§9#1Ταῦτα εἰπόντος τοῦ ἐμπειρικοῦ παρελθὼν ὁ δογματικὸς ὧδέ πως λεγέτω· Τάχα μὲν εὖ φρονοῦντί σοι καὶ ταῦτα ἦν ἱκανὰ, περὶ τοῦ μήθ’ ἡλικίαν, μήθ’ ὥραν, μήτε χώραν, ἀλλὰ μηδὲ προκαταρκτικὸν αἴτιον, ἢ μέρος τι τοῦ σώματος ἄχρηστον ὑπολαμβάνειν.
在经验派说完了这些之后,理智派挺身而出,且让他这样说:或许对于一个通情达理的你来说,仅仅这些也已经足够让你明白,不应该认为年龄、季节、地区,乃至前驱病因或身体的任何部位是无用的。
εἰ δέ σε μήπω πέπεικεν ὁ ἐμπειρικὸς, ὑπομιμνήσκων τῶν φαινομένων, ἀλλά τινος ἔτι καὶ λόγου δέοι, τοῦτόν μοι δοκῶ προσθήσειν ἐγὼ, καὶ τὴν ὑπόθεσίν σου τῆς αἱρέσεως ἀποδείξω σαθράν.
但如果经验派虽然提醒了你现象,却仍未能说服你,而是还需要某种理论论证,那么我想我自己会加上这一条,并且我将证明你那学派的假说是站不住脚的。
ἀκούω μὲν γὰρ ὑμῶν λεγόντων γνῶσιν φαινομένων κοινοτήτων, ἐρωτῶ δὲ ἑκάστοτε, περὶ τί μάλιστα ἡ κοινότης αὕτη συνίσταται, καὶ πῶς αὐτὴν γνωριοῦμεν, οὐδέπω καὶ νῦν μοι δοκῶ γνῶναι δύνασθαι.
因为我听到你们谈论对显现出来的“共同性”的认识,但我每一次询问,这一共同性究竟是由什么构成的,以及我们如何认识它,至今我仍觉得自己无法理解。
τὸ δ’ αἴτιον ἄχρι τῶν ὀνομάτων ἀλλήλοις ὁμολογεῖτε, περὶ τῶν πραγμάτων διαφερόμενοι.
而原因在于,你们在名称上彼此一致,但在实际事物上却存在分歧。
τινες γὰρ ὑμῶν ταῖς παρὰ φύσιν ἐκκρίσεσι παραμετροῦσι τὸ στεγνὸν καὶ τὸ ῥοῶδες, ἰσχομένων μὲν αὐτῶν, στέγνωσιν ὀνομάζοντες τὸ πάθος, ἀμέτρως δ’ ἐκκρινομένων, ῥύσιν.
因为你们中的一些人根据违背自然的排泄物来衡量“紧缩”与“流出”,当排泄物被阻滞时,他们称该病症为“紧缩”;而当排泄物无节制地排出时,则称之为“流出”。
ἄλλοι δέ τινες ἐξ ὑμῶν ἐν ταῖς λοιπαῖς τῶν σωμάτων διαθέσεσι τὰ πάθη φασὶν εἶναι, καὶ μέμφονταί γε δεινῶς τοῖς εἰς τὸ κενούμενον ἀποβλέπουσιν.
而你们中的另一些人则说,病症存在于身体的其他状态中,并且强烈责备那些只盯着排空物看的人。
ἐμοὶ δὲ ὅπη δοκοῦσιν ἑκάτεροι σφάλλεσθαι, τάχα ἂν ἤδη δηλώσαιμι.
至于在我看来双方各在何处犯了错,或许我现在就可以予以说明。
γινέσθω δὲ ἡμῖν ὁ λόγος πρὸς ἐκείνους πρότερον, ὅσοι ταῖς παρὰ φύσιν ἐκκρίσεσι κρίνουσι τὰ πάθη.
首先,让我们的讨论针对那些根据违背自然的排泄物来判定病症的人。
θαυμάζω γὰρ αὐτοὺς, εἰ μήθ’ ἱδρῶτάς ποτε, μήτε οὖρα, μήτ’ ἐμέτους, μήτε διαχωρήματα πλείω τῶν κατὰ φύσιν εἶδον ἐν ταῖς νόσοις χρηστῶς κενούμενα, καὶ τὸ πάντων ἀτοπώτατον, εἰ μηδ’??ῥινῶν αἱμοῤῥαγίαν ποτὲ κρίνασθαι ἐθεάσαντο.
