Humanitext Reader

盖伦 · 神经解剖学 §16-17

胸神经与腰骶神经的起始及分布

第 7 段,共 7 段 · 希腊语

内容简介

本段概述了胸神经、腰神经和骶神经的起始,并解释了它们分布至上肢、胸腹壁、下肢及会阴部的路径。

§16Ἄλλη δ’ ἐφεξῆς συζυγία αὐτῆς προειρημέναις ταῖς συζυγίαις ἐπιμίγνυται τὸ πλεῖστον μέρος ἐκ τῶν τοῦ θώρακος ἤδη σπονδύλων ἐκφυομένη μεταξὺ τοῦ πρώτου καὶ δευτέρου κατ’ αὐτόν.
接下来的另一对神经(即第一胸神经)与上述几对神经的大部分相混合,它已经产生于胸部椎骨,位于该区域的第一和第二椎骨之间。
μέρος μὲν οὖν τι σμικρὸν αὐτῆς εἴς τε τὸ πρῶτον κατασχίζεται μεσοπλεύριον καὶ εἰς τοὺς ῥαχίτας ὀπίσω μῦς ἀφικνεῖται· τὸ δ’ ἄλλο πᾶν ὑπὲρ τὴν πρώτην ἀνατεινόμενον πλευρὰν συνάπτεται τῷ μετὰ τὸν ἕβδομον σπόνδυλον νεύρῳ.
因此,它的一小部分分入第一肋间隙,并到达后方的脊柱肌;而其余所有部分越过第一肋骨上方延伸,与第七椎骨之后的神经相联合。
κᾄπειτα οὕτως ἄμφω τε ταῦτα καὶ τὰ ἄλλα τὰ προειρημένα διὰ τῆς μασχάλης ἐπί τε τὰ σιμὰ τῶν ὠμοπλατῶν καὶ τὸν βραχίονα φέρεται, μιγνύμενά πως πρὸς ἄλληλα καὶ ἀντεμπλεκόμενα.
然后,以此种方式,这两者以及其他上述神经都穿过腋窝通往肩胛骨的凹陷处和上臂,彼此以某种方式混合并相互交织。
διανέμεται δὲ πολὺ μὲν αὐτῶν εἴς τε τοὺς βραχίονος μῦς καὶ τοὺς τοῦ πήχεως· ὅσον δὲ ὑπόλοιπον, εἰς ἄκραν χεῖρα διασπείρεται.
它们的大部分被分配到上臂和前腕的肌肉中;剩下的所有部分则散布到手的末端。
κατ’ εὐθὺ δὲ μάλιστά ἐστι τῇ μὲν ἐσχάτῃ τῶν εἰρημένων ἐκφύσεων, ὅσα πρὸς ἄκραν χεῖρα παραγίνεται νεῦρα· τῇ δ’ ὑπὲρ αὐτῆς τὰ κατὰ τὸν πῆχυν· ὅσα δὲ κατὰ τὸν βραχίονα, καὶ ὅσα τούτων ἔθ’ ὑψηλότερα, καὶ πρὸς τὴν μὲν ὠμοπλάτην ἀφικνεῖται νεῦρα, ταῖς ἀνωτέραις συζυγίαις ἐστὶ κατ’ εὐθύ.
而那些到达手末端的神经,与上述起始处的最后一对几乎排成一直线;其上方的一对则与前腕的神经排成一直线;而上臂的神经,以及比这些还要高的神经,和通往肩胛骨的神经,则与更上方的几对排成一直线。
οἵαν δὲ ὁδὸν διὰ τῆς ὅλης χειρὸς ποιεῖται, καὶ πῶς εἰς μυῶν ἕκαστον διανέμεται, ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἤδη εἴρηται.
它们穿过整只手的路径,以及它们如何分配到每一块肌肉中,已经在《解剖操作》中说明了。
κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐξ ἁπάντων τοῦ θώρακος τῶν σπονδύλων ἐκφύεται νεῦρα, παραπλησίαν ἔχοντα τὴν νομὴν πάντα, πλὴν τοῦ κατὰ τὸ δεύτερον μεσοπλεύριον.
以同样的方式,神经从胸部的所有椎骨产生,除了第二肋间隙处的神经外,所有神经都具有类似的分布。
ἐντεῦθεν γάρ ἐκπίπτει σαφὲς νεῦρον ἐπὶ τὸ δέρμα τοῦ βραχίονος παραγινόμενον.
因为从那里有一根明显的神经穿出,到达上臂的皮肤。
