Humanitext Reader

盖伦 · 子宫解剖学 §10#2

子宫结节的本质与胎儿血管及尿膜管

第 6 段,共 6 段 · 希腊语

内容简介

作者引用希波克拉底和普拉萨戈拉斯的话,论证了人类子宫中存在的“子宫颈”本质上是血管的开口,并描述了绒毛膜血管汇合成脐带血管的树状结构、尿膜管以及胎膜内含有的液体。

§10#2ἀλλ’ Ἱπποκράτης γέ φησιν· Ὁκόσαι μετρίως ἔχουσαι τὰ σώματα ἐκτιτρώσκουσι τετράμηνα καὶ τρίμηνα ἄτερ φανερῆς προφάσιος, ταύτῃσι αἱ κοτυληδόνες μύξης μεσταί εἰσι, καὶ οὐ δύνανται κρατέειν ὑπὸ τοῦ βάρεος τὸ ἔμβρυον, ἀλλὰ ἀποῤῥήγνυνται.
但希波克拉底确实说过:“那些体质尚可的妇女,在没有明显原因的情况下,于第四个月或第三个月流产,在这些妇女中,子宫颈(コティレドン)充满了粘液,由于重量而无法保持胎儿,反而破裂了。
καὶ μὴν Διοκλῆς ὁ Καρύστιος καὶ Πραξαγόρας ὁ Κῶος ὁ Νικάρχου, μικρὸν ὕστερον Ἱπποκράτους γεγονότες, ταὐτὰ λέγουσι, πολλοὶ δὲ καὶ ἄλλοι.
” 此外,生活在希波克拉底之后不久的卡律斯特斯的戴奥克利斯和尼卡科斯之子科斯的普拉萨戈拉斯,也说了同样的话,还有许多其他人。
ἆρ’ οὖν πάντες ἠγνοήκασι;
那么,难道他们所有人都是无知的吗?
ἀλλ’ οὐ θέμις ὑπὲρ ἀνδρῶν τηλικούτων οὕτω φρονεῖν.
但对如此伟大的人物产生这样的想法是不妥的。
τί ποτε οὖν ἐστιν, ὃ λέγουσι;
那么,他们所说的究竟是什么呢?
τὰ στόματα τῶν ἐν τῇ μήτρᾳ ἀγγείων οὕτω καλοῦσι.
他们是将子宫内血管的开口称为这一名字。
καὶ γὰρ καὶ ταῦτα κοτυληδονώδεις ἐξοχὰς ἐπιφυομένας ἴσχει παρὰ τὸν τῆς κυήσεως χρόνον, οἷα καὶ ἐν τῷ ἀπευθυσμένῳ γίνονται ἐπὶ αἱμοῤῥοΐσι.
因为在怀孕期间,这些血管在上面确实也会产生类似子宫颈的突起,正如直肠在痔疮时产生的那样。
λέγω δὲ ταῦτα οὐ μαντευσάμενος, ἀλλὰ παρὰ Πραξαγόρου μαθών.
我说这些话并非出于臆测,而是从普拉萨戈拉斯那里学到的。
ὁ γάρ τοι Πραξαγόρας ᾧδέ πώς φησιν αὐταῖς λέξεσι· Κοτυληδόνες δέ εἰσι τὰ στόματα τῶν φλεβῶν τῶν εἰς τὴν μήτραν ἡκουσῶν.
因为普拉萨戈拉斯确曾用以下原话说道:“子宫颈就是通往子宫的静脉的开口。
ὥστε ἔχοι ἂν ἡ γυναικεία μήτρα κοτυληδόνας· καὶ ᾗ διαφέρουσιν αὗταί τε καὶ αἱ ἐπὶ τῶν ἀλόγων ζώων, σαφὲς ἤδη οἶμαι ἐκ τῶν εἰρημένων γεγονέναι.
” 因此,女性子宫也会有子宫颈;而这些子宫颈与无理性动物体内的子宫颈有何不同,我想从已说的话中已经变得很清楚了。
ἀρχόμενα οὖν τὰ τοῦ χορίου ἀγγεῖα ἐντεῦθεν, ὅθεν περ εἴρηται, διαπλέκει τε τὸ χορίον, ἀλλήλοις τε μίγνυται καὶ συμφύεται.
因此,绒毛膜的血管从如前所述的地方起点,织成绒毛膜,彼此混合并结合。
ὁ δὲ τρόπος αὐτῆς τῆς συνόδου τοιόσδε τίς ἐστιν. ἐννόησον ῥίζας δένδρου πολλάς τε καὶ λεπτὰς, κατὰ δύο καὶ τρεῖς ἀλλήλαις ἑνουμένας, ὥστε ἐξ αὐτῶν ἑτέρας ῥίζας γίνεσθαι, μείζους μὲν τῷ μεγέθει, ἐλάττους δὲ τῷ ἀριθμῷ, κᾀκείνας πάλιν συνιούσας ἀλλήλαις ἑτέρας ὡσαύτως ποιεῖν, εἶτα ἐκ τῶν γενομένων κατὰ τὸν αὐτὸν τρόπον ἄλλας, καὶ τοῦτο ἀεὶ γινόμενον, ἕως ἐς ταὐτὸ ἐλθοῦσαι σύμπασαι τελευτήσωσιν ὑπ’ ἄκραν τῆς γῆς τὴν ἐπιφάνειαν εἰς τὸ τοῦ δένδρου μέρος ἐκεῖνο, ὃ καλεῖται στέλεχος.
