- 底本
- Galen. Claudii Galeni Opera Omnia, Volume 2. Kühn, Karl Gottlob, editor. Leipzig: Knobloch, 1821.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0057.tlg016.humanitext-grc1:8-9
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
年齢や生理的状態による子宮の厚さの変化を説明し、女性の睾丸(卵巣)および関連する血管の構造的特徴と、古代の解剖学者たちの見解を検討する。
Ἔχουσι δὲ οὐδὲ τῷ πάχει τῆς μήτρας οἱ χιτῶνες ὡσαύτως ἀεὶ, ἀλλ’ εἰς μὲν τὴν πρώτην ἡλικίαν, ὥσπερ μικροὶ, οὕτω καὶ λεπτοί εἰσιν· ἰόντων δὲ ἤδη τῶν ἐπιμηνίων, πρὸς λόγον τοῦ μεγέθους καὶ τὸ πάχος αὔξονται, καὶ ἢν ἔξωρος τοῦ κύειν τε καὶ καθαίρεσθαι ἡ γυνὴ γίνηται, ὥσπερ τὸ μέγεθος, οὕτω καὶ τὸ πάχος μειοῦται. κατὰ μὲν τὰς ἡλικίας ᾧδ’ ἔχουσιν. κατὰ δὲ τὰς περιστάσεις, ὅσα μὲν αἱ νόσοι πεφύκασιν ἀλλοιῶσαι1 κατὰ τὴν μήτραν, τὸ νῦν οὐ πρόκειται λέγειν· ὅσα δὲ ἐν τῷ κατὰ φύσιν αἱ περιστάσεις αὐτὴν ἀλλάττουσιν, ταῦτα ἐροῦμεν. παχεῖα μὲν καὶ εὔογκος καὶ διῳδηκυῖα φαίνεται, ὅταν αὐτὴ ἡ κάθαρσις ἡ τῶν καταμηνίων συνδιδῶται· διαβρέχεται γὰρ τηνικαῦτα τῇ νοτίδι τῇ ἀπὸ τοῦ αἵματος· λεπτὴ δὲ καὶ ξηρὰ ἡ ποῤῥωτάτω τούτου τοῦ χρόνου· παχυτέρα δὲ καὶ τῇ κυησάσῃ, καὶ ἥτις πλεῖστα ἐκύησε, ταύτῃ παχίστη. πάλιν οὖν ἀρχομένης μὲν κύειν παχεῖα, ἐγγὺς δὲ τοῦ ἀποκυΐσκειν γενομένης μεγάλη μὲν, λεπτὴ δὲ, τὸ γὰρ πάχος εἰς τὸ μῆκος ἐκτεινόμενον ἀναλίσκεται, ἐν δὲ τῷ μεταξὺ χρόνῳ ἀνάλογον τοῦ μεγέθους τὸ πλάτος.
また、子宮の膜は、その厚さに関しても常に一定であるわけではなく、幼少期においては、小さいのと同様に薄い。しかし、月経が始まりかけると、大きさに比例してその厚さも増し、もし女性が妊娠や月経の時期を過ぎる年齢になると、大きさと同じように厚さも減少する。年齢による状態はこのようである。一方、諸状況について言えば、諸病が子宮においてどれほどの変化をもたらす性質があるかについては、今は語ることを意図していない。しかし、自然な諸状況が子宮をどのように変化させるかについては、これを語ることにしよう。すなわち、月経の排出自体が起ころうとしている時には、子宮は厚く、膨らみ、腫れているように見える。なぜならその時、血液からの湿り気によって浸されるからである。しかし、この時期から最も遠い時期には、薄くて乾燥している。また、妊娠した女性においてはより厚く、最も多く妊娠した女性においては最も厚い。それゆえ、さらに言えば、妊娠の始まりにおいては厚く、出産が近づくと大きいが薄い。なぜなら、厚さは長さに引き延ばされて消費されるからである。そして、その中間の時期においては、厚さは大きさに比例している。