αἱ δ’ ἄλλαι πᾶσαι συζυγίαι κατὰ μὲν τὴν ἔκφυσιν αὐτίκα μέρος τι τοῖς ῥαχίταις μυσὶ διδόασι καὶ τοῖς ἄλλοις τοῖς κατὰ τὸ μετάφρενον, οἷον τοῖς τε τὰς ὠμοπλάτας κινοῦσι καὶ τοῖς ἄνω φερομένοις ἐπὶ τὴν κατ’ ὦμον διάρθρωσιν.
而其他所有神经对,在它们起始时立即给脊柱肌和背部的其他肌肉(例如移动肩胛骨的肌肉以及向上通往肩关节的肌肉)分配一部分。
ὅλως δὲ τῷ λοιπῷ καὶ πλείστῳ μέρει σφῶν αὐτῶν διὰ τῶν μεσοπλευρίων προερχόμεναι μέχρι τοῦ κατὰ τὸ στέρνον ὀστοῦ τούς τ’ ἐν αὐτοῖς τοῖς μεσοπλευρίοις μῦς διαπλέκουσι καὶ τοὺς ἔξωθεν ἐπικειμένους τῷ θώρακι, διεκβάλλουσαι μόρια σφῶν αὐτῶν, περὶ ὧν ἑκάστου κατὰ μέρη ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν εἴρηται.
总的来说,它们以其剩余和最大的一部分,穿过肋间隙前行,直至胸骨,交织在肋间隙本身的肌肉以及从外侧覆盖胸廓的肌肉中,送出它们自身的分支,关于其中每一个的细节已在《解剖操作》中分别说明。
αἵ γε μὴν κατὰ τὰς νόθας πλευρὰς συζυγίαι τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων, ἐπειδὴ πρὸς τὸ στέρνον οὐκ ἐξήκουσιν αἱ νόθαι, βραχὺ μέν τι τῷ καθ’ ἑαυτὴν ἑκάστη μεσοπλευρίῳ διανέμει· τῷ δὲ ἄλλῳ παντὶ ἐκπίπτει πρὸς ὑποχόνδριον, εἴς τε τοὺς πρώτους ἐπιβεβλημένους ἔξωθεν μῦς τοὺς λοξοὺς τοὺς ἄνωθεν ἐκ τοῦ θώρακος καταφερομένους καὶ τοὺς κατάντεις τοὺς σαρκώδεις διανεμομένη.
此外,由于假肋不达胸骨,脊髓神经在假肋处的各对中,每一对都向其自身的肋间隙分配一小部分;而将其余所有部分送向下肋部,分配给外侧最先覆盖的斜肌(即从胸廓上方下行的肌肉)以及下行的肉质肌肉。
§17Μετὰ δὲ ταύτας εἰσὶν αἱ κατὰ τὴν ὀσφὺν ἐκφύσεις τῶν νεύρων, οὐκ ἐκ κοινοῦ τρήματος, ὥσπερ αἱ κατὰ τὸν τράχηλον.
在这些之后是腰部神经的起始,它们并不像颈部那样来自共同的孔洞。
ὁ γὰρ ὑπερκείμενος σπόνδυλος ἐνταῦθα μόνος διατετρημένος ἔξοδον ἐπιτήδειον παρέχει τῷ νεύρῳ κοινῷ ἐκείνῳ τρήματι τῷ ἐν τραχήλῳ ἐκ τοῖν ἀμφοῖν σπονδύλοιν γινομένῳ κατὰ μικρὸν εἰς ὑπερκείμενον μετατιθεμένῳ· ὡς πρῶτον μὲν ἐκείνου διαγλύφηται πολὺ ἐν αὐτῇ, εἶτα δὲ τὸ πᾶν, ἔπειτα καὶ ἀναφέρηται ἀπὸ τοῦ πέρατος τοῦ σπονδύλου, καὶ ἔκφυσις αὐτὴ γένηται ὑπὲρ τὸ πέρας.
因为在这里,只有上方的椎骨被穿孔,为神经提供了合适的出口,这是因为颈部由两块椎骨共同形成的那个共同孔洞逐渐转移到了上方的椎骨上;从而起初它的大部分刻在椎骨本身中,接着是全部,然后它也从椎骨的末端向上移,使得起始本身位于末端之上。
κοινὸν δὲ καὶ τούτοις ἅπασι τοῖς νεύροις, εἴς τε τοὺς ῥαχίτας ἰέναι μῦς καὶ τοὺς κατ’ ἐπιγάστριον ἐπί τε τὰς ψόας.
