§6Σκεψώμεθα δ’ ἐφεξῆς, ὅπως οἱ πταρμοὶ τὰ τῆς κεφαλῆς ἰῶνται βάρη.
接下来让我们考虑,打喷嚏是如何治疗头部沉重的。
γίνονται μὲν γὰρ, ἐπὶ προηγησαμέναις μεγίσταις εἰσπνοαῖς ἐκφυσήσεως ἑπομένης τάχιστα.
因为打喷嚏是在极大的吸气先导之后,极快地伴随有猛烈呼气而发生的。
ὀνομάζω δὲ ἐκφύσησιν τὴν ἀθρόαν ἐκπνοήν.
我将这种突然的呼气称为“猛烈呼气”。
εἰ δέ γε μηδὲν ἐξ ἐγκεφάλου δι’ αὐτῶν ἐκενοῦτο, πρὸς τῷ μὴ παύσασθαι τὰ βάρη τῆς κεφαλῆς ὑπὸ τῶν πταρμῶν πολλάκις ἔτι καὶ συνεπληροῦτο ἂν μᾶλλον ὑπὸ τῆς ἀθρόας ἔξω τοῦ πνεύματος φορᾶς καὶ προσέτι τῆς ὑπ’ αὐτοῦ γενομένης πληγῆς.
如果脑部确实没有通过这些通道排空任何东西,那么打喷嚏不仅不能消除头部的沉重,反而会因为气息突然向外冲出,以及由此产生的冲击,经常使头部变得更加充盈。
οὕτως οὖν φαίνεται καὶ ἐπὶ ταῖς μεγάλαις φωναῖς διατιθεμένη.
因此,在发出大声时,头部似乎也会处于这种状态。
καὶ μὲν δὴ καὶ πάθη τινὰ τῶν κατὰ τὸν ἐγκέφαλον συνισταμένων, οἷα μάλιστά ἐστι τὰ ληθαργικὰ καὶ καρώδη, καὶ διὰ τῶν πταρμικῶν οὐχ ἥκιστα θεραπεύεται φαρμάκων.
而且,脑部周围积聚的某些疾病,特别是嗜睡和昏迷,很大程度上是通过催嚏药来治疗的。
ἅμα γε καὶ πρὸς τὸν ἥλιον ἀποβλέποντες, ἐρεθιζομένων ἡμῶν πρὸς πταρμὸν, ὡς ἂν, οἶμαι, χεομένων ὑπ’ αὐτῶν τῶν ἀτμοειδῶν κατὰ τὸν ἐγκέφαλον πνευμάτων.
与此同时,当我们注视太阳时,我们会被刺激而打喷嚏,我认为这是因为脑部的蒸汽状精气被太阳光所扩散。
καθαρίζουσι δὲ καὶ βλέννας ἀθρόας ἐξ ἐγκεφάλου παχείας καὶ γλίσχρας οἱ πταρμοὶ τῇ τοῦ πνεύματος ἔξω φορᾷ συνεκβάλλοντες.
打喷嚏通过气息向外冲出的力量,将脑内黏稠厚重的黏液一同排出,从而净化了脑部。
οὐ μὴν εἰκὸς φέρεσθαι μὲν ἔξω τι πνεῦμα κατὰ τοὺς πταρμοὺς ἐξ ἐγκεφάλου, μηδὲν δὲ εἴσω μηδέποτε, καὶ ταῦτα μὲν τῶν πόρων ὑπαρχόντων πολλῶν κατὰ τε τὸ καλούμενον ἠθμοειδὲς ὀστοῦν καὶ τὴν ὑπαλείφουσαν ἐκ τῶν ἄνω μερῶν αὐτοῦ μήνιγγα.
然而,打喷嚏时有某种精气从脑部向外输送,却绝无任何东西向内输送,这是不合情理的,尤其是考虑到在所谓的筛骨以及从其上部涂抹其下的膜中存在着许多通道。
καὶ μὴν καὶ τὸ βλάπτεσθαι παραχρῆμα καὶ πληροῦσθαι καὶ βαρύνεσθαι τὴν κεφαλὴν ὑπὸ τῶν ἰσχυρῶν ὀσμῶν καὶ ἐνίοτε παραφροσύναις ἁλίσκεσθαι σημεῖόν ἐστι τοῦ φέρεσθαί τι τῆς οὐσίας αὐτῶν εἰς τὸν ἐγκέφαλον· οὐ γὰρ δὴ κατὰ γε τὴν τῆς ποιότητος κοινωνίαν μόνην ἀθρόως ἂν οὕτως καὶ σφοδρῶς ἐλυπεῖτο.
此外,头部因强烈的气味而立即受损、充盈和变沉重,甚至有时陷入错乱,这是这些气味的实体有部分被输送到脑部的迹象;因为仅凭性质的传导,脑部绝不会如此迅速和剧烈地受损。
κατὰ τὸν αὐτὸν γοῦν τρόπον εἰκός ἐστι καὶ τὸν ὑπ’ ἐκκαύσεως πονούμενον ἐγκέφαλον ὀνίνασθαι πρὸς τῆς τῶν ῥόδων ὀσμῆς.