这种结合本身的方式如下:请想象一棵树的许多细根,两两或三三结合在一起,从而由它们产生出其他根,这些新根在尺寸上更大,但在数量上更少;然后它们再次结合,以同样的方式产生其他根,接着由产生的这些根以同样的方式产生另外的根,如此循环往复,直到所有根汇合在一起,最终在地面下方汇入树木中被称为树干的那一部分。
καὶ γάρ τοι  τὰ ἀγγεῖα ταῦτα, οἷον ῥίζαι τινὲς οὖσαι πολλαὶ καὶ μικραὶ, συμφύονται, καὶ συμφυόμενα γίνεται μείζονα τῶν προτέρων· εἶτα ἐφεξῆς μείζονα γινόμενα περατοῦνται σύμπαντα εἰς δύο οἷον στελέχη, φλέβας μὲν τὰ φλεβώδη, ἀρτηρίας δὲ τὰ ἀρτηριώδη, ἑκάτερον ἐξ ἑκατέρου μέρους, δεξιοῦ τε καὶ ἀριστεροῦ, ἐμβαλλούσας εἰς τὸ ἔμβρυον κατὰ τὸν ὀμφαλόν.
事实上,这些血管就像是许多微小的根,彼此结合,由于结合而变得比先前的更大;然后依次变大,最终全部终止于两根相当于“树干”的血管,静脉性的变成静脉,动脉性的变成动脉,分别从左右两侧通过脐部进入胎儿。
οὐδὲ γὰρ οὐδὲ ἄλλο τί ἐστιν ὁ ὀμφαλὸς, ἀλλ’ ἢ τὰ τέτταρα ἀγγεῖα, μέσον αὑτῶν ἔχοντα τὸν οὐραχόν.
因为脐部不外乎就是那四根血管,而在它们中间夹着尿膜管。
οὗτος δέ ἐστιν ἀρχὴ τοῦ ἀλλαντοειδοῦς χιτῶνος, ὃν ἐξικνεῖσθαι κατὰ τὰ ἐξέχοντα τοῦ ἐμβρύου ἐλέγομεν· συντέτρηταί τε εἰς τὸν πυθμένα τῆς κύστεως τοῦ ἐμβρύου εὐρεῖ καὶ ἀξιολόγῳ πόρῳ, ὥστε εἶναι ἕνωσιν τῇ κύστει πρὸς τὸν ἀλλαντοειδῆ χιτῶνα διὰ τοῦ οὐραχοῦ, μεταξὺ ἀμφοῖν κειμένου.
这尿膜管是尿膜的起点,我们曾说尿膜延伸至胎儿的突出部分;它通过一条宽阔且显著的通道通向胎儿膀胱的底部,从而膀胱通过介于二者之间的尿膜管与尿膜结合。
καθ’ ὃ δὲ πρῶτον ἀνευρυνομένου τοῦ οὐραχοῦ ἀποφύεται ὁ ὑμὴν, τραχύτης ἱκανὴ καὶ οἷον ψωρώδης φαίνεται.
在尿膜管首次扩大、膜分支出来的地方,可以观察到明显的、如同疥癣般的粗糙表面。
καὶ μὴν καὶ ὑγρὸν οὐκ ὀλίγον ἐν ἑκατέρῳ τῶν ὑμένων περιέχεται, διαφέρον τοῦ ἑτέρου τὸ ἕτερον καὶ τῇ χροιᾷ καὶ τῷ πλήθει.
而且,在两层膜的每一层中都含有不少的液体,两者在颜色和数量上都有所不同。
ξανθὸν μὲν γὰρ τὸ ἐν τῷ ἀλλαντοειδεῖ, λευκότερον δέ πως τὸ ἐν τῷ ἀμνειῷ.
因为尿膜中的液体是黄色的,而羊膜中的液体则多少有些发白。
τοῦτο δὲ καὶ πλέον ἐστὶ τοῦ ἑτέρου· καὶ γὰρ καὶ ὁ χιτὼν τοῦ χιτῶνος μείζων, εἴ γε ὁ μὲν ὅλον τὸ ἔμβρυον ἀμφιέννυσιν, ὁ δὲ κατά τινα μέρη ἐπίκειται αὐτῷ.
且后者也比另一层膜中的更多;因为如果说一层膜包裹着整个胎儿,而另一层膜只覆盖在其某些部位上,那么这层膜确实比那层膜更大。
ὅθεν δὲ καὶ τοῖς ὑγροῖς τούτοις ἡ γένεσις, καὶ τίς ἡ ἀπ’ αὐτῶν χρεία, ἐν τῷ ἐφεξῆς λόγῳ πάντα εἰρήσεται· καὶ τὰ περὶ τῶν ἀγγείων τῶν εἰς τὸ ἔμβρυον διὰ τοῦ ὀμφαλοῦ καθηκόντων αὐτὰ καθ’ αὑτὰ εἰρήσεται ἐν ἑτέρῳ λόγῳ τῷ περὶ τῆς τοῦ ἐμβρύου ἀνατομῆς.
这些液体起源于何处,以及它们有何用途,在接下来的论述中都将予以说明;而关于通过脐部通往胎儿的血管本身的情况,将在另一篇关于胎儿解剖的论述中予以说明。

