§2Καὶ τοίνυν τῆς ῥινὸς ἐχούσης μέσον διάφραγμα καὶ πόρους ἀξιολόγους δύο, τούτους δὴ τοὺς φαινομένους, ἕνα καθ’ ἑκάτερον μυκτῆρα, χρὴ γινώσκειν ἀνωτέρω τῶν μέσων τῆς ῥινὸς ἑκάτερον αὐτῶν δίχα σχιζόμενον.
既然鼻子具有中央鼻中隔和两个显著的通道,即这些可见的通道,每个鼻孔各一个,我们必须知道,它们中的每一个在鼻子中部的上方分为两支。
ἥκει δὲ τῶν μερῶν τὸ μὲν ἕτερον εἰς τὸ τοῦ στόματος ἔνδον, τὸ δ’ ἕτερον ὄρθιον, ὡς ἐξ ἀρχῆς ἐφέρετο, πρὸς αὐτὸν ἀναβαίνει τὸν ἐγκέφαλον.
其中一部分通向口腔内部,而另一部分则如最初行进的那样直立上升,通往大脑本身。
εἰσὶ γὰρ αὐτῶν καὶ δύο κατὰ τοῦτο ἀποφύσεις προμήκεις τε καὶ κοῖλαι, τὴν ἀρχὴν μὲν ἐκ τῶν προσθίων ἔχουσαι κοιλιῶν, καθήκουσαι δὲ ἐπ’ ἐκεῖνο τοῦ κρανίου τὸ μέρος, ὅθεν ἡ ῥὶς ἄρχεται.
因为它们在此处也有两个长形且中空的突起,起始于前脑室,并向下延伸到头骨中鼻子开始的那个部分。
κατὰ τοῦτο καὶ ἡ τῶν ἠθμοειδῶν ὀστῶν ἐστι θέσις, ὧν τὴν χρείαν ἱκανὸν ἐνδείξασθαι τοὔνομα, καὶ ἥ γε μήνιγξ ἡ παχεῖα, καθ’ ὃ ψαύει τῶνδε τῶν ὀστῶν, ὀπαῖς λεπταῖς τέτρηται.
在此处也是筛骨的位置,其用途仅凭名称就足以表明,而硬脑膜在接触这些骨头的地方,被细小的孔洞所穿透。
διὰ ταύτης γέ τοι πρώτης διηθεῖται τὰ παχύτερα τῶν τοῦ ἐγκεφάλου περιττῶν· (ἔθος δ’ ἐστὶν ἀπ’ Ἀριστοτέλους ἀρξάμενον ὀνομάζεσθαι τὰ τοιαῦτα πάντα περιττώματα· ) τὰ μὲν γὰρ ἀτμοειδέστερα κατὰ τὰς ῥαφὰς ἀναθεῖ, καὶ ταύτην κένωσιν.
正是首先通过这层膜,大脑废弃物中较粗的部分被过滤出来;(自亚里士多德开始,将所有此类物质称为废弃物已成为一种习惯;)因为较具蒸汽性的物质沿缝合线上升,这也是一种排空。
ὅσα δὲ τούτων παχέα, καθάπερ ἡ βλέννα καὶ ἡ κόρυζα, κατάντη φέρεται, πρώτην μὲν τὴν παχεῖαν μήνιγγα διεξερχόμενα, μετ’ ἐκείνην δὲ διὰ τῶν ἠθμοειδῶν ὀστῶν ἠθούμενα, κᾄπειθ’ οὕτως ἐμπίπτοντα τοῖς πόροις τῆς ῥινός.
而其中粗的部分,如粘液和鼻涕,则向下运送,首先穿过硬脑膜,之后通过筛骨过滤,然后以这种方式落入鼻腔通道。
ἐν δὲ τῇ διὰ τούτων πορείᾳ μέρος ἔστιν ὅτε καταῤῥεῖ τῶν καταφερομένων εἰς τὸ στόμα διὰ τῶν εἰρημένων ἐκ τῆς ῥινὸς εἰς αὐτὸ συντρήσεων.