因为我很惊异,难道他们从未在疾病中看到汗水、尿液、呕吐物,或多于自然状态的粪便被有益地排空吗? 而最荒谬的是,难道他们从未见过鼻出血起到决定性转机的作用吗?
ταύτης μέν γε οὐ τὸ ποσὸν μόνον, ἀλλ’ ὅλον τὸ γένος παρὰ φύσιν ὑπάρχει.
对于后者,不仅是数量,甚至其整个类别都是违背自然的。
ἱδρώτων δὲ, ἢ οὔρων, ἢ ὅσα κατὰ γαστέρα, ἢ δι’ ἐμέτων ὁρμᾷ, τὸ μὲν γένος οὐ παρὰ φύσιν, οὕτως γε μὴν ἄμετρόν ἐστί ποτε τὸ πλῆθος, ὥστε ἐγὼ μὲν οἶδά τινας εἰς τοσοῦτον ἱδρώσαντας, ἄχρι τοῦ καὶ γνάφαλα διαβρέξαι, καὶ ἄλλους κατὰ γαστέρα κενωθέντας ὑπὲρ τριάκοντα κοτύλας, ἀλλ’ οὐκ ἐδόκει τούτων οὐδὲν παύειν, ὅτι τὸ λυποῦν ἐκενοῦτο.
而在汗水、尿液、通过肠胃或通过呕吐排出的东西中,其类别本身并非违背自然,然而其数量有时是如此无节制,以至于我甚至知道有人出汗多到浸湿了毛垫,还有人通过肠胃排出了超过三十柯提拉,但当时并不认为应该阻止其中的任何一种,因为致病的东西正在被排空。
καίτοι τῷ γε ταῖς κατὰ φύσιν ἐκκρίσεσιν εἰς ἅπαντα κανόνι χρωμένῳ, κωλυτέα ἦν τὰ τοιαῦτα συμπτώματα.
然而,对于一个将自然排泄作为一切标准的人来说,诸如此类的症状本应是被制止的。
διὸ καὶ πιθανώτεροί πως εἷναι δοκοῦσιν οἱ τὰς διαθέσεις ἐν τοῖς σώμασιν αὐτοῖς τὰς κοινότητας ἐπιτιθέμενοι.
因此,那些将共同性置于身体本身之状态中的人,似乎在某种程度上更具说服力。
θαυμάζω δὲ καὶ τούτων, ὅπως αὐτὰς φαινομένας ἐτόλμησαν εἰπεῖν.
但我对他们也很惊异,他们怎么敢说这些是“显现出来的”。
εἰ γὰρ μὴ τὸ ῥέον ἐκ τῆς κοιλίας ἡ ῥύσις ἐστὶν, ἀλλ’ ἡ διάθεσις τῶν σωμάτων, ἐξ ἧς τὸ ῥέον, οὐκ ἐνδέχεται δὲ ταύτην οὐδεμιᾷ τῶν αἰσθήσεων φαίνεσθαι, πῶς ἂν αἱ κοινότητες ἔτι φαινόμεναι λέγοιντ’ ἄν;
因为如果“流出”并不是指“从腹部流出的东西”,而是指“流出物所由来的身体状态”,且这种状态是不可能通过任何感官显现出来的,那么共同性又怎么能被称作是“显现出来的”呢?
καὶ γὰρ ἐν κώλῳ δυνατὸν τὴν τῆς ῥύσεως διάθεσιν εἶναι, καὶ ἐν λεπτοῖς ἐντέροις, καὶ περὶ τὴν νῆστιν, καὶ περὶ τὴν γαστέρα, καὶ τὸ μεσάραιον, καὶ ἄλλα πολλὰ τῶν ἐντὸς, ὦν οὐδὲν οὐδὲ αὐτὸ δυνατὸν αἰσθήσει λαβεῖν, οὔτε τὸ πάθος αὐτοῦ.
因为流出的状态可能存在于结肠、小肠、空肠周围、胃部、肠间膜以及许多其他内部器官中,而这些器官本身及其病变,都是不可能通过感官来把握的。
πῶς οὖν ἔτι φαινόμεναι λέγοιντ’ ἂν αἱ κοινότητες, εἰ μήπω καὶ τὸ διὰ σημείων γνωρίζεσθαι φαίνεσθαί τις ἐθέλοι καλεῖν;
那么,除非有人甚至愿意把通过指征来认识的情况也称为“显现”,否则这些共同性又怎么能被称为是“显现出来的”呢?
