§10#1Τὸ δὲ νῦν εἶναι, ὅπερ ἐστὶν ἕν τι τῶν προτεθέντων ὑπόλοιπον, τοῦτο λεγέσθω, τίνα, κυούσης τῆς γυναικὸς, ἐντὸς τῆς μήτρας φύεται.
とりあえず現在のところ、提示された主題のうちで残されている最後の一つであるが、女性が妊娠している時に子宮の内部に何が生じるか、これについて語ることにしよう。
ἔστι δὲ τάδε.
それは以下の通りである。
πρῶτον μὲν τὸ χορίον, τῇ μήτρᾳ προσφυές·
第一に、子宮に付着している絨毛膜。
μετὰ δὲ τόδε ὑμένες οἱ τὸ ἔμβρυον συνέχοντες, καὶ αὐτὸ τὸ ἔμβρυον.
これの次には、胎児を包み込んでいる膜、そして胎児そのものである。
εἶδος δὲ ἑκάστου τῇ φύσει τοιόνδε ἐστί.
そして、それぞれの自然における形態は次のようである。
τὸ μὲν χορίον ἀγγεῖα πολλά ἐστι, φλέβες τε καὶ ἀρτηρίαι ἐγγὺς ἀλλήλων κείμεναι, καὶ τὰ μεταξὺ διαστήματα ὑμέσιν ἀναπληρούμενα.
まず絨毛膜は、互いに近くに配置された多くの血管、すなわち静脈と動脈であり、その間の隙間は膜で満たされている。
οἱ δὲ ὑμένες, ὁ μὲν ὅλῳ περίκειται τῷ ἐμβρύῳ, ὁ δὲ ἕτερος ἐπίκειται, διπλοῦς κατὰ τὰ ὑπερέχοντα αὐτοῦ, κεφαλήν τε καὶ γλουτοὺς καὶ πόδας.
他方、膜については、一方は胎児全体を包んでおり、他方はその上に位置し、胎児の突出した部分、すなわち頭、臀部、足を覆うところで二重になっている。
καὶ ἔστιν ὀνόματα αὐτῶν, τῷ μὲν ἀμνειὸς, τῷ δὲ ἀλλαντοειδὴς, ἀλλᾶντι γὰρ ἔοικεν, ὥστε ἀπὸ τῆς κατὰ τὸ σχῆμα ὁμοιότητος τοὔνομα αὐτῷ·
そしてそれらの名前は、一方には羊膜、他方には尿膜であり、それはソーセージに似ているため、その形状の類似からその名がある。
ἄμφω δὲ λευκοὶ καὶ λεπτοὶ, ἐγγὺς ἀράχνης τὸ εἶδος.
両者ともに白くて薄く、その外観はクモの巣に近い。
ἔστι δὲ τοῦ μὲν χορίου ἡ πρὸς τὴν μήτραν πρόσφυσις τοιάδε.
絨毛膜の子宮への付着は次のようである。
τῶν τῆς μήτρας ἀγγείων εἰς τὰ ἐντὸς αὐτῆς ἡκόντων, δι’ ὧν καὶ τὰ καταμήνια ἡ γυνὴ καθαίρεται, τὰ στόματα ἀνέῳκται, ὁπόταν ἡ γυνὴ συλλήψεσθαι μέλλῃ.
子宮の内側へと至る子宮の血管で、それを通じて女性が月経を排出するものであるが、女性が妊娠しようとするとき、それらの開口部が開かれる。
ἔστι δ’ οὗτος ὁ χρόνος ἀρχομένων τῶν ἐπιμηνίων ἢ παυομένων.
この時期は、月経が始まりかけるか、または終わりかけるときである。
ἀνεστόμωνται γὰρ καὶ ἐν τῷ ἄλλῳ παντὶ χρόνῳ τῆς καθάρσεως τὰ ἀγγεῖα ταῦτα, ἀλλ’ οὐκ ἂν λάβοι πρὸς ἑαυτὴν ἡ γυνὴ τηνικαῦτα, οὐδὲ γὰρ δύναται μένειν ἐν τῇ μήτρᾳ τὸ σπέρμα, ἐκκλυζόμενον τῷ πλήθει τοῦ ἐπιῤῥέοντος αἵματος.
