§3.1εἴ τις ἀνδρῶν εὐτυχήσαις ἢ σὺν εὐδόξοις ἀέθλοις §3.2ἢ σθένει πλούτου κατέχει φρασὶν αἰανῆ κόρον, §3.3ἄξιος εὐλογίαις ἀστῶν μεμίχθαι.
若凡人中有人因光荣的竞技,或因财富的力量而获得幸运,并在心中克制着那令人痛苦的骄纵,他便配得上沐浴在城邦公民的赞美之中。
§3.4Ζεῦ, μεγάλαι δʼ ἀρεταὶ θνατοῖς ἕπονται §3.5ἐκ σέθεν· ζώει δὲ μάσσων ὄλβος ὀπιζομένων, πλαγίαις δὲ φρένεσσιν §3.6οὐχ ὁμῶς πάντα χρόνον θάλλων ὁμιλεῖ.
宙斯啊,伟大的德能伴随着凡人,皆由于你;敬畏你的人,其福泽存留得更长久,而对于心术不正之人,福泽并不会同样在所有时间里都繁茂地伴随着他们。
§3.7εὐκλέων δʼ ἔργων ἄποινα χρὴ μὲν ὑμνῆσαι τὸν ἐσλόν, §3.8χρὴ δὲ κωμάζοντʼ ἀγαναῖς χαρίτεσσιν βαστάσαι.
作为显赫功绩的报酬,理当歌颂那优秀之人,也理当在欢宴中,用温柔的美惠女神将他高高举起。
§3.9ἔστι δὲ καὶ διδύμων ἀέ θλων Μελίσσῳ §3.10μοῖρα πρὸς εὐφροσύναν τρέψαι γλυκεῖαν §3.11ἦτορ, ἐν βάσσαισιν Ἰσθμοῦ δεξαμένῳ στεφάνους, τὰ δὲ κοίλᾳ λέοντος §3.12ἐν βαθυστέρνου νάπᾳ κάρυξε Θήβαν §3.13ἱπποδρομίᾳ κρατέων.
而梅里索斯亦从双重的竞技中获得了使他的心灵转向甜美欢乐的份存,他在地峡的深谷中接受了冠冕,而在另一方面,在深胸狮子凹陷的幽谷中,他因在赛马中获胜而宣告了底比斯的名号。
ἀνδρῶν δʼ ἀρετὰν §3.14σύμφυτον οὐ κατελέγχει.
他并未辱没他们族人与生俱来的德能。
§3.15ἴστε μὰν Κλεωνύμου §3.16δόξαν παλαιὰν ἅρμασιν· §3.17καὶ ματρόθε Λαβδακίδαισιν σύννομοι πλούτου διέστειχον τετραοριᾶν πόνοις.
你们确实知晓克勒奥尼穆斯在战车竞技上的古老荣耀;且在母方,他们作为与拉布达科斯家族共享财富之人,伴随着四头马车的辛劳而一路走来。
§3.18αἰὼν δὲ κυλινδομέναις ἁμέραις ἄλλʼ ἄλλοτʼ ἐξάλλαξεν· ἄτρωτοί γε μὰν παῖδες θεῶν.
然而,时光伴随着流转的光阴,时而改变这,时而改变那;唯有神明之子,方能免受损伤。