在通过这些通道的过程中,向下运送的物质有时会通过上述从鼻通往口腔的连通孔,流入口腔。
καὶ τάς γε παχυτέρας βλέννας, καὶ μάλισθ’ ὅσαι γλίσχραι, κατὰ μὲν τὸ ἕτερον αὐτῶν ἐνίοτε πέρας ἐμπεπτωκυίας ταῖς εἰς τὸ στόμα συντρήσεσιν, κατὰ δὲ τὸ ἕτερον ἐν τοῖς τῆς ῥινὸς οὖσι πόροις ἑκατέρων ἐκκενούμενον, ἐκφυσήσει μὲν βιαιοτέρᾳ χρησάμενον διὰ μυκτήρων, ἀναχρέμψει δὲ διὰ τοῦ στόματος.
至于较粗的粘液,尤其是那些黏稠的粘液,有时其一端落入通往口腔的连通孔,而另一端留在鼻腔通道中,为了将其从两端排出,[人]会通过鼻孔使用更强烈的吹气,并通过口腔使用咳吐。
ὑπαλείφει δ’ ἄναιμος χιτὼν, ὑμένος παχύτερος, αὐτούς τε τῆς ῥινὸς τοὺς εὐθεῖς πόρους, ἀναφερομένους ἄχρι τῶν ἠθμοειδῶν, καὶ πρὸς τούτοις τοὺς ἄλλους τοὺς λοξοὺς, οὓς εἰς τὸ στόμα τελευτᾷν ἔφην.
而一层无血的、比普通膜更厚的被膜,涂抹着鼻腔本身的直行通道(这些通道向上延伸至筛骨),此外还涂抹着我所说终结于口腔的其他斜行通道。
ἔστι δὲ συνεχὴς ὁ χιτὼν οὗτος καὶ αὐτῷ τῷ τὴν τοῦ στόματος ὅλου περιγραφὴν ἔνδοθεν ὑπαλείφοντι καὶ γλῶτταν ἀμφιεννύντι, καὶ πρός γε τούτοις φάρυγγά τε καὶ λάρυγγα καὶ τραχεῖαν ἀρτηρίαν καὶ στόμαχον.
这层被膜与那层从内部涂抹整个口腔轮廓并包裹舌头的被膜是连续的,此外还与咽、喉、气管和食道相连续。
εἰς δὲ δὴ τὸν χιτῶνα τοῦτον, ἕνα μὲν ὑπάρχοντα καὶ συνεχῆ, καὶ τῷ τῆς οὐσίας εἴδει τὸν αὐτὸν ἐν ἅπασι τοῖς εἰρημένοις φαινόμενον, οὐ μὴν ἴσον γε τὸ πάχος ἐν ἅπασιν αὐτοῖς ἔχοντα, διασπείρεταί τινα τῶν ἐξ ἐγκεφάλου νεύρων μικρὰ, πλὴν τῶν εἰς τὴν γλῶτταν ἰόντων.
实际上,分散到这层被膜中的,是来自大脑的一些细小神经(除走向舌头的神经外),这层被膜在所有上述部位中是单一且连续的,其物质种类看起来相同,但在所有这些部位中的厚度并不相等。
ἱκανὸν ὡς γὰρ ἐκεῖνα πάχος, διότι περιττοτέρας αἰσθήσεως δεῖ τῳ μορίῳ τῷδε, γεύσεως αἰσθητικῷ γεγενημένῳ.
因为走向舌头的那些神经具有足够的厚度,因为这个部位既然成为了味觉的感觉器官,就需要更特别的感觉。
ταῦτ’ ἄρα καὶ τοῖς ὀφθαλμοῖς ἔτι παχύτερα τῶν εἰς τὴν γλῶτταν ἰόντων ἡ φύσις ἔνειμεν νεῦρα, καὶ μετ’ αὐτοὺς ὠσὶ καὶ στόματι κοιλίας, ἐπειδὴ καὶ τοῦτο αἰσθητικώτατον ὑπάρχειν ἐχρῆν, ὡς ἐν τοῖς ὑπὲρ αὐτοῦ δέδεικται λόγοις.
