§5.1μᾶτερ Ἁλίου πολυώνυμε Θεία, §5.2σέο ἕκατι καὶ μεγασθενῆ νόμισαν §5.3χρυσὸν ἄνθρωποι περιώσιον ἄλλων·
多くの名を持つ太陽の母、テイアよ、あなたのゆえに、人間たちは黄金を、他の何よりも際立って大いなる力を持つものとみなした。
§5.4καὶ γὰρ ἐριζόμεναι §5.5νᾶες ἐν πόντῳ καὶ ὑφʼ ἅρμασιν ἵπποι §5.6διὰ τεάν, ὤνασσα, τιμὰν ὠκυδινάτοις ἐν ἁμίλλαισι θαυμασταὶ πέλονται·
なぜなら、競い合う海における船たちも、戦車の下の馬たちも、女王よ、あなたの与える誉れのゆえに、激しく回転する競走において驚嘆すべきものとなるのだから。
§5.7ἔν τʼ ἀγωνίοις ἀέθλοισι ποθεινὸν §5.8κλέος ἔπραξεν, ὅντινʼ ἀθρόοι στέφανοι §5.9χερσὶ νικάσαντʼ ἀνέδησαν ἔθειραν §5.10ἢ ταχυτᾶτι ποδῶν.
そして、競技の争いにおいて、憧れの名声を手にする、数多くの冠がその手で勝利した者の、あるいは足の速さによって勝利した者の髪を縛ったならば。
§5.11κρίνεται δʼ ἀλκὰ διὰ δαίμονας ἀνδρῶν.
人間の武勇は、神のおかげで判定される。
§5.12δύο δέ τοι ζωᾶς ἄωτον μοῦνα ποιμαίνοντι τὸν ἄλπνιστον εὐανθεῖ σὺν ὄλβῳ, §5.13εἴ τις εὖ πάσχων λόγον ἐσλὸν ἀκούῃ.
人生の最も甘美な精華を、花咲く繁栄とともに育むものは、ただ二つだけである、もし人が恵まれた境遇にありながら、かつ善い評判を耳にするならば。
§5.14μὴ μάτευε Ζεὺς γενέσθαι·
ゼウスになろうと望むな。
πάντʼ ἔχεις, §5.15εἴ σε τούτων μοῖρʼ ἐφίκοιτο καλῶν.
あなたはすべてを持っているのだ、もしこれら美しいものの分け前があなたに届くならば。
§5.16θνατὰ θνατοῖσι πρέπει.
死すべきことこそ、死すべき者にふさわしい。
§5.17τὶν δʼ ἐν Ἰσθμῷ διπλόα θάλλοισʼ ἀρετά, §5.18Φυλακίδα, κεῖται, Νεμέα δὲ καὶ ἀμφοῖν, §5.19Πυθέᾳ τε παγκρατίου.
ピュラキダスよ、あなたにはイストモスにおいて二重の、繁栄する徳が用意されており、ネメアでは、プュテアスとあなたたちの両者のために、パンクラティオンの勝利が。
τὸ δʼ ἐμὸν §5.20οὐκ ἄτερ Αἰακιδᾶν κέαρ ὕμνων γεύεται·
そして私の心は、アイアコスの一族なしには、賛歌を味わうことはない。
私はカリスたちとともに、ランプンの息子たちのために来たのだ、この秩序ある都市へ。
εἰ δὲ τέτραπται §5.23θεοδότων ἔργων κέλευθον ἂν καθαράν, §5.24μὴ φθόνει κόμπον τὸν ἐοικότʼ ἀοιδᾷ §5.25κιρνάμεν ἀντὶ πόνων.