同样地,因过热而痛苦的脑部受到玫瑰气味的益处,也是合乎情理的。
οὐδὲν δὲ αὐτὸν ἧττον ῥόδων ὀνίνησιν τηνικαῦτα καὶ ὁ ψυχρὸς ἀὴρ εἰσπνεόμενος, ὥσπερ καὶ ὁ πάνυ θερμὸς ἱκανὸς φαίνεται βλάπτειν.
此时,吸入的冷空气对它的益处并不亚于玫瑰,正如极热的空气显然足以伤害它一样。
καὶ μέντοι τῆς ἀναπνοῆς ὅλης ὑπ’ ἐγκεφάλου γινομένης ἕνεκα τοῦ φυλάττεσθαι τῆς ἐν τῇ καρδίᾳ θερμασίας τὴν συμμετρίαν, εὔλογον δὴ που πρώτην ταύτην πορίζειν αὑτῷ, ἑτοιμότατον βλάπτεσθαι πεφυκότι πρὸς τῶν ἀμετροτέρων, ἤτοι θερμαινόντων, ἢ ψυχόντων.
再者,既然整个呼吸都是由脑部为了维持心脏中热量的平衡而产生的,那么脑部首先为自己提供这种活动显然是合理的,因为它的本性最容易受到过度之物(无论是加热的还是冷却的)的伤害。
πῶς οὔ τινα πρὸς τοῦτο κίνησιν ἡ φύσις ἔδωκεν αὐτῷ σύμφυτον, ἐν μὲν ταῖς εἰσπνοαῖς ῥιπίζουσάν τε καὶ σφύζουσαν, ἐν δὲ ταῖς ἐκπνοαῖς ἀποχέουσαν μὲν ἐνίοτε τὸ φλεγματῶδες καὶ βλένναν καὶ κόρυζαν;
自然怎么会不给它某种针对此目的的先天运动呢? 这种运动在吸气时扇动并脉动,而在呼气时有时会排出黏液质、鼻涕和鼻卡尔。
ἐδείχθη δὲ ἡμῖν κᾀν τοῖς τῶν φυτῶν δυνάμεων ὑπομνήμασιν ἅπαντα τὰ τοῦ σώματος μόρια τήν τε τῶν ἀλλοτρίων ἐκκριτικὴν ἔχοντα δύναμιν, καὶ τὴν τῶν οἰκείων ἑλκτικήν.
我们在关于植物能力的著作中也已经表明,身体的所有部位都具有排出异物的力量和吸引自身所需之物的力量。
καὶ φαίνεται δ’ ἐναργῶς ἐπί τε γαστρὸς τοῦτο καὶ μητρῶν.
这在胃和子宫中明显可见。
ἆρ’ οὖν ἡ φύσις τῇ μὲν γαστρὶ δυνάμεις ἔδωκεν, ἕλκουσαν μὲν ἑτέραν τὸ χρηστὸν, ἐκκρίνουσαν δὲ ἄλλην τὸ μοχθηρὸν, ἐγκέφαλος δὲ μόνος οὐκ ἔχει ταύτας;
难道自然赋予了胃不同的力量——一种吸引有益之物,另一种排出有害之物——而唯独脑部没有这些力量吗?
ἀλλὰ μένει τὰ κατὰ τῆς κοιλίας αὐτοῦ περιττώματα, τῷ βάρει μόνῳ κάτω φερόμενα, κατὰ βραχὺ δ’ ἐκπίπτει ποτὲ εἰς τὰς ῥῖνας;
难道脑室中的余留物只是停留在那里,仅凭重力向下移动,有时逐渐落入鼻腔吗?
οὔκουν οἴεσθαι χρὴ, καὶ μάλισθ’ ὅταν ὕπτιοι τύχωμεν ὅλης νυκτὸς κατακείμενοι.
我们绝不应该这样认为,特别是当我们整夜仰卧躺着的时候。
φθάσει γὰρ ἀποπληξία τις ἢ κάρος ἢ ἐπιληψία συνιστᾶσα, τῶν κοιλιῶν αὐτοῦ πληρωθεισῶν.
因为一旦脑室被填满,中风、昏睡或癫痫就会先一步发生。
ἀνατιτραμένοις γοῦν πολλάκις παραχρῆμα καρώσεις γίνονται, τῶν ὑπηρετουμένων τοῖς χειρουργοῦσιν ἀμετρότερον ἐνίοτε θλιψάντων τὰς κατὰ τὸν ἐγκέφαλον κοιλίας, καίτοι τί λέγω κοιλίας;
至少在接受穿颅术的人中,当手术医生的助手们有时过度压迫脑部的脑室时,往往会立即发生昏睡——然而,我为什么说脑室呢?