因此,自然甚至分配给眼睛比走向舌头的神经更粗的神经,其次是耳朵和胃口(喷门),因为这个部位也必须是极具感觉的,正如在关于它的讨论中已经表明的那样。
ὀφθαλμὸς μὲν οὖν ὄργανον ὀπτικὸν, καὶ οὖς ἀκουστικὸν, καὶ γλῶττα γευστικὸν, ὀρέξεως δὲ σιτίων καὶ πομάτων ἡ γαστήρ ἐστιν ὄργανον, καὶ ταύτης μάλιστα τὸ στόμα.
因此,眼睛是视觉器官,耳朵是听觉器官,舌头是味觉器官,而胃是渴望食物和饮料的器官,尤其是胃口。
παχυμερεστάτην δὲ εἰς διάγνωσιν ἡ φύσις ἐποίησεν τὴν ἁπτικὴν δύναμιν, οὐκ ἔτι μὴν ταύτην γε καθ’ ἓν ἀποκεκριμένην χωρίον, ὡς ἑκάστην τῶν εἰρημένων, ἀλλ’ εἰς ὅλον ἐκτεταμένην τὸ σῶμα.
但自然使触觉能力在辨别上最为粗大,不再像上述各器官那样将其隔离在单一区域,而是延伸到整个身体。
καὶ διὰ τοῦτο καὶ νεύρων αὐτῇ μικροτέρων ἔνειμεν πλῆθος, καὶ τούτων σκληρῶν, ἐκ νωτιαίου μυελοῦ τῶν πλείστων ἀρχομένων.
因此,自然分配给它大量较小的神经,而且这些神经是硬的,大多数起始于脊髓。
εἰς δὲ τὰ προειρημένα μόρια, περιττοτέρας αἰσθήσεως δεόμενα, καὶ μείζω καὶ μαλακώτερα νεῦρα κατέφυσεν, ἐξ ἐγκεφάλου πάντα βλαστάνοντα.
另一方面,自然在上述需要更特别感觉的部位中,植入了更大且更软的神经,它们全部自大脑萌发。
φωτοειδέστατον μὲν οὖν ἐποίησεν τὸ τῆς ὄψεως ὄργανον, ὡς ἂν καὶ μόνον αὐγῆς καὶ φωτὸς αἰσθανόμενον, ἀερῶδες τὸ τῆς ἀκοῆς, αἰσθητικὸν ἐσόμενον καὶ τοῦτο τῶν κατὰ τὸν ἀέρα ψόφων.
因此,自然使视觉器官最具有光的特性,因为它是唯一能感知光辉和光线的器官;使听觉器官具有空气的特性,因为这也能感知空气中的声音。
οὕτω δὲ καὶ τὸ τῶν χυμῶν διαγνωστικὸν ὄργανον, τὴν γλῶτταν, ἐκ τῆς ὑγροτέρας ἰδέας τοῦ σώματος ἡ φύσις εἰργάσατο.
同样,自然用身体中较湿润的物质塑造了辨别汁液(味道)的器官,即舌头。
μεταξὺ δὲ ἀέρος τε καὶ ὑγροῦ καὶ πυρὸς τὸ τῆς ὀσφρήσεώς ἐστιν αἰσθητικὸν, οὔθ’ οὕτω λεπτομερὲς ὑπάρχον, ὡς ὁ ἀὴρ, οὔθ’ οὕτω παχυμερὲς, ὡς τὸ ὑγρόν.
而嗅觉的感觉器官则介于空气、湿气和火之间,既不像空气那样微细,也不像湿气那样粗大。
ὅσον γὰρ ἀποῤῥεῖ τῶν σωμάτων ἑκάστου, τοῦτ’ ἔστι τῶν ὀσφρητῶν ἡ οὐσία.
因为从每个物体中流出的部分,就是有气味之物的实体。
μαθεῖν δ’ ἐστὶ μάλιστα ἐπὶ ῥόδων αὐτῶν καὶ τῶν οὕτως ἁπλῶν, ἃ διὰ ταχέων ἑαυτῶν ἐλάττω τε ἅμα καὶ ξηρότερα γίνεται, φανερῶς ἐνδεικνύμενα, τὴν ὑγροτέραν μοῖραν ἐκ τῆς οὐσίας αὐτῶν διαφορεῖσθαι.
这一点最能从玫瑰本身和此类简单的事物中得知,它们迅速变得既小又干,显然表明较湿润的部分已从其物质中消散。