Humanitext Reader

品达 · 地峡颂 §5.1-5.63

向忒亚祈愿与赞颂埃阿科斯家族及获胜者

第 5 段,共 8 段 · 希腊语

内容简介

赞美太阳之母忒亚,论述凡人的荣耀与神意的关联,并赞颂埃阿科斯子嗣的伟绩和萨拉米斯的战功,最后祝贺斐拉奇达斯与皮塞亚斯的竞技胜利。

§5.1μᾶτερ Ἁλίου πολυώνυμε Θεία, §5.2σέο ἕκατι καὶ μεγασθενῆ νόμισαν §5.3χρυσὸν ἄνθρωποι περιώσιον ἄλλων·
拥有众多名字的太阳之母忒亚啊,因着您的缘故,凡人们将黄金视为超越他物、具有无比伟力之宝。
§5.4καὶ γὰρ ἐριζόμεναι §5.5νᾶες ἐν πόντῳ καὶ ὑφʼ ἅρμασιν ἵπποι §5.6διὰ τεάν, ὤνασσα, τιμὰν ὠκυδινάτοις ἐν ἁμίλλαισι θαυμασταὶ πέλονται·
因为,那些在海上相互竞争的船只,以及战车底下的马匹,女王啊,皆因您的荣耀,而在疾旋的竞赛中变得令人惊叹。
§5.7ἔν τʼ ἀγωνίοις ἀέθλοισι ποθεινὸν §5.8κλέος ἔπραξεν, ὅντινʼ ἀθρόοι στέφανοι §5.9χερσὶ νικάσαντʼ ἀνέδησαν ἔθειραν §5.10ἢ ταχυτᾶτι ποδῶν.
在竞技的斗争中,那令人向往的荣耀被那人赢得——无数的花冠束缚起他的发丝,因他用双手或靠双足的疾速而获得胜利。
§5.11κρίνεται δʼ ἀλκὰ διὰ δαίμονας ἀνδρῶν.
而凡人的武勇,乃是凭着神意而被裁决。
§5.12δύο δέ τοι ζωᾶς ἄωτον μοῦνα ποιμαίνοντι τὸν ἄλπνιστον εὐανθεῖ σὺν ὄλβῳ, §5.13εἴ τις εὖ πάσχων λόγον ἐσλὸν ἀκούῃ.
只有两件事能伴随着繁盛的福祉,守护着生命中最甜美的精华:若有人在得享福祉的同时,亦能听到良善的名声。
§5.14μὴ μάτευε Ζεὺς γενέσθαι· πάντʼ ἔχεις, §5.15εἴ σε τούτων μοῖρʼ ἐφίκοιτο καλῶν.
切莫希冀成为宙斯;你已拥有一切,若是这些美好事物的命运之份降临于你。
§5.16θνατὰ θνατοῖσι πρέπει.
凡俗之事,自当相配于凡人。
§5.17τὶν δʼ ἐν Ἰσθμῷ διπλόα θάλλοισʼ ἀρετά, §5.18Φυλακίδα, κεῖται, Νεμέα δὲ καὶ ἀμφοῖν, §5.19Πυθέᾳ τε παγκρατίου.
而在伊斯特摩斯,双重繁茂的德能已为你备好,斐拉奇达斯啊,且在涅墨亚,为了你们二人,以及为了皮塞亚斯而在潘克拉辛竞技中。
τὸ δʼ ἐμὸν §5.20οὐκ ἄτερ Αἰακιδᾶν κέαρ ὕμνων γεύεται· §5.21σὺν Χάρισιν δʼ ἔμολον Λάμπωνος υἱοῖς §5.22τάνδʼ ἐς εὔνομον πόλιν.
而我的心灵若无埃阿科斯子嗣之名,便无法品味赞歌;我伴随着美惠三女神,为了兰蓬的子嗣们来到这座法纪严明的城邦。
εἰ δὲ τέτραπται §5.23θεοδότων ἔργων κέλευθον ἂν καθαράν, §5.24μὴ φθόνει κόμπον τὸν ἐοικότʼ ἀοιδᾷ §5.25κιρνάμεν ἀντὶ πόνων.
若他们已转向神赐功绩的纯洁道路,莫要吝啬将配得上歌谣的赞美融入以酬谢其劳苦。
§5.26καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταὶ §5.27λόγον ἐκέρδαναν, κλέονται δʼ ἔν τε φορμίγγεσσιν ἐν αὐλῶν τε παμφώνοις ὁμοκλαῖς §5.28μυρίον χρόνον· μελέταν δὲ σοφισταῖς §5.29Διὸς ἕκατι πρόσβαλον σεβιζόμενοι·
因为,英雄中优秀的战士们赢得了名声,且在竖琴与笛子的万般和声中被歌颂,历经无尽的岁月;他们因受到崇敬,凭着宙斯的旨意,为智者们提供了钻研的素材。
