§6πολλοὶ δὲ τῶν κακοδαιμόνων καὶ πάντα πρὸς τὸν πλοῦτον ἀποβλεπόντων ἐν τοιαύταις πραγμάτων περιστάσεσι γενόμενοι χρυσὸν ἢ ἄργυρον ἐξαψάμενοί τε καὶ περιθέμενοι τῷ σώματι προσαπώλεσαν αὐτοῖς καὶ τὴν ψυχήν, οὐδὲ τοῦτο δυνάμενοι συνιδεῖν ὅτι καὶ τῶν ἀλόγων ζῴων αὐτοὶ πρῶτοι τὰ ταῖς τέχναις κεκοσμημένα μᾶλλον ἀσπάζονται.
然而,许多不幸的人,以及在一切事上都仰赖财富的人,当陷入这种事态的境遇时,通过将金银系在身上并佩戴在肉体上,连同这些金银一起,也丢掉了自己的性命,他们甚至无法领会这一点:即便是对于无理性的动物,他们自己首先也更喜爱那些被技术所装点的事物。
καὶ γὰρ τοὺς πολεμικοὺς ἵππους καὶ τοὺς θηρατικοὺς κύνας πρὸ τῶν ἄλλων τιμῶσι καὶ τοὺς μὲν οἰκέτας ἐκδιδάσκονται τέχνας, πάμπολυ πολλάκις εἰς αὐτοὺς ἀργύριον ἀναλίσκοντες, ἑαυτῶν δ’ ἀμελοῦσι.
因为他们确实将战马和猎犬置于其他动物之上而加以器重,并且让自己的仆人学习技术,常常在他们身上花费极多的金钱,却忽视了自己。
καίτοι 〈γ’〉 οὐκ αἰσχρὸν τὸν οἰκέτην μὲν ἐνίοτε δραχμῶν εἶναι μυρίων ἄξιον, αὐτὸν δὲ τὸν δεσπότην αὐτοῦ μηδὲ μιᾶς;
然而,仆人有时价值一万德拉克马,而他的主人自己却连一德拉克马也不值,这难道不令人羞耻吗?
καὶ τί λέγω μιᾶς·
更何况,我为什么要说“一德拉克马”呢?
οὐδ’ ἂν προῖκά τις τὸν τοιοῦτον λάβοι.
这样的人,即使是免费送人,也没有人会要。
μήποθ’ ἑαυτοὺς μόνους ἠτιμάκασιν ἐκ πάντων μηδεμίαν ἐκμαθόντες τέχνην;
他们从未学习过任何技术,难道不是在所有人中唯独凌辱了他们自己吗?
ὅταν γὰρ καὶ τὰ ἄλογα τῶν ζῴων ἐν τεχνικοῖς ἐπιτηδεύμασι παιδεύωσι καὶ οἰκέτην ἀργὸν καὶ ἄτεχνον οὐδενὸς ἄξιον νομίζωσι, ἐπιμελῶνται δὲ καὶ τῶν χωρίων καὶ τῶν ἄλλων κτημάτων ὅπως ἕκαστον εἰς δύναμιν ὅτι βέλτιστον ᾖ, μόνων δ’ ἑαυτῶν ἀμελῶσι, μηδ’ εἰ ψυχὴν ἔχουσι γιγνώσκοντες, εὔδηλον ὅτι τοῖς ἀποβλήτοις τῶν οἰκετῶν ἐοίκασιν.
因为,当他们甚至在技术性事务中训练无理性的动物,并将懒散且无技术的仆人视为毫无价值,同时还照料土地和其他财产,以使每样东西都尽可能处于最好状态,却唯独忽视了自己,甚至不知道自己是否拥有灵魂时,显然他们就像是仆人中的弃儿。
ὥστε τις ἐπιστὰς ἀνδρὶ τοιούτῳ προσηκόντως ἂν εἴποι πρὸς αὐτὸν ‘ὦ ἄνθρωπε, οἰκία μέν σοι [εὖ ἔχει] καὶ τἀνδράποδα πάντα καὶ ἵπποι δὴ καὶ κύνες καὶ χωρία καὶ ὅσα κέκτησαι διάκειται καλῶς· αὐτὸν δὲ σὲ οὐκ ἀγαθὴ κομιδὴ ἔχει’.
因此,若有人站在这样的人身旁,大可以得体地对他说:“喂,你的房子很好,奴隶们也都很好,马匹、猎狗、土地以及你所拥有的一切也都处于极好的状态;但你本人却没有得到好好的照料。
καλῶς οὖν καὶ ὁ Ἀντισθένης καὶ ὁ Διογένης, ὃ μὲν χρυσᾶ πρόβατα καλῶν τοὺς πλουσίους καὶ ἀπαιδεύτους, ὃ δὲ ταῖς ἐπὶ τῶν κρημνῶν συκαῖς ἀπεικάζων αὐτούς· ἐκείνων τε γὰρ τὸν καρπὸν οὐκ ἀνθρώπους ἀλλὰ κόρακας ἢ κολοιοὺς ἐσθίειν, τούτων τε τὰ χρήματα μηδὲν μὲν ὄφελος εἶναι τοῖς ἀστείοις, δαπανᾶσθαι δ’ ὑπὸ τῶν κολάκων, οἵτινες ἐὰν οὕτως τύχῃ πάντων αὐτοῖς ἀναλωθέντων ἀπαντῶντες παρέρχονται μὴ γνωρίζειν προσποιούμενοι.
”因此,安提斯泰尼和第欧根尼说得很对,前者将那些富有而无教育的人称为“黄金绵羊”,后者则将他们比作悬崖上的无花果树;因为他们说,前者的果实不是人吃,而是乌鸦或寒鸦吃;而后者的财富对高雅之人毫无益处,反倒被谄媚者所挥霍。 如果恰巧他们的财产被挥霍一空,这些谄媚者路遇他们时,就会假装不认识而走过去。
ὅθεν οὐδ’ ὁ ταῖς κρήναις τοὺς τοιούτους εἰκάσας ἄμουσός τις ἦν·
因此,将这种人比作泉水的人,也绝非粗鄙之辈。
καὶ γάρ τοι καὶ οἱ ἀπὸ τῶν κρηνῶν ὑδρευόμενοι πρόσθεν, ἐπειδὰν μηκέτ’ ἔχωσιν ὕδωρ ἀνασυράμενοι προσουροῦσι.
因为实际上,先前那些从泉中汲水的人,一旦泉水枯竭,就会掀起衣服朝里面撒尿。
καὶ ἐστὶν εὔλογον τοὺς διὰ μηδὲν ἄλλ’ ἢ τὰ χρήματα περιβλέπτους ἅμα τῷ στερηθῆναι τούτων εὐθὺς καὶ τῶν ἄλλων ἃ διὰ ταῦτ’ εἶχον ἐστερῆσθαι.
那些除了财富之外毫无长处而受人瞩目的人,在失去财富的同时,立刻也失去了因财富而拥有的其他东西,这是理所当然的。
τί γὰρ ἂν καὶ πάθοιεν, ἴδιον μὲν οὐδὲν ἀγαθὸν κεκτημένοι, ἀεὶ δ’ ἐπ’ ἀλλοτρίοις [καὶ] τοῖς παρὰ τῆς Τύχης ἐπαιρόμενοι.
因为,他们自己没有拥有任何属于自己的美德,却总是因属于他人的东西——即来自命运的东西——而自命不凡,他们还能有什么别的遭遇呢?