ἀλλ’ εἰ τοῦτο, τίνι τῶν παλαιῶν ἰατρῶν ἔτι διαφέρουσιν, οὐκ οἶδα.
但如果是这样,我不知道他们与古代的医生们还有什么区别。
πῶς δὲ ταχέως καὶ ἐν ἓξ μησὶν ἐπαγγέλλονται τὴν τέχνην ἐκδιδάσκειν;
他们又怎么能承诺在六个月内迅速教会这门医术呢?
οὐ γὰρ ἂν, οἶμαι, σμικρᾶς δέοιντο μεθόδου πρὸς τὸ γνῶναί τι τῶν ἐκφευγόντων τὴν αἴσθησιν, ἀλλὰ τῷ τοῦτο καλῶς ἐργαζομένῳ καὶ ἀνατομῆς χρεία τῆς ἕκαστον τῶν ἐντὸς, ὡς ἔχει φύσεως, διδασκούσης, καὶ φυσικῆς θεωρίας οὐ σμικρᾶς, ἵνα τό τ’ ἔργον ἑκάστου καὶ τὴν χρείαν ἐπισκέψηται.
因为我认为,要认识脱离感官的事物,他们需要的方法可绝非微不足道;相反,对于一个要妥善完成这项工作的人来说,既需要解剖学来教授内部每个器官的自然构造,也需要相当深入的自然哲学理论,以便考察每个器官的功能和效用。
πρὶν γὰρ εὑρεθῆναι ταῦτα, τῶν ἐν βάθει τοῦ σώματος μορίων οὐδενὸς οἶόν τε διαγνῶναι τὸ πάθος.
因为在解明这些之前,要诊断身体深处任何部位的病变都是不可能的。
τί δεῖ λέγειν, ὅτι καὶ διαλεκτικῆς μὲν ἐνταῦθα χρεία μεγάλη, ἵν’, ἐκ τίνων τί περαίνεται, σαφῶς εἰδῇς, καὶ μὴ παρακρουσθῇς ποτε σοφίσμασι, μήθ’ ὑπ’ ἄλλου, μήθ’ ὑφ’ αὑτοῦ;
更不用说,在这里对于辩证术也有着极大的需求,以便使你清楚地知道从哪些前提出发能得出什么结论,并且绝不会被他人或被你自己的诡辩所误导。
καὶ γὰρ καὶ ἡμᾶς αὐτοὺς ἄκοντάς ἐστιν ἰδεῖν, ὅτε σοφιζόμεθα.
因为确实,我们可以看到甚至连我们自己也会在违背本意的情况下陷入诡辩。
καὶ μὴν καὶ οἷόν τί ἐστιν ἡ ῥύσις, ἡδέως ἂν αὐτοὺς ἐροίμην, εἰ διαλέγεσθαι μεμαθήκασιν.
而且,如果他们确实学会了辩论,我倒很想问问他们,所谓的“流出”到底是一种什么样的事物。
οὐ γὰρ δὴ τοῦτό γε μόνον ἀρκεῖν ἡγοῦμαι τό τισιν ἐξ αὐτῶν εἰρημένον, ὅτι διάθεσίς τις παρὰ φύσιν ἡ ῥύσις ἐστί.
因为我绝不认为仅仅由于他们中的某些人说过“流出是某种违背自然的状态”就足够了。
τίς γὰρ ἡ διάθεσις, εἰ μὴ μάθοιμεν, οὐδὲν ἂν οὐδέπω πλέον εἰδείημεν, ἆρά γε χάλασίς τις, ἢ μαλακότης, ἢ ἀραιότης.
因为如果我们不了解那是什么样的状态,我们依然一无所知:它到底是一种弛缓、柔软,还是稀疏?
οὐδὲν γάρ ἐστιν ἀποῦσαί τι σαφὲς οὐδὲ αὐτῶν λεγόντων, ἀλλ’ ὅ, τι ἂν ἐπέλθοι, νῦν μὲν τοῦτο, αὖθις δὲ ἐκεῖνο, πολλάκις δὲ καὶ πάντα ἅμα, ὥσπερ οὐδὲν διαφέροντα.
因为他们说话时也没有给出任何明确的答复,而是想到什么就说什么,一会儿是这个,一会儿又是那个,而且常常把所有这些同时混为一谈,仿佛它们之间没有任何区别。