而对于所有这些神经,共同的特征还在于它们通往脊柱肌、上腹部的肌肉以及大腰肌。
ἐκ δὲ τῶν πρώτων κατὰ τὸ διάφραγμα σπονδύλων καὶ τοῖς ἄνωθεν καταφερομένοις ἐξ ἐγκεφάλου νεῦρον ἐπιμίγνυται τὸ μικρὸν ἀφ’ ἑκάστου, κατὰ δὲ τοὺς τελευταίους τῆς ὀσφύος σπονδύλους δύο ἐκφύσεις μέγισται γίγνονται νεύρων ἐπὶ τὰ σκέλη φερομένων· ἀναμίγνυνται δ’ αὐταῖς ἄλλαι μικραὶ, μία μὲν ὑπερκειμένη, μία δὲ ἄλλη κατωτέρω τοῦ πρώτου κατὰ τὸ πλατὺ καλούμενον ὀστοῦν τρήματος ἐκφυομένη.
在横隔膜附近的第一批椎骨处,来自每一处的细小神经也与从脑部向下输送的神经相混合。 在腰部最后两块椎骨处,产生了通往双腿的两对极大的神经起始;与这些相混合的还有其他一些细小的神经,一根在上方,另一根在较下方,产生于被称为扁平骨的第一孔洞。
αὗται μὲν οὖν εὐθὺς ἀποχωρισθεῖσαι τοῖς πρώτοις μυσὶ τοῖς κινοῦσι τὴν κατ’ ἰσχίον διάρθρωσιν ἐκφύονται· τὸ δ’ ἄλλο πᾶν εἰς τὰ σκέλη καταφέρεται, διασχιζόμενον ἄχρι τοῦ πέρατος ἐν αὐτοῖς εἰς ἕκαστον μῦν, ἀνάλογον τοῖς ἐν χερσὶν, ὥσπερ ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἤδη εἴρηται.
因此,这些神经在立即分离后,便进入移动髋关节的第一批肌肉中;而所有其他部分则向下通往双腿,在其中一直分支到末端的每一块肌肉,与手部的情况类似,正如在《解剖操作》中已经说明的那样。
νῦν γὰρ καθάπερ τινὰ ὑποτύπωσίν τε καὶ σύνοψιν τούτων τῶν ἀκριβῶς ἐν ἐκείνοις τοῖς βιβλίοις γεγραμμένων χρήσιμον τοῖς εἰσαγομένοις ἐσομένην πεποιήμεθα.
因为现在我们对那些在这些书中有精确叙述的事物进行了一种概略和要约,这对入门者将是有用的。
οὕτω δὴ καὶ ὅσα τὰ διὰ λοιπῶν ὀστοῦ πλατέος τρημάτων ἔκφυσιν νεῦρα καὶ εἰς τοὺς ἐνταῦθα ὑπάρχοντας μῦς διασπείρονται, ἐν ἑκάστῃ πραγματείᾳ ἀκριβῶς διηγήμεθα.
同样,对于所有通过扁平骨其余孔洞产生并散布到该处肌肉中的神经,我们也已在各自的著作中进行了准确的描述。
νῦν τοῦτο μόνον εἰρῆσθαι ἱκανῶς ἐστι, τοῖς τῆς ἕδρας τε καὶ τοῦ αἰδοίου καὶ τῆς κύστεως μυσὶν αὐτῷ τῷ αἰδοίῳ, ἔτι καὶ μυσὶ τοῖς ἀπὸ τοῦ πλατέος ὀστοῦ καὶ ἀπὸ τοῦ ἔνδον μέρους τοῦ τῆς ἥβης ὀστοῦ ἐκφυομένοις, καὶ πᾶσι σώμασι τοῖς ἔξωθεν κατ’ αὐτὸ ὀστοῦν πλατὺ καὶ ἱερὸν καλούμενον ἐγκειμένοις, ἐκ τούτων ἔνδοθεν καὶ ἔσωθεν αὐτοῦ τοῦ ὀστοῦ ἱεροῦ τρημάτων τὰς νεύρων ἐκφύσεις ἀπὸ νωτιαίου γεννᾶσθαι εἰς τὸ κόκκυγος ὀστοῦν καλούμενον τελευτώσας.
现在只需说明这一点就足够了:对于肛门、生殖器和膀胱的肌肉,生殖器本身,以及产生于扁平骨和耻骨内侧的肌肉,还有从外侧附着在被称为扁平且圣洁之骨(仙骨)上的所有组织,脊髓神经的起始是从这些内部以及该圣骨内侧的孔洞中产生的,并止于被称为尾骨的骨头。

