§8#2εἰ δ’ ἀληθεύειν εἴποιτε, προσίεσθε τὰς ὥρας, καὶ τὰς χώρας, ἃς ἀχρήστους ἀπεφήνασθε.
“但是,如果你们说他说的是真话,那么你们就接受了被你们宣告为无用的季节和地区。
νομίζω δὲ ὑμᾶς μηδὲ πόῤῥω που τῆς οἰκείας ἀποδημῆσαι πατρίδος, μήτ’ ἐν πείρᾳ γενέσθαι χωρίων διαφορᾶς.
我认为你们既没有去过远离自己家乡的地方,也没有经历过地域的差异。
πάντως γὰρ ἂν ἠπίστασθε τοὺς μὲν ὑπὸ ταῖς ἄρκτοις οὐ φέροντας τὰς ἀθρόας τοῦ αἵματος κενώσεις, ὥσπερ οὐδὲ τοὺς κατ’ Αἴγυπτον, καὶ ὅλην τὴν μεσημβρίαν· τοὺς δ’ ἐν μέσῳ τούτων ἐναργῆ πολλάκις ὠφέλειαν ἐπὶ ταῖς φλεβοτομίαις λαμβάνοντας.
因为如果经历过,你们必定会知道,大熊座之下的人们无法承受一次性的大量失血,就像埃及和整个南部的人们一样;而处于这两者中间的人们,却常常能通过放血获得明显的益处。
τὸ δὲ μηδὲ τὰ μέρη τοῦ σώματος ἐπισκοπεῖσθαι πάνυ μοι θαυμαστὸν ἐφ’ ὑμῶν καταφαίνεται, καὶ δεινῶς ἄτοπον, οὐ τοῖς ἀληθέσι μόνον, ἀλλὰ καὶ τοῖς ὑφ’ ὑμῶν αὐτῶν πραττομένοις ἐναντίον.
但是,你们甚至不观察身体的部位,这在我看来是非常令人惊异的,而且极其荒谬,不仅违背了真理,也与你们自己的实际行为相矛盾。
ὢ πρὸς τῶν θεῶν, ἔνθα ἂν φλεγμονὴ γένηται, τῆς αὐτῆς δεῖται θεραπείας, κᾂν ἐν σκέλει, κᾂν ἐν ὠτὶ, κᾂν ἐν στόματι, κᾂν ἐν ὀφθαλμῷ;
啊! 看在神明的份上,无论炎症发生在何处,难道它都需要相同的治疗吗? 即使是在腿部、在耳部、在口中,还是在眼中?
τί δή ποτ’ οὖν πολλάκις ὑμᾶς ἐθεασάμην τὰς μὲν ἐν τοῖς σκέλεσι φλεγμονὰς καὶ ἀποσχίζοντας σμίλῃ, καὶ ἐπιβρέχοντας ἐλαίῳ; τοὺς δὲ ὀφθαλμοὺς οὐδεπώποτε;
那么,为什么我经常看到你们对腿部的炎症既用手术刀切开,又用油浸润,却从未对眼睛这样做过?
τί δὲ, τοὺς μὲν ὀφθαλμοὺς τοῖς στύφουσιν ἰᾶσθε φαρμάκοις φλεγμαίνοντας, οὐχὶ δὲ καὶ τὰ σκέλη τοῖς αὐτοῖς ἐπαλείφετε;
为什么你们用收敛性药物治疗发炎的眼睛,却不用同样的药物涂抹腿部?
τί δ’ οὐχὶ καὶ τὰ ὦτα φλεγμαίνοντα τοῖς τῶν ὀφθαλμῶν ἰᾶσθε βοηθήμασι;
为什么你们不用治疗眼睛的药物去治疗发炎的耳朵?
τί δ’ οὐχὶ καὶ τοὺς ὀφθαλμοὺς τοῖς τῶν ὤτων;
为什么不用治疗耳朵的药物去治疗眼睛?
ἀλλ’ ἕτερον μὲν ὤτων φλεγμονῆς, ἕτερον δὲ ὀφθαλμῶν ἐστι φάρμακον.
不,治疗耳朵炎症的药物是一回事,治疗眼睛的又是另一回事。
ὄξος μὲν γὰρ μετὰ ῥοδίνου φλεγμονῆς ὤτων ἀγαθὸν φάρμακον. ἀλλ’ οὐκ οἶμαί τινα τολμήσειν ἐγχεῖν αὐτὸ φλεγμαίνουσιν ὀφθαλμοῖς.
