Humanitext Reader

盖伦 · 论嗅觉器官 §1

嗅觉的定义与真正感觉器官的探究

第 1 段,共 8 段 · 希腊语

内容简介

盖伦定义了“嗅觉”和“味觉”的含义。尽管直觉上人们认为鼻子是嗅觉器官,但由于感知气味必须伴随吸气,他指出真正的感觉器官可能位于更深处,并强调了通过解剖进行探究的必要性。

§1## ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΟΣΦΡΗΣΕΩΣ ΟΡΓΑΝΟΥ. Ὄσφρησιν ὀνομάζουσιν οἱ Ἕλληνες οὐ μόνον τὴν διάγνωσιν τῶν ὀσμῶν, ἀλλὰ καὶ τὴν δύναμιν, ἧς τοῦτο ἔργον ἐστίν· ὥσπερ γε καὶ τὴν γεῦσιν οὐ τὴν διάγνωσιν μόνον τῶν γευστῶν, ἀλλὰ καὶ τὴν δύναμιν αὐτῶν·
## 盖伦《论嗅觉器官》希腊人所谓“嗅觉”,不仅指对气味的辨别,也指以此辨别为其功用的能力;正如他们所谓“味觉”,不仅指对可味之物的辨别,也指对它们的感知能力。
καὶ κατ’ ἄμφω δὲ τὰ σημαινόμενα τὸ τῆς ὀσφρήσεως ὄργανον ἓν ἂν εἶναι λέγοιτο, δι’ οὗ ποιεῖται τῶν ἰδίων αἰσθητῶν τὴν διάγνωσιν ἡ δύναμις, ἀνάλογον ὀφθαλμῷ καὶ γλώττῃ.
而在这两种意义上,嗅觉器官都可以说是一个,能力通过它来进行对其自身特有感觉对象的辨别,这与眼睛和舌头类似。
δοκεῖ δὲ εἶναι τοῦτο κατὰ τὴν πρώτην ἐπιβολὴν τῆς διανοίας ἡ ῥίς.
初看起来,这一器官似乎就是鼻子。
ἐν γοῦν τῷ διὰ τοῦ στόματος εἰσπνεῖν, στεγνώσαντες αὐτὴν ὁπωσοῦν, οὐδενὸς τῶν ὀσφρητῶν ἀντιλαμβανόμεθα, καθάπερ γε κᾀπειδὰν ἀνοίξαντες τοὺς μυκτῆρας εἰσπνέωμεν, εὐθέως αἰσθανόμεθα.
因为在通过口呼吸时,如果我们以某种方式将鼻子堵住,我们就感觉不到任何有气味之物,正如我们一旦张开鼻孔呼吸,便立刻能感觉到一样。
πότερον οὖν ὁ ὑπαλείφων ἔνδοθεν ἑκάτερον τῶν κατὰ τὴν ῥῖνα πόρων ὑμὴν ἢ χιτὼν (ἀμφοτέρως γὰρ ὀνομάζουσιν αὐτὸν) αἰσθάνεται τῶν ὀσφρητῶν, οὐ γὰρ δὴ τό γε ὀστοῦν αὐτὸ τῆς ῥινὸς ἤ τι τῶν ἔνδον τοῦδε τῶν ὀσμῶν ἐστιν ὄργανον, ἄξιον ἐπισκέψεως.
因此,究竟是从内部涂抹鼻腔各通道的“膜”或“衣”(因为他们用这两种名称来称呼它)感知到了有气味之物,——因为鼻骨本身或其内部的任何东西显然都不是气味的器官,——这是值得考察的。
ἂν γοῦν πληρώσῃς τοὺς πόρους εἴτ’ οὖν μύρων τῶν εὐωδῶν ἤ τινος ἄλλου σφοδρὰν ὀσμὴν ἔχοντος, οὐκ αἰσθήσῃ, πρὶν εἰσπνεῦσαι.
例如,如果你用芳香的香膏或具有强烈气味的其它东西填满通道,你在吸气之前是感觉不到它的。
διὸ καὶ δοκεῖ τισιν ἡ μὲν ῥὶς πόρος εἶναι τῶν ὀσφραντῶν, αὐτὸ δὲ τὸ τῶν ὀσμῶν αἰσθανόμενον σῶμα προσωτέρω που τετάχθαι.
因此,有些人认为鼻子只是有气味之物的通道,而感知气味的实体本身则被安置在更深处的某个地方。
καὶ διὰ τοῦτο ἀναγκαῖόν ἐστιν τὰ συνεχῆ τοῖς πόροις τῆς ῥινὸς ἐπίστασθαι σώματα πρὸς τῆς ἀνατομῆς διδαχθέντας· γιγνωσκόντων δ’ οὐ πάντων αὐτὰ, διηγήσασθαι βέλτιον, ὅπως κατεσκεύασται.
由于这个原因,我们有必要通过解剖学的指导来了解与鼻通道相连续的实体;但鉴于并非所有人都了解它们,最好由我来描述它们是如何构造的。

词汇与语法注释

  1. §1ἧς τοῦτο ἔργον ἐστίν — 关系代词 ἧς(阴性单数属格)的先行词是 τὴν δύναμιν(能力),而作主语的指示代词 τοῦτο 指代前文中的 τὴν διάγνωσιν(辨别)。直译为“以此(辨别)为其功用的(能力)”。
  2. §1ἓν ἂν εἶναι λέγοιτο — 由被动语态希求法 λέγοιτο 和语气词 ἄν 构成的潜在语气,表示一种委婉或审慎的断言(“或许可以说……”)。
  3. §1πότερον ... αἰσθάνεται ... ἄξιον ἐπισκέψεως — 由 πότερον(是否)引导的间接疑问从句作为整个句子的主语,指向句末的谓语 ἄξιον [ἐστίν] ἐπισκέψεως(值得考察)。句中插入了因果说明从句 οὐ γὰρ δὴ ... ὄργανον(因为骨头等显然不是器官),从而使句子结构变得复杂。
  4. §1διδαχθέντας — 被动语态分词 διδαχθέντας(宾格阳性复数)与不定式 ἐπίστασθαι 未明示的宾格主语(指代一般的“我们”或“人们”)在性、数、格上保持一致。意为“在受到解剖学指导的情况下(去了解)”。

引用这一段

盖伦, 论嗅觉器官 §1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg015.humanitext-grc1:1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。