Humanitext Reader

盖伦 · 神经解剖学 §14-15

第四至第八对脊神经的共性与分支路径

第 6 段,共 7 段 · 希腊语

内容简介

在阐述了接下来的脊髓神经对的共同结构特征(如起点的劈裂及向头颈部肌肉的分布)后,作者详述了第四至第八对神经各自特有的分布路径,特别是通往横隔膜、肩胛骨和上臂的具体走向。

§14Αἱ δ’ ἐφεξῆς συζυγίαι κοινὸν μὲν ἔχουσιν ἅπασαι τὸ διάτρημα, δι’ οὗ ἐκπίπτει τὰ νεῦρα, κοινὸν δ’ ἐπὶ τούτων καὶ τὸ σχίζεσθαι κατὰ μὲν τὴν ἔκφυσιν αὐτίκα, φέρεσθαί τε τῷ μὲν ἑτέρῳ τῷ ἐλάττονι εἰς τὰ πρόσω, τῷ δὲ ἑτέρῳ τῷ μείζονι διὰ βάθους· καὶ πρῶτον μὲν ὡς ἐπὶ τὴν ἄκανθαν, ἐντεῦθεν δὲ πάλιν εἰς τὰ πρόσω τοῦ πλατέος μυὸς τοῦ τὴν γνάθον ἀπάγοντος ἐπὶ τὰ πλάγια μέρη σὺν τοῖς χείλεσι, χωρὶς τοῦ κινῆσαι τὸ τῆς γένυος τῆς κάτω ὀστοῦν, ὃν μηδ’ αὐτὸν ἐγίνωσκον οἱ ἀνατομικοὶ, καίτοι σαφεστάτης τῆς ἐνεργείας ἐχόμενον.
接下来的几对神经均共同拥有神经穿出的孔洞,它们同样共同拥有在起始处随即分裂、较小的一部分输送至前方、较大的一部分输送至深层的特点;起初它似乎朝向脊柱,随后再次输送至那块连同嘴唇一起将颌向两侧拉开的扁平肌肉的前方,而不移动下颌的骨头——甚至连解剖学家们也不知道这块肌肉,尽管它的作用极其明显。
Ἔτι δὲ καὶ τοῦτο κοινὸν ἁπάσαις ταῖς ἐφεξῆς συζυγίαις ἐστὶν, ὡς αὐτίκα μετὰ τὴν πρώτην ἔκφυσιν ἀπονέμησίν τινα βραχεῖαν αὐτῶν εἰς τοὺς ῥαχίτας νέμεσθαι μῦς.
此外,对于接下来的所有神经对,同样共同的是,在它们最初起始之后,它们的一小部分分支立即被分配到脊柱肌中。
Καὶ μέντοι κᾀν τῷ φέρεσθαι πρὸς τὴν ῥάχιν ὀπίσω πᾶσιν ὑπάρχει τοῖς νεύροις τούτοις κοινὸν, ἀποφύσεις τινὰς διδόναι τοῖς κοινοῖς τραχήλου τε καὶ κεφαλῆς μυσί.
而且,在向后输送至脊柱的过程中,给颈部和头部共有的肌肉提供一些分支,这也是所有这些神经所共同具有的。
πάντες γὰρ οἵ τε ἐν τοῖς πρόσω τοῦ τραχήλου μύες, οἵ τ’ ἐν τοῖς πλαγίοις, ἀπὸ τούτων τῶν συζυγιῶν λαμβάνουσι νεῦρα, χωρὶς ἐκείνων, οὓς προεῖπον ἐκ τῶν ἀπ’ ἐγκεφάλου συζυγιῶν ἀπονέμεσθαί τι.
因为颈部前侧和两侧的所有肌肉都从这些神经对中接收神经,除了那些我之前说过从脑部生出的神经对中接收某些分配分支的肌肉。
ταῦτα μὲν οὖν ἁπάντων κοινὰ τῶν καθ’ ὅλον τὸν τράχηλον, τὸν μὲν τράχηλον (ἐν πᾶσιν αὐτοῖς ζώοις τοῖς μὴ πάνυ ἀνομοίας τῇ ἀνθρωπίνῃ φύσεως ἐχομένοις) ἑπτὰ σπονδύλων ὄντα.
这些是整个颈部所有神经的共同特征,而在所有那些与人类本性并非完全不同的动物本身中,颈部由七个椎骨组成。
§15Ὅσα δὲ καθ’ ἑκάστην εἰσὶν ἴδια, ταῦτα μὲν ἀκριβῶς καὶ ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι προείρηται, νῦν δὲ καὶ κεφαλαιωδῶς ἐμὲ λέγειν, ὡς κατὰ δύναμιν μικροτάτῳ τῷ λόγῳ συλλαμβάνοντα, ἀναγκαῖόν ἐστιν.
至于每一对神经所特有的特征,这些在《解剖操作》中已经准确地预先说明了,但现在我也有必要进行概括性的阐述,以尽可能简短的话语来总结。
Οἱ μὲν πάντες ἐν τοῖς ἐμπροσθίοις τε καὶ πλαγίοις τοῦ τραχήλου μέρεσιν ὑπάρχουσι μύες, οἳ ἀπ’ αὐτῶν συζυγιῶν τὰ νεῦρα λαμβάνουσι, πλὴν τούτων μυῶν, εἰς οὓς ἀπὸ συζυγιῶν ἐξ ἐγκεφάλου ἐκφυομένων τι διανέμεσθαι προειρήκαμεν.
颈部前侧和两侧的所有肌肉都从这些神经对中接收神经,除了那些我们之前说过脑部生出的神经对对其有所分配的肌肉。
Καὶ προεγνωσμένων τούτων, εὔδηλον ἤδη τὸ καθ’ ἑκάστην τῶν ἐφεξῆς συζυγιῶν ἴδιον, ᾧ πρόσεχε τὸν νοῦν.
在预先了解这些之后,接下来的每一对神经所特有的特征就已经很明显了,对此请予以注意。
Ἀπὸ μὲν τῆς τετάρτης, ἥτις ἐκφύεται μεταξὺ τοῦ τρίτου καὶ τετάρτου σπονδύλου, βραχὺ πάντη νεύριον ἐν πιθήκοις ἐπὶ τὴν ἑξῆς ἀφικνεῖται συζυγίαν, ἀναμιγνύμενον αὐτῇ, καθ’ ὃ πρῶτον ἀνίσχει ἐν τοῖς δ’ ἄλλοις ζώοις μὴ πολλάκις δὴ ταύτην ἀνάμιξιν γίνεσθαι συνορῶμεν.
从产生于第三和第四椎骨之间的第四对神经中,在猿类中有一根极细小的神经通往接下来的神经对,并在该神经对最初出现的地方与之相混;但在其他动物中,我们观察到这种混合并不经常发生。
ἀπὸ δὲ ταύτης ἐφεξῆς ἡ πέμπτη συζυγία μετὰ τὸν τέταρτον σπόνδυλον ἐκφύεται· καὶ αὐτῆς ἓν μέν τι μόριον σμικρὸν εἰς τὸ κάταντες φέρεται, μελλῆσον, εἰ προσλάβοι τινὰ παρὰ τῶν ἑξῆς μόρια σμικρὰ, τὸ τοῦ διαφράγματος ἔσεσθαι νεῦρον.
紧接着这一对,第五对神经在第四椎骨之后产生;它自身的一个微小部分向下输送,如果它能从接下来的几对中接收到一些微小的部分,则将成为横隔膜的神经。
ἐκ μὲν γὰρ τῆς τετάρτης συζυγίας ἀραχνοειδῆ τινα μοῖραν τῷ διαφράγματι κατέπεμψεν ἡ φύσις· ἐκ δὲ τῆς πέμπτης ἀξιόλογον· εἶτα ἐκ τῆς ς΄ ἑτέραν, ἐλάττω μὲν ταύτης, μείζω δὲ τῆς πρώτης.
因为自然从第四对中向横隔膜送下了一部分蛛网般细微的纤维;而从第五对送下了显著的一部分;接着从第六对送下另一部分,它比第五对的小,但比第一对的大。
ἕτερον δὲ μεῖζον τούτου ἐπὶ τὸ τῆς ὠμοπλάτης ὑψηλὸν ἀναφέρεται, τὸ δὲ λοιπὸν ἅπαν ἐν τῷ κοινῷ λόγῳ τῆς κατασχίσεως εἴρηται.
而比这更大的一部分则向上通往肩胛骨的高处,其余的所有部分已在关于分裂的共同论述中说明。
τῶν δ’ ἐφεξῆς συζυγιῶν ἡ μὲν ἕκτη μετὰ τὸν πέμπτον, ἡ δὲ ἑβδόμη μετὰ τὸν ἕκτον, ἡ δὲ ὀγδόη μετὰ τὸν ἕβδομον ἀνίσχει σπόνδυλον, ἐκ τῶν κοινῶν, ὡς εἴρηται, τρημάτων, ἐπιμιγνύμεναι δ’ ἀλλήλαις ἐπί τε τὰ σιμὰ τῶν ὠμοπλατῶν φέρονται καὶ τὸν βραχίονα διὰ τῆς μασχάλης.
在接下来的几对神经中,第六对在第五椎骨之后出现,第七在第六之后,第八在第七之后,正如所说,均来自共同的孔洞,它们相互混合,通往肩胛骨的凹陷处,并穿过腋窝通往上臂。