もし彼らが神から与えられた行いの、清らかな道に向かって進んでいるならば、詩歌にふさわしい賞賛の言葉を、苦労の代わりに注ぐことを、惜しむな。
§5.26καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταὶ §5.27λόγον ἐκέρδαναν, κλέονται δʼ ἔν τε φορμίγγεσσιν ἐν αὐλῶν τε παμφώνοις ὁμοκλαῖς §5.28μυρίον χρόνον·
なぜなら、英雄たちの優れた戦士たちも名声を獲得し、竪琴やあらゆる音を奏でる笛の響きの中で称えられているからだ、無窮の時の間。
μελέταν δὲ σοφισταῖς §5.29Διὸς ἕκατι πρόσβαλον σεβιζόμενοι·
そして賢者たちに、ゼウスの御心によって、彼らは崇められつつ、創作の配慮をもたらした。
§5.30ἐν μὲν Αἰτωλῶν θυσίαισι φαενναῖς §5.31Οἰνεΐδαι κρατεροί, §5.32ἐν δὲ Θήβαις ἱπποσόας Ἰόλαος §5.33γέρας ἔχει, Περσεὺς δʼ ἐν Ἄργει, Κάστορος δʼ αἰχμὰ Πολυδεύκ εο ς τʼ ἐπʼ Εὐρώτα ῥεέθροις.
エトリア人たちの輝かしい犠牲においては、強勇なオイネウスの子孫たちが栄誉を持ち、テバイにおいては、馬を駆るイオラオスが、そしてアルゴスにおいてはペルセウスが、またカストルとポリュデウケスの槍はエウロタスの流れのほとりで栄誉を持つ。
τοὶ καὶ σὺν μάχαις §5.36δὶς πόλιν Τρώων πράθον ἑσπόμενοι §5.37Ἡρακλῆϊ πρότερον, §5.38καὶ σὺν Ἀτρείδαις.
彼らは戦いにおいて、二度にわたりトロイアの都を滅ぼした、最初はヘラクレスに従い、そして(二度目は)アトレイデスらとともに。
ἔλα νῦν μοι πεδόθεν·
今や、私のために根底から進め。
§5.39λέγε, τίνες Κύκνον, τίνες Ἕκτορα πέφνον, §5.40καὶ στράταρχον Αἰθιόπων ἄφοβον §5.41Μέμνονα χαλκοάραν·
語れ、誰がキュクノスを、誰がヘクトルを討ったのか、そしてエティオピア人の恐れを知らぬ将軍、青銅の武具をまとうメムノンを。
τίς ἄρʼ ἐσλὸν Τήλεφον §5.42τρῶσεν ἑῷ δορὶ Καΐκου παρʼ ὄχθαις;
また、誰が優れたテレポスをカイコス川の岸辺で、自らの槍で傷つけたのか。
τετείχισται δὲ πάλαι §5.45πύργος ὑψηλαῖς ἀρεταῖς ἀναβαίνειν.
それは古くから築かれてきた、そびえ立つ徳へと登り行くための塔として。
私の、言葉巧みな舌は、彼らについて放つべき多くの矢を持っている、高らかに歌うための。
καὶ νῦν ἐν Ἄρει μαρτυρήσαι κεν πόλις Αἴαντος ὀρθωθεῖσα ναύταις §5.49ἐν πολυφθόρῳ Σαλαμὶς Διὸς ὄμβρῳ §5.50ἀναρίθμων ἀνδρῶν χαλαζάεντι φόνῳ.
そして今や、戦いにおいて、アイアスの都サラミスが、水夫たちによって持ちこたえさせられて証言するだろう、多くの者を滅ぼすゼウスの嵐の中で、無数の男たちの、雹のように降り注ぐ殺戮において。
§5.51ἀλλʼ ὅμως καύχημα κατάβρεχε σιγᾷ·
しかしながら、誇りを沈黙で濡らせ(抑えよ)。
ἐν δʼ ἐρατεινῷ §5.54μέλιτι καὶ τοιαίδε τιμαὶ καλλίνικον χάρμʼ ἀγαπάζοντι.
しかし、愛すべき蜜において、このような栄誉もまた、勝利の喜びを温かく迎える。
人は、クレオニコスの一族についてよく知った上で、競技において励むがよい。
けっして、彼らの長い骨折りは盲目にされてはおらず、費やされたどれほどの費用も、期待を損ねたことはない。