Humanitext Reader

盖伦 · 致初学者的诸学派 §9#3

危机的发生机制与体液流出的解剖学原因

第 12 段,共 12 段 · 希腊语

内容简介

作者批评了方法学派将病症简单划分为“紧缩”和“流出”的病理分类,指出炎症中液体的流出取决于部位的解剖结构(皮肤的稀疏或稠密)以及液体的粘稠度,并阐明了疾病危机的发生机制。

§9#3αἱ γὰρ κρίσεις τῶν νοσημάτων ὧδέ πως γίνονται.
因为疾病的危机正是以某种这样的方式发生的。
καὶ παρίημι τὰς λοιπὰς τῶν κενουμένων αἰτίας· ὡσαύτως δὲ καὶ τῶν ἰσχομένων ἴσας τὸν ἀριθμὸν, ἐναντίας ταύταις οὔσας.
而且我略过其余排空的原因,同样也略过数量相等且与它们相反的阻滞的原因。
οὐ γάρ ἐστι τῶν ἐκείνων ἀκοῶν ὁ τοιοῦτος λόγος ἄκουσμα.
因为这样的论述并不是他们的耳朵所能听取的。
ὃ δέ μοι δοκοῦσι τάχα ἄν ποτε συνήσειν, ἐπὶ τοῦτ’ αὖθις ἐπάνειμι. τὸ δύνασθαί ποτε ῥευματίζεσθαι τὸν ὀφθαλμὸν, ἢ πολλοῦ τοῦ ῥεύματος, ἢ λεπτοῦ γεγονότος, ἢ ὑπὸ τῆς φύσεως διὰ τοῦδε τοῦ μέρους ἀπωθουμένου, μηδὲν αὐτῶν τῶν σωμάτων παρὰ τὸ κατὰ φύσιν ἀλλοιότερον ἐχόντων, καὶ χρή δηλονότι τὸ μὲν λεπτὸν·
但我将再次回到他们似乎可能最终会理解的事情上:眼睛有时可能会遭受流出,这要么是因为流出物多量,要么是因为它变得稀薄,要么是因为它被自然通过该部位推开,而他们的身体本身并没有任何偏离自然状态的改变;显然,必须使稀薄的流出物变稠,而排空多量的流出物。
ῥεῦμα παχύνειν, τὸ δὲ πολὺ κενοῦν. τὴν δὲ ὁρμὴν τῆς φύσεως, ἂν ἐν καιρῷ γένηται, δέχεσθαι, μηδὲν περὶ τὰ σώματα τῶν ὀφθαλμῶν αὐτὰ πραγματευόμενον, ἅτε μηδὲ τῆς ῥύσεως ἦν αἴτια.
而且,如果自然的冲动发生在适当的时候,就应当接受它,而完全不需要对眼睛的身体本身进行处置,因为眼睛本身并不是流出的原因。
τὸ δ’ οἴεσθαί τινα μὲν φλεγμονὴν στεγνὸν εἶναι πάθος, ἑτέραν δὲ ἐπιπεπλεγμένην, οὐκ οἶδ’ ὅπως σωφρονούντων ἐστί.
但是认为某种炎症是紧缩的病症,而另一种是复合的,我不知道这怎么会是神志清醒之人的想法。
πρῶτον μὲν γὰρ ἐπελάθοντο τῶν σφετέρων λόγων, ὡς οὐ τῇ κενώσει κριτέον τὸ ῥοῶδες, ἢ ταῖς ἐπισχέσεσι τὸ στεγνὸν, ἀλλ’ εἰς αὐτὰς τῶν σωμάτων τὰς διαθέσεις χρὴ βλέπειν.
因为首先,他们忘记了自己的论点,即不应通过排空来判断流出状态,也不应通过阻滞来判断紧缩状态,而是必须看身体本身的状态。
ὅταν οὖν καθ’ ἅπαν ὅμοιαι τυγχάνωσιν αὗται, καὶ μηδενὶ φαίνηται διαφέρειν ἡ νῦν φλεγμονὴ τῶν πρόσθεν, ἄλλῳ γε, ἢ τῷ τὸ μὲν ἀποῤῥεῖν τι, τὸ δὲ οὔ· πῶς οὐ δεινὸν ἄτοπον, ἐπιπεπλεγμένην μὲν ταύτην, στεγνὴν δ’ ἐκείνην εἶναι νομίζειν;
因此,当这些状态完全相似,且当前的炎症与之前的炎症在任何其他方面都没有区别,除了一个是有东西流出而另一个没有之外,认为这个是复合的而那个是紧缩的,这难道不是极其荒谬的吗?
ἔπειτα δὲ, πῶς οὐδὲ τοῦθ’, ὅπερ ἦν προχειρότατον, ἐπῆλθεν αὐτοῖς λογίσασθαι, ὅτι μήτε ἐν χειρὶ, μήτ’ ἐν ποδὶ, μήτ’ ἐν πήχει, μήτ’ ἐν βραχίονι, μήτ’ ἐν κνήμη, μήτ’ ἐν μηρῷ, μήτ’ ἐν ἄλλῳ τινὶ μέρει τοῦ σώματος ὤφθη ποτὲ φλεγμονῆς εἶδος τοιοῦτον, οἷον ἐκτὸς ἀποχεῖν τι·