词汇与语法注释

  1. §14κοινὸν δ’ ἐπὶ τούτων καὶ τὸ σχίζεσθαι — 这是一个以中性形容词 `κοινόν` 为谓语,以带有中性单数冠词的动词不定式 `τὸ σχίζεσθαι`(以及后文的 `φέρεσθαι`)为主语的句型。`ἐπὶ τούτων` 为介词短语,意为“在这些(神经对)中”。
  2. ¦p.849¦καίτοι σαφεστάτης τῆς ἐνεργείας ἐχόμενον — 中动相现在分词 `ἐχόμενον`(意为“保持、具有”)支配表示性质特征的属格 `σαφεστάτης τῆς ἐνεργείας`。该分词短语修饰前述的关系代词 `ὃν`(指代扁平肌)。
  3. ¦p.850¦μελλῆσον, εἰ προσλάβοι τινὰ παρὰ τῶν ἑξῆς μόρια σμικρὰ, τὸ τοῦ διαφράγματος ἔσεσθαι νεῦρον — 中性单数现在分词 `μελλῆσον`(与 `μόριον` 一致)支配将来时不定式 `ἔσεσθαι`,表示意图或宿命(“注定成为”)。在此结构中嵌套了一个使用希求法的条件从句 `εἰ προσλάβοι`(表示潜在条件)。

引用这一段

盖伦, 神经解剖学 §14-15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg014.humanitext-grc1:14-15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。