§5.30ἐν μὲν Αἰτωλῶν θυσίαισι φαενναῖς §5.31Οἰνεΐδαι κρατεροί, §5.32ἐν δὲ Θήβαις ἱπποσόας Ἰόλαος §5.33γέρας ἔχει, Περσεὺς δʼ ἐν Ἄργει, Κάστορος δʼ αἰχμὰ Πολυδεύκ εο ς τʼ ἐπʼ Εὐρώτα ῥεέθροις.
在埃托利亚人闪耀的祭祀中,强壮的俄纽斯之子享有尊荣;在底比斯则是驱策战马的伊奥拉奥斯获得其赏赐,阿耳戈斯则是珀耳修斯,而卡斯托耳与波吕丢刻斯的枪矛则在欧罗塔斯的溪流旁。
§5.34ἀλλʼ ἐν Οἰνώνᾳ μεγαλήτορες ὀργαὶ §5.35Αἰακοῦ παίδων τε· τοὶ καὶ σὺν μάχαις §5.36δὶς πόλιν Τρώων πράθον ἑσπόμενοι §5.37Ἡρακλῆϊ πρότερον, §5.38καὶ σὺν Ἀτρείδαις.
然而在俄诺那,埃阿科斯及其子嗣那宽宏的气度享有盛誉;他们更是在战火中两次洗劫了特洛伊人的城邦,追随着先是赫拉克勒斯,随后则是与阿特柔斯之子们。
ἔλα νῦν μοι πεδόθεν· §5.39λέγε, τίνες Κύκνον, τίνες Ἕκτορα πέφνον, §5.40καὶ στράταρχον Αἰθιόπων ἄφοβον §5.41Μέμνονα χαλκοάραν·
现在,为我从根基处驱策前行吧;且说,是谁杀死了库克诺斯,是谁杀死了赫克托耳,以及埃塞俄比亚人那无畏的统帅、身披青铜甲胄的门农?
τίς ἄρʼ ἐσλὸν Τήλεφον §5.42τρῶσεν ἑῷ δορὶ Καΐκου παρʼ ὄχθαις;
又是谁用自己的长枪,在凯科斯河畔刺伤了优秀的忒勒福斯?
§5.43τοῖσιν Αἴγιναν προφέρει στόμα πάτραν §5.44διαπρεπέα νᾶσον· τετείχισται δὲ πάλαι §5.45πύργος ὑψηλαῖς ἀρεταῖς ἀναβαίνειν.
人人的口舌都为他们举荐其家园—— 赫赫有名的埃癸那岛;此岛自古便已被筑成一座用以攀登崇高德能的高塔。
§5.46πολλὰ μὲν ἀρτιεπὴς §5.47γλῶσσά μοι τοξεύματʼ ἔχει περὶ κείνων §5.48κελαδέσαι· καὶ νῦν ἐν Ἄρει μαρτυρήσαι κεν πόλις Αἴαντος ὀρθωθεῖσα ναύταις §5.49ἐν πολυφθόρῳ Σαλαμὶς Διὸς ὄμβρῳ §5.50ἀναρίθμων ἀνδρῶν χαλαζάεντι φόνῳ.
我的舌头确实拥有许多流利的箭矢,用以赞颂他们;并且,如今在战火中,由水手们扶持振作的埃阿斯之城萨拉米斯亦可作证,在那摧枯拉朽的宙斯暴雨中,以及无数凡人那如冰雹般密集的杀戮里。
§5.51ἀλλʼ ὅμως καύχημα κατάβρεχε σιγᾷ· §5.52Ζεὺς τά τε καὶ τὰ νέμει, §5.53Ζεὺς ὁ πάντων κύριος.
然则,且用沉默打湿这番夸耀吧;宙斯分拨着这,也分拨着那,宙斯乃万物之主。
ἐν δʼ ἐρατεινῷ §5.54μέλιτι καὶ τοιαίδε τιμαὶ καλλίνικον χάρμʼ ἀγαπάζοντι.
然而,在可人的蜜汁里,此般荣耀亦喜爱着凯旋的喜悦。
μαρνάσθω τις ἔρδων §5.55ἀμφʼ ἀέθλοισιν γενεὰν Κλεονίκου §5.56ἐκμαθών· οὔτοι τετύφλωται μακρὸς §5.57μόχθος ἀνδρῶν· οὐδʼ ὁπόσαι δαπάναι §5.58ἐλπίδων ἔκνισʼ ὄπιν.
让人们在竞技中彻知克勒奥尼科斯的后裔后,去为奖赏而搏斗吧;凡人们那漫长的劳苦绝未被抹杀,那些花费也未曾磨损希望的期许。
§5.59αἰνέω καὶ Πυθέαν ἐν γυιοδάμαις §5.60Φυλακίδᾳ πλαγᾶν δρόμον εὐθυπορῆσαι §5.61χερσὶ δεξιόν, νόῳ ἀντίπαλον.
我亦赞美皮塞亚斯,在制服肢体的竞技中,他为斐拉奇达斯指明了拳击的直线轨迹,他的双手敏捷,心智亦足堪匹敌。
§5.62λάμβανέ οἱ στέφανον, φέρε δʼ εὔμαλλον μίτραν, §5.63καὶ πτερόεντα νέον σύμπεμψον ὕμνον.
为他接过花冠,送上精美的羊毛头带,并且,一同送去这首崭新的、展翅飞翔的赞歌。