词汇与语法注释

  1. §16Ἄλλη δ’ ἐφεξῆς συζυγία αὐτῆς προειρημέναις ταῖς συζυγίαις ἐπιμίγνυται — 主语 `Ἄλλη δ’ ἐφεξῆς συζυγία`(接下来的另一对神经,即第一胸神经)为单数,动词 `ἐπιμίγνυται` 亦为单数。其以与格 `προειρημέναις ταῖς συζυγίαις`(上述几对神经,即下位颈神经)为其补足语,描述了臂丛的形成。`αὐτῆς`(或某些抄本中的 `αὐταῖς`)表示其紧随上述神经对之后。
  2. ¦249¦κατ’ εὐθὺ δὲ μάλιστά ἐστι τῇ μὲν ἐσχάτῃ τῶν εἰρημένων ἐκφύσεων, ὅσα πρὸς ἄκραν χεῖρα παραγίνεται νεῦρα· — 关系从句 `ὅσα πρὸς ἄκραν χεῖρα παραγίνεται νεῦρα`(到达手末端的神经)为主语,动词为 `ἐστι`。`κατ’ εὐθὺ`(与……排成一直线)以与格 `τῇ μὲν ἐσχάτῃ τῶν εἰρημένων ἐκφύσεων`(上述起始中的最后一对)为其补足语。接下来的两个分句(`τῇ δ’ ὑπὲρ αὐτῆς...` 与 `ὅσα δὲ κατὰ τὸν βραχίονα...`)具有相同的平行对比结构,但省略了动词和 `κατ' εὐθὺ`。
  3. §17κοινῷ ἐκείνῳ τρήματι τῷ ἐν τραχήλῳ ἐκ τοῖν ἀμφοῖν σπονδύλοιν γινομένῳ κατὰ μικρὸν εἰς ὑπερκείμενον μετατιθεμένῳ· — 与格 `τρήματι` 及其伴随的分词 `γινομένῳ` 和 `μετατιθεμένῳ` 起到环境或方式与格的作用。它解释了在颈部由相邻两块椎骨共同形成的椎间孔(共同的孔),在腰部如何逐渐“转移”到上方椎骨自身的内部这一情况或原因。
  4. ¦p.856¦τοῖς τῆς ἕδρας τε καὶ τοῦ αἰδοίου καὶ τῆς κύστεως μυσὶν... τὰς νεύρων ἐκφύσεις... γεννᾶσθαι — 全句的结尾结构是由 `νῦν τοῦτο μόνον εἰρῆσθαι ἱκανῶς ἐστι`(现在只需说明这一点就足够了)引导的“对格与不定式”(AcI)结构。对格主语为 `τὰς νεύρων ἐκφύσεις`(神经的起始),不定式为 `γεννᾶσθαι`(产生)。与格 `τοῖς ... μυσ进` 表示这些神经所支配的目标(利益与格)。

引用这一段

盖伦, 神经解剖学 §16-17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg014.humanitext-grc1:16-17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。