因为掺有玫瑰油的醋是治疗耳朵炎症的好药,但我认为没有人敢把它注入发炎的眼睛里。
εἰ δὲ καὶ τολμήσειεν, οὐ μετὰ μικρᾶς εὖ οἶδ’ ὅτι ζημίας πειράσεται τῆς τόλμης.
如果有谁敢尝试,我确信他将因这种鲁莽行为而遭受不小的伤害。
καὶ γαργαρεῶνος φλεγμαίνοντος, ἀγαθὸν φάρμακον ἀκάνθης Αἰγυπτίας ὁ καρπὸς, ἀγαθὸν δὲ καὶ ἡ σχιστὴ στυπτηρία.
当口盖垂发炎时,埃及刺的果实是好药,碎石明矾也是好药。
ἆρ’ οὖν ταῦτα καὶ ὀφθαλμῶν φλεγμαινόντων, καὶ ὤτων, ἢ πᾶν τοὐναντίον ἐσχάτη βλάβη;
那么,这些药在眼睛和耳朵发炎时也同样适用吗? 还是恰恰相反,会带来极大的危害?
καὶ ταῦτα πάντα λέγω, συγχωρήσας ὑμῖν τὴν πρώτην ὑπόθεσιν, ὡς χρὴ τὴν μὲν ἐν τοῖς σκέλεσιν ἢ ταῖς χερσὶ φλεγμονὴν χαλᾷν, οὐ μὴν τήν γε τῶν ὀφθαλμῶν, ἢ τοῦ γαργαρεῶνος, ἢ τῶν ὤτων.
我说这一切,还是在向你们妥协了第一个假设的前提下:即应当缓解腿部或手部的炎症,但确实不该缓解眼睛、口盖垂或耳朵的炎症。
εἰ δ’, ὅτι καὶ τὴν ἐν τοῖς σκέλεσι καὶ ταῖς χερσὶν οὐκ ἐξ ἅπαντος τρόπου χαλαστέον, ὑπομνήσαιμι, τάχα ἂν γνοίητε, εἰ σωφρονήσετε, ὅσον ἁμαρτάνετε.
但是,如果我提醒你们,即使是腿部和手部的炎症,也绝不能在任何情况下都予以缓解,只要你们保持理性,或许很快就会明白你们犯了多大的错误。
ἔσται δὲ καὶ νῦν ὁ λόγος ἀνάμνησις τοῦ φαινομένου.
而现在的讨论也将是对现象的重新唤醒。
τῶν γὰρ ἐπὶ μηδεμιᾷ πληγῇ φλεγμηνάντων ὁτιοῦν μέρος, ἀλλ’ αὐτομάτως ὑπαρξαμένων, τῆς πληθωρικῆς διαθέσεως καλουμένης παρούσης, οὐδεὶς χρῄζει χαλάσεως τοῦ μορίου πρὸ τῆς τοῦ ὅλου σώματος κενώσεως.
因为在那些并非因受击而是自发地导致某部位发炎的人当中,若存在所谓的‘多血质’体质,那么在全身排空之前,没有任何人需要对局部进行缓解。
οὐ μόνον γὰρ οὐδὲν μειώσεις, ἀλλὰ καὶ προσαυξήσεις τὴν οὖσαν φλεγμονὴν, εἰ τοῦτο δράσειας· ὅθεν ἐν τούτῳ μὲν τῷ καιρῷ τὰ στύφοντα καὶ ψύχοντα τῷ μέρει προφέρομεν, ἡνίκα δ’ ἂν τὸ ὅλον σῶμα κενώσωμεν, τηνικαῦτα καὶ τὸ φλεγμαῖνον μόριον ἀνέχεται τῶν χαλώντων.
因为如果你这样做,你不仅无法减弱现有的炎症,反而会使其加剧;因此,在这一时期,我们对局部使用收敛和冷却的药物,而当我们排空了全身之后,那时发炎的部位才会承受缓解的药物。
εἰ δ’ ὑμᾶς μὴ πείθω ταῦτα λέγων, ὅπερ ἔφην ἀρχόμενος τοῦ λόγου, καιρὸς ἂν εἴη μοι πρὸς τοὺς τιμῶντας τὸ φαινόμενον αὐτὸ ἀπαλλάττεσθαι.
但是,如果我说了这些仍然无法说服你们,正如我在辩论开始时所说,那么现在就是我离去、投奔那些尊重现象本身之人的时候了。 ”