此外,他们怎么连这最显而易见的一点都没有想到:无论是在手、在足、在前臂、在上臂、在小腿、在大腿,还是在身体的任何其他部位,都从未见过有任何一种会向外排出东西的炎症?
μόναις δὲ ταῖς ἐν τῷ στόματι, καὶ τοῖς ὀφθαλμοῖς, καὶ ταῖς ῥισὶν ὑπάρχειν τοῦτο;
而这种现象只存在于口腔、眼睛和鼻腔的炎症中?
πότερον ὁ Ζεὺς προσέταξε ταῖς κοινότησιν ἁπάσαις ταῖς ἐπιπεπλεγμέναις, ὥστε μηδὲ πώποτε μηδεμίαν αὐτῶν εἰς ἄλλο μηδὲν τῶν τοῦ σώματος ἀφικνεῖσθαι μορίων, ἀλλ’ ἐν ὀφθαλμοῖς μόνον, καὶ ῥινὶ, καὶ στόματι πολεμεῖν;
难道是宙斯命令所有复合的共同状态,使它们中的任何一个都绝不到达身体的其他任何部位,而只在眼睛、鼻腔和口腔中作斗争吗?
ἡ φλεγμονὴ μὲν γὰρ ἅπαντα δύναται καταλαμβάνειν, ὅσα γε τὰ τῆς γενέσεως αὐτῆς αἴτια δέχεσθαι πέφυκεν.
因为炎症确实可以占据所有天生能够接受其产生原因的部位。
τῷ δὲ εἶναι τὰ μὲν ἀραιὰ τὴν φύσιν, τὰ δὲ πυκνά· τῶν μὲν ἀποχεῖταί τι τοῦ ῥεύματος, ἐν δὲ τοῖς ἴσχεται.
但由于有些部位天生稀疏,有些稠密,从一些部位流出物的一部分会排出,而在另一些部位则被阻滞。
καὶ γὰρ εἰ πληρώσειας ἀσκὸν ἢ ἄλλο τι τῶν οὕτως στεγανῶν ὑγρᾶς οὐσίας, οὐδὲν ἀποῤῥεῖ· σπογγίαν δὲ καὶ τῶν οὕτως ἀραιῶν εὐθὺς ἅπαν τὸ περιττὸν ἀποχεῖται.
因为,如果你用液体实体充满皮革袋或任何其他类似密封的容器,什么都不会流出;但从海绵和此类稀疏之物中,所有的过剩物立刻就会排出。
τί δὴ οὖν χαλεπὸν ἦν, ἐννοήσαντας αὐτοὺς, ὅσον γε τὸ ἄλλο δέρμα πᾶν στεγνότερόν ἐστι τοῦ κατὰ τοὺς ὀφθαλμοὺς, καὶ τοὺς μυκτῆρας, καὶ τὸ στόμα, τῇ τῶν μορίων φύσει τὴν αἰτίαν ἀναθεῖναι, παρέντας ἐπιπλοκὴν καὶ λήρους μακρούς;
那么,当他们考虑到其他所有的皮肤比眼睛、鼻腔和口腔周围的皮肤要紧缩得多时,将原因归结于部位的自然性质,抛弃复合和冗长的废话,这又有什么困难呢?
ὅτι γὰρ οὕτω τοῦτ’ ἔχει, δηλοῦσιν αἱ μεθ’ ἑλκώσεως ἐν τοῖς ἄλλοις μορίοις γινόμεναι φλεγμοναί· καὶ γὰρ κἀκείνων ἀποῤῥεῖ τὸ λεπτομερὲς, ὥσπερ ἐν ὀφθαλμοῖς, καὶ ῥινὶ, καὶ στόματι· ἕως δ’ ἂν ἀπαθὲς ᾖ, καὶ πάντως στεγνὸν τὸ δέρμα, τοῦ μηδὲν ἀποχεῖσθαι τοῦτο αἴτιον, οὐ τὸ τῆς  φλεγμονῆς εἶδος.
因为事实确实如此,这由其他部位伴有溃疡而发生的炎症表现出来;因为从那些部位也有稀薄的部分流出,就像在眼睛、鼻腔和口腔中一样;但只要皮肤没有受损且完全紧缩,这就是没有排出任何东西的原因,而不是炎症的类型。
ὥσπερ αὖ πάλιν, εἰ μέλιτι δεύσειας ἢ ὑγρᾷ πίττῃ πάνυ τὸ πλῆθος ἀμέτρῳ σπογγίαν ἢ ἔριον, οὐδὲν ἀποῤῥεῖ διὰ τὸ τῆς ὑγρότητος πάχος, ἢ ὕδατι μὲν, ἤ τινι τῶν οὕτω λεπτῶν, ἀλλ’ ἐλαχίστῳ τούτῳ· κατὰ τὸν αὐτὸν, οἶμαι, λόγον οὐ διὰ παντὸς ἐκχεῖταί τινι τῶν ὀφθαλμῶν, ἢ διὰ τὸ πάχος τῆς ὑγρότητος, ἢ τῷ μὴ περιττεύειν, ὥσπερ καὶ ἐπὶ τῶν κατὰ φύσιν ἐχόντων.