なぜなら、これらの血管は排出の他のすべての時期においても開口しているが、その時には女性は精を受け入れることができない。 というのも、精液は流れ込む多量の血液によって洗い流されてしまい、子宮内にとどまることができないからである。
παυομένων δὲ τῶν ἐπιμηνίων καὶ ἀρχομένων ἀνεστόμωται τὰ ἀγγεῖα, καὶ τὸ ἐπιμήνιον οὔτε πολὺ οὔτε ἀθρόον ἐκχεῖται, ἀλλ’ ὀλίγον τε καὶ κατὰ βραχὺ, οἷον ἀπὸ νοτίδος αἱματηρᾶς διϊδρουμένης·
しかし、月経が終わりかけるときや始まりかけるときには、血管は開口しており、月経血は多くも一斉でもなく、少しずつ、徐々に排出される。 それは、血を帯びた湿り気がにじみ出るかのようである。
ὥστε προσφύεται μὲν διὰ τὴν τραχύτητα τῇ μήτρᾳ τὸ σπέρμα, αὐτάρκη δὲ ἔχει τροφὴν τὴν ὀλιγότητα τοῦ συῤῥέ οντος εἰς αὐτὴν αἵματος.
それゆえ、精液はその粗さのために子宮に付着し、そこに流れ込む少量の血液を十分な栄養とする。
πρὶν γὰρ ἰέναι τὰ ἐπιμήνια, οὐκ ἂν συλλάβοι ἡ γυνὴ, ὅτι καὶ τοῦ τρέφοντος ἐστέρηται τὸ σπέρμα, καὶ προσίζησιν οὐκ ἔχει·
なぜなら、月経が始まる前には、女性は妊娠することができない。 精液は栄養となるものを奪われており、また固着する場所を持たないからである。
λεία γὰρ ἡ μήτρα τηνικαῦτά ἐστι, μεμυκότων τῶν ἀγγείων, ὥστε ἀποῤῥεῖ τὸ σπέρμα καὶ οὐχ ἑνοῦται τῷ χιτῶνι αὐτῆς, ἐπιτηδειότερον γὰρ πρὸς σύμφυσιν τὸ τραχὺ τοῦ λείου.
その時には、血管が閉じているため、子宮は滑らかであり、そのため精液は流れ落ちて子宮の膜と一体化しない。 というのも、合一するためには滑らかなものよりも粗いものの方が適しているからである。
ταῦτα γοῦν καὶ τῶν ἀψύχων τὰ πολλὰ, φησὶν ὁ Διοκλῆς, οἷον ξύλα τε καὶ λίθους, ἑνῶσαι πρὸς ἄλληλα βουλόμενοι, ἢν τυγχάνῃ λεῖα ὄντα, τραχύνουσι πρότερον κατακνίζοντες.
実際、ディオクレスが言うには、無生物の多く、例えば木や石であっても、それらがたまたま滑らかである場合に、互いに合一させようと望むなら、まずそれらを削って粗くする。
καὶ γὰρ τὰ χείλη, καὶ τὰ βλέφαρα, καὶ τῶν δακτύλων τὰ μεταξὺ πολλάκις ἑλκωθέντα συνέφυ·
なぜなら、唇や、瞼や、指の間も、しばしば傷ついて互いに合一するからである。
κατὰ φύσιν δὲ ἔχοντα, καίτοι ἀεὶ ὁμιλοῦντα, οὐ συμφύεται διὰ λειότητα.
