Humanitext Reader

品达 · 地峡颂 §4.1-4.72

克勒奥尼穆斯家族的兴衰与梅里索斯的胜利

第 4 段,共 8 段 · 希腊语

内容简介

诗人歌颂了克勒奥尼穆斯家族虽曾历经繁盛后在战争中遭受惨重损失,如今又因神恩而再度兴旺。他赞美了梅里索斯的辉煌胜利,并将其比作身材矮小却意志坚屈的赫拉克勒斯。

§4.1ἔστι μοι θεῶν ἕκατι μυρία παντᾷ κέλευθος·
托神明之福,我四面八方皆有无数的通路。
§4.2ὦ Μέλισσʼ, εὐμαχανίαν γὰρ ἔφανας Ἰσθμίοις §4.3ὑμετέρας ἀρετὰς ὕμνῳ διώκειν·
梅里索斯啊,因为你在地峡竞技中展现了充沛的素材,让我们能用歌声追寻你们家族的显赫德能。
§4.4αἷσι Κλεωνυμίδαι θάλλοντες αἰεὶ §4.5σὺν θεῷ θνατὸν διέρχονται βιότου τέλος.
克勒奥尼穆斯的一族因这些德能而永远繁茂,与神同行,度过凡人生命的终点。
ἄλλοτε δʼ ἀλλοῖος οὖρος §4.6πάντας ἀνθρώπους ἐπαΐσσων ἐλαύνει.
但在不同时候,不同的风袭击并驱策着所有的人。
§4.7τοὶ μὲν ὦν Θήβαισι τιμάεντες ἀρχᾶθεν λέγονται §4.8πρόξενοί τʼ ἀμφικτιόνων κελαδεννᾶς τʼ ὀρφανοὶ §4.9ὕβριος· ὅσσα δʼ ἐπʼ ἀνθρώπους ἄηται §4.10μαρτύρια φθιμένων ζωῶν τε φωτῶν §4.11ἀπλέτου δόξας, ἐπέψαυσαν κατὰ πᾶν τέλος· ἀνορέαις δʼ ἐσχάταισιν §4.12οἴκοθεν στάλαισιν ἅπτονθʼ Ἡρακλείαις· §4.13καὶ μηκέτι μακροτέραν σπεύδειν ἀρετάν.
他们在底比斯自古以来便被称为享有尊荣之人,既是周边部族的保护人,又远离喧嚣的傲慢;而凡是吹拂于人间、关于亡者与生者的极其宏大声誉的见证,他们在每一个终点都已触及;而凭借极端的勇武,他们从家乡直达赫拉克勒斯的巨柱;并且不再追求更遥远的德能。
§4.14ἱπποτρόφοι τʼ ἐγένοντο, §4.15χαλκέῳ τʼ Ἄρει ἅδον.
他们也是骏马的饲育者,亦喜好青铜的战神阿瑞斯。
§4.16ἀλλʼ ἁμέρᾳ γὰρ ἐν μιᾷ §4.17τραχεῖα νιφὰς πολέμοιο τεσσάρων §4.17bἀνδρῶν ἐρήμωσεν μάκαιραν ἑστίαν·
然而在仅仅一天之内,战争的严酷暴风雪,将四位男子从幸福的炉边夺走。
§4.18νῦν δʼ αὖ μετὰ χειμέριον ποικίλων μηνῶν ζόφον §4.18bχθὼν ὥτε φοινικέοισιν ἄνθησεν ῥόδοις §4.19δαιμόνων βουλαῖς.
而如今,在多变岁月的冬日黑暗之后,宛如大地绽放出深红的玫瑰,依凭神明的旨意。
ὁ κινητὴρ δὲ γᾶς Ὀγχηστὸν οἰκέων §4.20καὶ γέφυραν ποντιάδα πρὸ Κορίνθου τειχέων, §4.21τόνδε πορὼν γενεᾷ θαυμαστὸν ὕμνον §4.22ἐκ λεχέων ἀνάγει φάμαν παλαιὰν §4.23εὐκλέων ἔργων·
居住在翁刻斯托斯、控制着科林斯城墙前之海洋通道的陆地摇撼者,通过向这一族人赐予这首奇妙的赞歌,从床榻中唤醒了古老的名声,唤醒那光荣功绩的声誉。
ἐν ὕπνῳ γὰρ πέσεν· ἀλλʼ ἀνεγειρομένα χρῶτα λάμπει, §4.24Ἀωσφόρος θαητὸς ὣς ἄστροις ἐν ἄλλοις· §4.25ἅ τε κἀν γουνοῖς Ἀθανᾶν ἅρμα καρύξαισα νικᾶν §4.26ἔν τʼ Ἀδραστείοις ἀέθλοις Σικυῶνος ὤπασεν §4.27τοιάδε τῶν τότʼ ἐόντων φύλλʼ ἀοιδᾶν.