Οἱ δὲ ὄρχεις τοῦ θήλεος κεῖνται μὲν ἐκ πλαγίων τῆς μήτρας, εἷς ἑκατέρωθεν τοῦ πυθμένος, ἐγγὺς τῶν κεραιῶν, μεγέθει γε πολὺ μείους, ἢ τοῦ ἄῤῥενος, καὶ τῷ σχήματι δὲ καὶ τῷ συγκρίματι πάμπολυ διαφέρουσι. πλατεῖς μὲν γὰρ οὗτοι, στρογγύλοι δὲ καὶ προμήκεις ἐκεῖνοι· καὶ ἀδενοειδεῖς μὲν οὗτοι, ἁπαλόσαρκοι δὲ οἱ τοῦ ἄῤῥενος. περιέχει δὲ τούτων ἑκάτερον ὑμὴν ἴδιος λεπτὸς, οἷος ἐπὶ τῶν ἀῤῥένων, ὁ δαρτός· ἐρυθροειδῆ δὲ καὶ ὄσχεον οἱ τοῦ θήλεος ὄρχεις οὐκ ἔχουσι. καὶ μὴν καὶ ἀρτηρίαι καὶ φλέβες τοῖς ὄρχεσιν ἐμφύονται ἀπὸ τῶν εἰς τὴν μήτραν ἰουσῶν, εἰς ἑκάτερον μία. συμμίξαντα δὲ ἀλλήλοις ταῦτα τὰ ἀγγεῖα, πρὶν εἰς τὸν δίδυμον ἐμφυῆναι, καὶ βοστρυχοειδῶς ἑλίσσεται,2 οὐδέν τι ἀλλοιότερον ἢ ἐπὶ τῶν ἀῤῥένων, ὥστε, εἰ τέμοις τὴν ἕλικα, πολλά σοι ἡ μία τομὴ στόματα ποιήσει, οὐχ ὅτι πολλὰ ἀγγεῖα ἔτεμες, ἀλλ’ ὅτι τὸ ἓν πολλάκις. καὶ μὴν καὶ τὰ ἀποφυόμενα τῶν ὄρχεων ἀγγεῖα τὰ σπερματικὰ πάλιν ὁμοίως φαίνεται περιέχοντα σπέρμα, ὡς καὶ ἐπὶ τῶν ἀῤῥένων, ἐγγὺς μὲν αὐτῶν τῶν ὄρχεων εὐρέα τε ὄντα καὶ αἰσθητὴν ἔχοντα τὴν κοιλότητα, στενότερα δὲ καὶ οἷον ἄκοιλα γινόμενα μικρὸν ἀπωτέρω, εἶτα πάλιν εὐρυνόμενα παρὰ ταῖς κεραίαις, ἔνθα καὶ εἰς τὴν μήτραν καταφύονται. ταύτας δὲ τὰς ἐμφύσεις οὔτε Ἀριστοτέλης, οὔτε Ἡρόφιλος, οὔτε Εὐρυφῶν οἶδεν· ἐμνημόνευσα δὲ τούτων, οὐχ ὡς μόνον οὐκ εἰδότων, ἀλλ’ ὡς κάλλιστα ἀνατεμόντων. Διοκλέα μὲν γὰρ, καὶ Πραξαγόραν καὶ Φιλότιμον καὶ τοὺς ἄλλους παλαιοὺς ὀλίγου δεῖν3 ἅπαντας, οὐκ ἀπεικὸς, ὥσπερ ἄλλα πολλὰ τῶν κατὰ τὸ σῶμα, οὕτω δὴ καὶ ταῦτα ἀγνοῆσαι· ὁλοσχερέστερον γάρ πως καὶ οὐκ ἀκριβῶς περὶ τὰ ἀνατομικὰ ἔσχον· ὅθεν οὐδ’ ἐκείνων μοι μέλει. περὶ δὲ τῶν ἀνδρῶν τούτων οὐκ ἔχω τί φῶ, οὔτε γὰρ καταγινώσκειν τούτων τολμῶ διὰ τὴν ἐν τοῖς ἄλλοις ἀκρίβειαν, οὔτε μικρὰ οὕτως ἐστὶ τὰ ἀγγεῖα, ὥστε ἄν τινα λαθεῖν. ἀλλὰ περὶ μὲν τῶν εἰς τράχηλον τῆς κύστεως ἐμφυομένων ἀκριβῶς εἴρηται αὐτοῖς, ὅτι τε εἰς τὸν αὐτὸν τόπον ἐμβάλλει, εἰς ὃν καὶ ἐπὶ τῶν ἀῤῥένων, καὶ ὅτι ἀδενοειδῆ εἰσι τὰ ἀγγεῖα ταῦτα, καὶ ὅτι ἀπὸ τῶν διδύμων ἐκτείνεται τῇ μήτρᾳ παραφυόμενα. περὶ δὲ τῶν κατὰ τὰς κεραίας οὐδὲν εἰρήκασι, καίτοι καὶ ταῦτα πόροις τε αἰσθητοῖς ἐμβέβληκεν, ὥσπερ ἐκεῖνα εἰς τὸν τράχηλον, καὶ γονὴν ἐντὸς αὑτῶν ἔχοντα φαίνεται. ἐπὶ πλέον δὲ περὶ αὐτῶν ἐν τῷ ἑξῆς λόγῳ τῷ περὶ τῶν ἐνεργειῶν σκεψόμεθα.
