θάτερον παρὰ θατέρου. ἡ μὲν γὰρ φλὲψ τὸ αἷμα παρὰ τῆς φλεβός· ἡ δὲ ἀρτηρία τὸ πνεῦμα παρὰ τῆς ἀρτηρίας.
因为它们在开口处结合,且一方从另一方接受:静脉从静脉接受血液,动脉从动脉接受普内乌玛。
ὥστε τηλικαῦται τῶν τοῦ χορίου ἀγγείων αἱ διαστάσεις εἰσὶν, ἃς ὑμὴν διυφαίνει, ἡλίκον καὶ τὸ ἐν μέσῳ τῶν ἀναστομουμένων εἰς τὴν μήτραν ἀγγείων.
因此,由膜在其中织成的绒毛膜血管之间的间隙,与开张并通往子宫的血管之间的间隙大小相同。
κατὰ ταῦτα καὶ αἱ κοτυληδόνες εἰσὶ, δεσμὸς ἀσφαλὴς τῷ χορίῳ πρὸς τὴν μήτραν γεγενημέναι, καίτοι τὴν τῆς ἀνθρώπου μήτραν οὔ φασιν ἔχειν κοτυληδόνας· γίνεσθαι γὰρ αὐτὰς ἐπί τε βοῶν καὶ αἰγῶν καὶ ἐλάφων καὶ τοιούτων ἑτέρων ζώων, σώματα πλαδαρὰ, ὑπόμυξα, τῷ σχήματι ἐοικότα κοτυληδόνι τῇ πόᾳ, τῇ κυμβαλίτιδι, ὅθεν περ καὶ τοὔνομα αὐταῖς.
与此相应地,也有子宫颈(胎盘叶)存在,它们成为将绒毛膜牢固绑定在子宫上的纽带,尽管人们说人类的子宫没有子宫颈;因为它们产生于牛、山羊、鹿及其他此类动物,是松软、多粘液的组织,其形状类似于名为“脐草”(即笠叶草)的植物,这正是它们得名的由来。