因它曾堕入沉睡;然而如今苏醒,其躯体正熠熠生辉,宛如其他星辰中夺目的启明星一般;它曾在雅典的丘陵宣告战车获胜,并在西锡安的阿德拉斯托斯竞技中,赐予了他们类似当时诗人们所留下的歌谣之叶。
§4.28οὐδὲ παναγυρίων ξυνᾶν ἀπεῖχον §4.29καμπύλον δίφρον, Πανελλάνεσσι δʼ ἐριζόμενοι δαπάνᾳ χαῖρον ἵππων.
他们也未曾让弯曲的战车远离共同的集会,而是在与全体希腊人的竞争中,乐于为马匹付出昂贵费用。
§4.30τῶν ἀπειράτων γὰρ ἄγνωστοι σιωπαί, §4.31ἔστιν δʼ ἀφάνεια τύχας καὶ μαρναμένων, §4.32πρὶν τέλος ἄκρον ἱκέσθαι·
因为不作尝试之人的沉默是无人知晓的,且即便对于战斗者而言,命运亦存在着不可见性,在达到最终的结局之前。
§4.33τῶν τε γὰρ καὶ τῶν διδοῖ· §4.34καὶ κρέσσονʼ ἀνδρῶν χειρόνων §4.35ἔσφαλε τέχνα καταμάρψαισʼ.
因为命运既赐予这,也赐予那;且凡庸之人的手段,若追赶上,亦能使更好的人跌倒。
ἴστε μὰν Αἴαντος ἀλκὰν φοίνιον, τὰν ὀψίᾳ §4.36ἐν νυκτὶ ταμὼν περὶ ᾧ φασγάνῳ, μομφὰν ἔχει παίδεσσιν Ἑλλάνων ὅσοι Τρῴανδʼ ἔβαν.
你们确知埃阿斯那血腥的武勇,在深夜里他用自己的剑将其斩断,从而给所有前往特洛伊的希腊之子带来了指责。
§4.37ἀλλʼ Ὅμηρός τοι τετίμακεν διʼ ἀνθρώπων, ὃς αὐτοῦ §4.38πᾶσαν ὀρθώσαις ἀρετὰν κατὰ ῥάβδον ἔφρασεν §4.39θεσπεσίων ἐπέων λοιποῖς ἀθύρειν.
然而荷马确实使他在凡人中享有尊荣,他扶正了埃阿斯所有的德能,并依据其歌者之杖宣示出来,用神圣的言辞供后世之人玩味歌咏。
§4.40τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει, §4.41εἴ τις εὖ εἴπῃ τι· καὶ πάγκαρπον ἐπὶ χθόνα καὶ διὰ πόντον βέβακεν §4.42ἑργμάτων ἀκτὶς καλῶν ἄσβεστος αἰεί.
因为一旦有人把事情说得美好,这便会作为不死且有声之物传播开去,并且,那美好事迹的永远不可熄灭的光芒,已经传遍了硕果累累的大地与广阔的海洋。
§4.43προφρόνων Μοισᾶν τύχοιμεν, κεῖνον ἅψαι πυρσὸν ὕμνων §4.44καὶ Μελίσσῳ, παγκρατίου στεφάνωμʼ ἐπάξιον, §4.45ἔρνεϊ Τελεσιάδα.
愿我们能得蒙仁慈的缪斯女神之助,为梅里索斯燃起那赞歌的火把,作为对潘克拉辛竞技当之无愧的加冕,赐予这位德勒西亚达斯的幼苗。
τόλμᾳ γὰρ εἰκὼς §4.46θυμὸν ἐριβρεμετᾶν θηρῶν λεόντων §4.47ἐν πόνῳ, μῆτιν δʼ ἀλώπηξ, αἰετοῦ ἅ τʼ ἀναπιτναμένα ῥόμβον ἴσχει.
因为在胆识上,他犹如猛兽中怒吼雄狮的性情,在搏斗之中;而在智谋上他则如狐狸,能通过蜷身来阻挡老鹰展开双翼的俯冲。
§4.48χρὴ δὲ πᾶν ἔρδοντα μαυρῶσαι τὸν ἐχθρόν.
应当尽一切手段使敌人黯然失色。
§4.49οὐ γὰρ φύσιν Ὠαριωνείαν ἔλαχεν· §4.50ἀλλʼ ὀνοτὸς μὲν ἰδέσθαι, §4.51συμπεσεῖν δʼ ἀκμᾷ βαρύς.
因为他并未分得如奥里翁般魁梧的身躯;虽则外表看似平平,但在力量的对决中却沉重难御。
§4.52καίτοι πότʼ Ἀνταίου δόμους §4.53Θηβᾶν ἀπὸ Καδμεϊᾶν μορφὰν βραχύς, ψυχὰν δʼ ἄκαμπτος, προσπαλαίσων ἦλθʼ ἀνὴρ §4.54τὰν πυροφόρον Λιβύαν, κρανίοις ὄφρα ξένων ναὸν Ποσειδάωνος ἐρέφοντα σχέθοι, §4.55υἱὸς Ἀλκμήνας· ὃς Οὐλυμπόνδʼ ἔβα, γαίας τε πάσας §4.56καὶ βαθύκρημνον πολιᾶς ἁλὸς ἐξευρὼν θέναρ, §4.57ναυτιλίαισί τε πορθμὸν ἁμερώσαις.