女性の睾丸(卵巣)は、子宮の側面に位置し、子宮底の左右に一つずつ、子宮角の近くにあり、大きさにおいては男性のものよりもはるかに小さく、形や構造においても大いに異なっている。なぜなら、これらは平らであるが、あちら(男性のもの)は丸くて細長いからである。また、これらは腺のようであるが、男性のものは柔らかい肉質である。そして、これらのそれぞれを、男性におけるのと同様に、肉膜と呼ばれる固有の薄い膜が包んでいる。しかし、女性の睾丸は、鞘膜や陰嚢を持たない。さらに、子宮へと向かう血管から、動脈と静脈が卵巣へと深く生え込んでおり、それぞれに1本ずつである。これらの血管は、互いに交じり合い、卵巣に深く生え込む前に、男性におけるのと全く同様に、巻きひげ(螺旋)状に曲がりくねっている。したがって、もしその螺旋を(横方向に)切断するなら、一度の切断で多くの開口部があなたに現れるだろう。それは多くの血管を切ったからではなく、一つの血管を何度も切ったからである。さらに、卵巣から生じる精管もまた、男性におけるのと同様に、やはり精液を含んでいるように見え、卵巣自体の近くでは太くてはっきりとした空洞を持っているが、少し離れるとより狭くなり、いわば空洞がないかのようになり、その後、子宮角の傍らで再び広くなり、そこで子宮へと入り込んでいる。これらの挿入を、アリストテレスも、ヘロフィロスも、エウリュポンも知らなかった。私が彼らについて言及したのは、彼らがただ知らなかったからというだけでなく、最も優れた解剖を行った者たちだからである。ディオクレスやプラクサゴラス、フィロティモス、そしてほとんどすべての他の古代の医師たちが、身体の他の多くの事柄と同様に、これをも知らなかったのは、もっともなことである。なぜなら、彼らは解剖学的知見について、いくぶん大雑把で不正確であったからであり、それゆえに私は彼らのことを気にも留めない。しかし、これら(アリストテレス、ヘロフィロス、エウリュポン)の男たちについては、何と言うべきか分からない。というのも、彼らの他の分野における正確さゆえに、彼らを非難する勇気は私にはないし、また、これらの血管は誰かが見落とすほど小さいわけでもないからである。しかし、彼らは膀胱の頸部に挿入されるものについては正確に語っており、それが男性におけるのと同様の場所に開口すること、またこれらの血管が腺のようであること、そして卵巣から子宮の傍らに沿って伸びていることを述べている。しかし、子宮角のところにある血管については、彼らは何も語っていない。それらもまた、あの頸部への血管と同様に、はっきりとした通路をもって(子宮へ)入っており、自らの内部に精液を含んでいるように見えるにもかかわらず。これらについては、次の『機能について』の議論において、より詳細に考察することにしよう。
- 8ἀλλοιῶσαι
不定詞で、πεφύκασιν(〜する性質がある)の補語として機能している。主語である αἱ τόσοι(「諸病」を意味する αἱ νόσοι の誤記と思われる)が子宮に変化をもたらす能力・性質を持つことを表す。
- 9ἑλίσσεται
中性複数主語 ταῦτα τὰ ἀγγεῖα に対する単数動詞。古典ギリシア語に一般的な「中性複数の主語は単数動詞をとる」という文法規則(アッティカ文法)に従っている。
- 9ὀλίγου δεῖν
接続詞的に「ほとんど」「危うく」を意味する絶対不定詞の慣用表現。δεῖν(δεῖの不定詞)が副詞的に用いられ、全体の文脈を修飾している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 原文 1 件
- 2026-09-21 AI校閲 — 訳文 1 件