词汇与语法注释

  1. §5.1σέο ἕκατι καὶ μεγασθενῆ νόμισαν χρυσὸν ἄνθρωποι — 因光之女神忒亚,凡人将黄金视为最有威能之物。χρυσόν 是 νόμισαν 的直接宾语,μεγασθενῆ 是作宾语补足语的形容词。
  2. §5.8ἔν τʼ ἀγωνίοις ἀέθλοισι ποθεινὸν κλέος ἔπραξεν, ὅντινʼ — 动词 ἔπραξεν 是表示普遍真理的泛指不定过去时(gnomic aorist),其逻辑主语是关系代词 ὅντινα 的先行词。整句意为“在竞技中,凡是被众多花冠束起发丝的人,都赢得了令人向往的荣耀”。
  3. §5.23ἂν καθαράν — 此处的 ἂν 是介词 ἀνά 发生尾音脱落(apocope)的形式,以介词倒装(anastrophe)的方式修饰宾语 καθαρὰν [κέλευθον],意为“沿着纯洁的道路”。它并非语气助词 ἄν。
  4. §5.45τετείχισται δὲ πάλαι πύργος ὑψηλαῖς ἀρεταῖς ἀναβαίνειν — 不定式 ἀναβαίνειν 表示目的或结果。πύργος(塔)是埃癸那岛的隐喻,整句结构表明该岛自古便被筑成一座用于攀登叙述中崇高德能的高塔。
  5. §5.48μαρτυρήσαι κεν πόλις Αἴαντος... Σαλαμίς — 主语 Σαλαμίς 与其修饰分词 ὀρθωθεῖσα(被水手们扶持振作)之间由于多个限定性介词及与格/属格短语的插入,形成了长距离的倒装(hyperbaton)。句子的核心骨格是“艾阿斯之城萨拉米斯可以作证(μαρτυρήσαι κεν)”,其间嵌入了关于萨拉米斯海战的具体历史背景作为修饰成分。

引用这一段

品达, 地峡颂 §5.1-5.63. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0033.tlg004.humanitext-grc2:5.1-5.63

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。