然而,昔日曾有一位男子,从卡德摩斯的底比斯出发,身形矮小但意志坚屈,为了与其角力而前往那产麦丰饶的利比亚,为的是阻止他用外乡人的头颅来为波塞冬的神殿封顶—— 此人正是阿尔克墨涅之子;在探明了整个大地以及灰白海洋那深崖紧锁的海底,并为航海驯服了海峡之后。
§4.58νῦν δὲ παρʼ Αἰγιόχῳ κάλλιστον ὄλβον §4.59ἀμφέπων ναίει, τετίματαί τε πρὸς ἀθανάτων φίλος, Ἥβαν τʼ ὀπυίει, §4.60χρυσέων οἴκων ἄναξ καὶ γαμβρὸς Ἥρας.
而今,他在披甲埃吉斯的宙斯身旁,享有最美妙的福祉,作为挚友受到不朽诸神的尊崇,并娶赫柏为妻,成为黄金宫殿的主人以及赫拉的女婿。
§4.61τῷ μὲν Ἀλεκτρᾶν ὕπερθεν δαῖτα πορσύνοντες ἀστοὶ §4.62καὶ νεόδματα στεφανώματα βωμῶν αὔξομεν §4.63ἔμπυρα χαλκοαρᾶν ὀκτὼ θανόντων, §4.64τοὺς Μεγάρα τέκε οἱ Κρειοντὶς υἱούς·
就在那伊莱克特拉门之上,公民们为他筹备宴席,并且我们让祭坛上新制的冠冕不断增多,伴随着八位战死的青铜披甲之人的火祭牺牲,他们是克瑞翁之女墨伽拉为他所生的儿子们。
§4.65τοῖσιν ἐν δυθμαῖσιν αὐγᾶν φλὸξ ἀνατελλομένα συνεχὲς παννυχίζει §4.66αἰθέρα κνις άε ντι λακτίζοισα καπνῷ, §4.67καὶ δεύτερον ἆμαρ ἐτείων τέρμʼ ἀέθλων §4.68γίνεται, ἰσχύος ἔργον.
为着他们,在斜阳西下之时,升腾的火焰通宵达旦地连续燃烧,用带着香气的浓烟叩击着苍穹,而第二日便迎来了一年一度竞技的尾声,此乃力量角逐的壮举。
§4.69ἔνθα λευκωθεὶς κάρα §4.70μύρτοις ὅδʼ ἀνὴρ διπλόαν §4.71νίκαν ἀνεφάνατο παίδων τε τρίταν πρόσθεν, κυβερνατῆρος οἰακοστρόφου §4.72γνώμᾳ πεπιθὼν πολυβούλῳ.
在那里,这位男子用香桃木洁白了自己的头部,展现了双重的胜利,而在先前他也曾赢得少儿组的第三次胜利,这皆因听从了那掌舵领航者充满智慧的意见。
σὺν Ὀρσέᾳ δέ νιν κωμάξομαι, τερπνὰν ἐπιστάζων χάριν.
如今我将与奥尔塞阿斯一同为他欢呼,向他洒下令人欢愉的恩泽。

词汇与语法注释

  1. §4.13καὶ μηκέτι μακροτέραν σπεύδειν ἀρετάν. — 不定过去时分词 `σπεύδειν` 用作祈使(命令式)不定式,表达了传统的箴言或警告,即不应跨越人类极限去追求更遥远、不可能的名望(如赫拉克勒斯之柱所象征的界限)。
  2. §4.35ταμὼν περὶ ᾧ φασγάνῳ — 不定过去时分词 `ταμὼν`(源自 `τέμνω`,“割、斩”)与介词短语 `περὶ ᾧ φασγάνῳ`(“在自己的剑上”)共同指代著名的神话场景,即埃阿斯将宝剑立于地上,并扑向其上自尽。
  3. §4.47ἀναπιτναμένα — 现在分词阴性单数主格 `ἀναπιτναμένα` 修饰前面的阴性名词 `ἀλώπηξ`(狐狸)。它描绘了狐狸通过在地上“舒展身体”(翻滚或贴地),来化解并阻止老鹰极速俯冲(`ῥόμβον`)的战术,以此比喻斗争中的智谋。

引用这一段

品达, 地峡颂 §4.1-4.72. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0033.tlg004.humanitext-grc2:4.1-4.72

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。