しかし、自然な状態にあるときは、常に接触しているにもかかわらず、滑らかさのために合一することはない。
τὰ μὲν γὰρ τραχέα κατὰ τὰς ἀνωμαλίας ἀλλήλοις ἐμπλεκόμενα ἑνοῦται· τὰ δὲ λεῖα, οὐκ ἔχοντα λαβὴν ἀσφαλῆ, κᾂν ὑπό τινος εἰς τὸ αὐτὸ ἀχθέντα καὶ βίᾳ συμπιληθῇ, ῥᾳδίως ἀπολύεται.
なぜなら、粗いものはその凹凸によって互いに絡み合って一体化するが、滑らかなものは確実な手がかりを持たないため、何らかのものによって同じ場所に集められ無理に押し固められたとしても、容易に離れてしまうからである。
ταῦτα μὲν εἴρηται, καὶ γέγονεν ἤδη δῆλον, ὅτι τὸ χορίον τῇ μήτρᾳ προσφύεται κατὰ τὰ στόματα τῶν ἀγγείων μόνα, κατ’ ἄλλο δὲ οὐδέν.
これらのことは語られた。 そして、絨毛膜が子宮に付着するのは血管の開口部においてのみであり、それ以外の場所ではないことがすでに明らかになった。
ἡ δὲ πρόσφυσις γίνεται τόνδε τὸν τρόπον.
そして、その付着は次のような仕方で起こる。
τὸ ἐν τῷ χορίῳ φυόμενον ἀγγεῖον ἀρχὴν ἔχει τὸ πέρας τοῦ εἰς τὴν μήτραν ἐμβάλλοντος, ὥστε ἄν τινα φάναι ἓν εἶναι τὰ δύο.
絨毛膜の中に生じる血管は、子宮へと入る血管の末端を起点としており、そのため、その二つは一つであると誰かが言うほどである。
ἥνωται γὰρ κατὰ τὰ στόματα, καὶ μεταλαμβάνει θάτερον παρὰ θατέρου.
なぜなら、それらは開口部において合一しており、一方が他方から受け取るからである。
ἡ μὲν γὰρ φλὲψ τὸ αἷμα παρὰ τῆς φλεβός· ἡ δὲ ἀρτηρία τὸ πνεῦμα παρὰ τῆς ἀρτηρίας.
すなわち、静脈は静脈から血液を受け取り、動脈は動脈からプネウマを受け取る。
ὥστε τηλικαῦται τῶν τοῦ χορίου ἀγγείων αἱ διαστάσεις εἰσὶν, ἃς ὑμὴν διυφαίνει, ἡλίκον καὶ τὸ ἐν μέσῳ τῶν ἀναστομουμένων εἰς τὴν μήτραν ἀγγείων.
それゆえ、膜がその間に織り込まれている絨毛膜の血管の間の間隔は、子宮へと開口している血管の中間の間隔と同じ大きさである。
κατὰ ταῦτα καὶ αἱ κοτυληδόνες εἰσὶ, δεσμὸς ἀσφαλὴς τῷ χορίῳ πρὸς τὴν μήτραν γεγενημέναι, καίτοι τὴν τῆς ἀνθρώπου μήτραν οὔ φασιν ἔχειν κοτυληδόνας·
これらに従ってコティレドン(子宮結節)も存在し、絨毛膜を子宮に固定する確実な絆となっている。 もっとも、人間の女性の子宮にはコティレドンはないと言われているが。
γίνεσθαι γὰρ αὐτὰς ἐπί τε βοῶν καὶ αἰγῶν καὶ ἐλάφων καὶ τοιούτων ἑτέρων ζώων, σώματα πλαδαρὰ, ὑπόμυξα, τῷ σχήματι ἐοικότα κοτυληδόνι τῇ πόᾳ, τῇ κυμβαλίτιδι, ὅθεν περ καὶ τοὔνομα αὐταῖς.
なぜなら、それらは牛や、山羊や、鹿や、その他のそのような動物において生じるもので、湿って粘液を帯びた組織であり、その形状はコティレドンと呼ばれる草、すなわちキムバリチスに似ており、まさにそこからその名が付けられているからである。