又正如相反,如果你用极大量的蜂蜜或液体沥青浸透海绵或羊毛,由于液体的粘稠,什么都不会流出,或者如果是水或某种如此稀薄的液体,但其量极少,也不会流出;我认为,出于同样的道理,液体并不总是从任何人的眼睛中流出,要么是因为液体的粘稠,要么是因为它并不过剩,就像在处于自然状态的人身上一样。
ὥστ’ ἐνδέχεται ταὐτὸν εἶδος τῆς φλεγμονῆς, μηδενὶ διαφέρον ἄλλῳ γε, πλὴν τῷ πάχει τῆς ἐπιῤῥεούσης οὐσίας, ὀφθαλμίαν ἐργάσασθαι χωρὶς ῥεύματος, ἣν οἱ σοφώτατοι Μεθοδικοὶ στεγνὴν ὀνομάζουσι, καὶ διαφέρειν οἴονται τῆς ἐπιπεπλεγμένης, ἐπιλανθανόμενοι τῶν ἰδίων λόγων, οὓς ἄνω καὶ κάτω μεταφέρουσι, σωματικὰς ἀξιοῦντες εἶναι τὰς κατασκευὰς τῶν παθῶν, οὐκ ἐν τοῖς ὑγροῖς συνίστασθαι.
因此,相同类型的炎症,在任何其他方面都没有区别,除了流入实体的粘稠度,有可能引起不带流出的眼炎,极其聪明的医疗派(方法学派)将其称为紧缩性眼炎,并认为它与复合性眼炎不同,却忘记了他们自己到处搬弄的论点,即声称病症的构成是身体的,而不是在液体中成立的。
πῶς οὖν, ὅταν εἰ μὲν ἐν τοῖς σώμασιν ἡ αὐτὴ διάθεσις ᾖ, οὐδενὶ ἄλλῳ γε διαφέρουσα, μόνῃ δὲ τῇ τῶν ὑγρῶν φύσει λεπτῶν ἢ παχέων ὄντων, ἕπηται, ποτὲ μὲν ἀποῤῥεῖν τι, ποτὲ δὲ ἴσχεσθαι, διαφερούσας ὑπολαμβάνετε εἶναι τὰς κοινότητας;
那么,当身体中的状态相同,没有其他区别,而仅仅由于液体的性质是稀薄还是粘稠,就会随之而来有时流出、有时阻滞,你们怎么会认为共同状态是不同的呢?
οὕτω μὲν δὴ καὶ τὸ ἐπιπεπλεγμένον ὑμῶν ἀδιανόητόν ἐστι.
因此,你们的复合共同状态也是不可思议的。
τὰ δὲ ἄλλα κατὰ μέρος, οὐκ ἐν τοῖς κατὰ δίαιταν μόνον, ἀλλὰ καὶ ἐν τοῖς κατὰ χειρουργίαν τε καὶ φαρμακείαν, ὅσα σφάλλεσθε, τάχα ἂν αὖθις μαθήσετε, εἰ μηδέπω διὰ τούτων ἐπείσθητε.
至于其他部分的细节,不仅在饮食起居方面,而且在外科手术和药物治疗方面,你们犯了多少错误,如果你们还没有被这些说服,或许很快就会再次学到。
νυνὶ δὲ, ἐπεὶ καὶ τοῖς εἰσαγομένοις ἱκανὰ ταῦτα, καταπαύσω τῇδε τὸν παρόντα λόγον.
但现在,既然这些对初学者也足够了,我将在此结束当前的论述。

词汇与语法注释

  1. p.102σωφρονούντων ἐστί — 属格 σωφρονούντων(动词 σωφρονέω“神志清醒”的现在分词复数属格)与系动词 ἐστί 连用,充当表征属格(表示特征的属格),表示“是神志清醒之人的特征(或想法)”。
  2. 16τῷ δὲ εἶναι τὰ μὲν ἀραιὰ τὴν φύσιν — 带冠词不定式 τῷ εἶναι 充当表示原因的与格。宾格的 τὰ μὲν(以及与之对照的 τὰ δὲ)作为该不定式的逻辑主语,表示“由于某些部位天生稀疏,而另一些部位稠密”这一因果关系。
  3. p.104τοῦ μηδὲν ἀποχεῖσθαι τοῦτο αἴτιον — 带冠词不定式的属格 τοῦ ... ἀποχεῖσθαι(伴有否定词 μηδέν)修饰形容词/名词 αἴτιον(作……的原因)。句子的骨架为 τοῦτο [湿气已省略] αἴτιον(这是原因),整体意为“什么都不流出的原因就是这个(皮肤的紧密性)”。

引用这一段

盖伦, 致初学者的诸学派 §9#3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg004.humanitext-grc1:9%233

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。