词汇与语法注释

  1. p.905Ὁκόσαι μετρίως ἔχουσαι τὰ σώματα — 引用自希波克拉底《格言集》5.45。指身体状况中等(既非极度肥胖也非极度消瘦,处于健康平衡状态)的妇女。副词 μετρίως 是一个医学术语,表示身体状况处于无极端失衡的和谐状态。
  2. p.906οἷα καὶ ἐν τῷ ἀπευθυσμένῳ γίνονται ἐπὶ αἱμοῤῥοΐσι — 将怀孕期间子宫血管上产生的类似子宫颈的突起(肿胀)比作直肠(ἀπευθυσμένον)中产生的痔疮(αἱμοῤῥοΐδες)。这是古代医学文献中利用人们熟悉的类比来解释病理或生理性突起的一个例子。
  3. 283μέσον αὑτῶν ἔχοντα τὸν οὐραχόν — 展示了构成脐带的“四根血管”(通常被认为是两根动脉和两根静脉)的结构。该短语描述了解剖学关系,即这些血管排列在中央的“尿膜管(οὐραχός)”两侧,将其夹在中间。
  4. p.908εἴ γε ὁ μὲν ὅλον τὸ ἔμβρυον ἀμφιέννυσιν — 连词 εἴ γε 强调性地引入一个确定的预设事实,表示原因或前提(“既然”、“如果确实”)。在这里,“其中一层包裹着整个胎儿”这一事实,构成了两层膜尺寸差异以及液体量差异的逻辑依据。

引用这一段

盖伦, 子宫解剖学 §10#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg016.humanitext-grc1:10%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。