§2.1οἱ μὲν πάλαι, ὦ Θρασύβουλε, φῶτες, οἳ χρυσαμπύκων §2.2ἐς δίφρον Μοισᾶν ἔβαινον κλυτᾷ φόρμιγγι συναντόμενοι, §2.3ῥίμφα παιδείους ἐτόξευον μελιγάρυας ὕμνους, §2.4ὅστις ἐὼν καλὸς εἶχεν Ἀφροδίτας §2.5εὐθρόνου μνάστειραν ἁδίσταν ὀπώραν.
往昔之人啊,色拉叙布洛斯,他们登上黄金发带的缪斯女神的战车,并携着显赫的弦琴迎上去,轻快地射出赞美少年的甜美歌谣,凡是美丽且拥有着阿佛洛狄忒那华美宝座的唤醒者、最甜美的青春秋色之人。
§2.6ἁ Μοῖσα γὰρ οὐ φιλοκερδής πω τότʼ ἦν οὐδʼ ἐργάτις· §2.7οὐδʼ ἐπέρναντο γλυκεῖαι μελιφθόγγου ποτὶ Τερψιχόρας §2.8ἀργυρωθεῖσαι πρόσωπα μαλθακόφωνοι ἀοιδαί.
因为那时缪斯还不贪图私利,也不做雇工;在甜美声音的忒耳普西科勒那里,那些声音柔和的歌谣也不会因脸上镀了银而被出卖。
§2.9νῦν δʼ ἐφίητι τὸ τὠργείου φυλάξαι §2.10ῥῆμʼ ἀλαθείας ἐτᾶς ἄγχιστα βαῖνον, §2.11χρήματα, χρήματʼ ἀνήρ,
ὃς φᾶ κτεάνων θʼ ἅμα λειφθεὶς καὶ φίλων.
但如今,她却教我们谨守那阿尔戈斯人的极其逼近真实真理的言论: “财富,财富就是人本身,”这是他在同时失去财产与朋友时所说的话。
§2.12ἐσσὶ γὰρ ὦν σοφός, οὐκ ἄγνωτʼ ἀείδω §2.13Ἰσθμίαν ἵπποισι νίκαν, §2.14τὰν Ξενοκράτει Ποσειδάων ὀπάσαις, §2.15Δωρίων αὐτῷ στεφάνωμα κόμᾳ §2.16πέμπεν ἀναδεῖσθαι σελίνων, §2.17εὐάρματον ἄνδρα γεραίρων, Ἀκραγαντίνων φάος.
因为你本是明智之人,所以我所歌咏的,并非你所不知的依靠马匹赢得的地峡胜利,这胜利是波塞冬赐予克塞诺克拉底斯的,并为他的头发送去了多利斯式的芹叶冠冕以作系结,借此赞美这位拥有优良战车的男子,阿克拉加斯人的光芒。
§2.18ἐν Κρίσᾳ δʼ εὐρυσθενὴς εἶδʼ Ἀπόλλων νιν πόρε τʼ ἀγλαΐαν §2.19καὶ τόθι· κλειναῖς δʼ Ἐρεχθειδᾶν χαρίτεσσιν ἀραρὼς §2.20ταῖς λιπαραῖς ἐν Ἀθάναις, οὐκ ἐμέμφθη §2.21ῥυσίδιφρον χεῖρα πλαξίπποιο φωτός, §2.22τὰν Νικόμαχος κατὰ καιρὸν νεῖμʼ ἁπάσαις ἁνίαις· §2.23ὅντε καὶ κάρυκες ὡρᾶν ἀνέγνον, σπονδοφόροι Κρονίδα §2.24Ζηνὸς Ἀλεῖοι, παθόντες πού τι φιλόξενον ἔργον· §2.25ἁδυπνόῳ τέ νιν ἀσπάζοντο φωνᾷ §2.26χρυσέας ἐν γούνασιν πίτνοντα Νίκας §2.27γαῖαν ἀνὰ σφετέραν, τὰν δὴ καλέοισιν Ὀλυμπίου Διὸς §2.28ἄλσος· ἵνʼ ἀθανάτοις Αἰνησιδάμου §2.29παῖδες ἐν τιμαῖς ἔμιχθεν.
在克里萨,威力无边之阿波罗注视着他,并在那里赐予他荣耀;此外,他与雅典显赫的埃雷赫透斯后裔的名望相契合,在那闪耀的雅典,他并未指责那鞭策马匹之人的挽救战车之手,尼科马科斯在关键时刻,将这双手施于所有的缰绳之上;这一双手,曾被司时的传令官、克洛诺斯之子宙斯的休战使者厄利斯人所认出,大概是因为他们曾感受过他的款待之德;他们用甜美温润的声音向他致敬,迎着他在黄金胜利女神的膝前落下,在他们自己的土地上,这土地即被人们称为奥林匹亚宙斯的神林;在那里,埃内西达摩斯的儿子们与不灭的荣耀交融在一起。
§2.30καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι §2.31οὔτε κώμων, ὦ Θρασύβουλʼ, ἐρατῶν, §2.32οὔτε μελικόμπων ἀοιδᾶν.
因为,色拉叙布洛斯啊,你们的家府既非对可爱的欢宴感到陌生,亦非对甜美回响的歌谣感到生疏。
§2.33οὐ γὰρ πάγος, οὐδὲ προσάντης ἁ κέλευθος γίνεται, §2.34εἴ τις εὐδόξων ἐς ἀνδρῶν ἄγοι τιμὰς Ἑλικωνιάδων.
因为,道路并不险峻,也非难攀的上坡,若有人要将赫利孔山缪斯女神的荣耀带给名门。
§2.35μακρὰ δισκήσαις ἀκοντίσσαιμι τοσοῦθʼ, ὅσον ὀργὰν §2.36Ξεινοκράτης ὑπὲρ ἀνθρώπων γλυκεῖαν §2.37ἔσχεν.
若我能将铁饼掷得极其遥远,我愿投枪掷出那么远的距离,一如克塞诺克拉底斯所拥有的超越凡人的温和性情。
αἰδοῖος μὲν ἦν ἀστοῖς ὁμιλεῖν, §2.38ἱπποτροφίας τε νομίζων ἐν Πανελλάνων νόμῳ· §2.39καὶ θεῶν δαῖτας προσέπτυκτο πάσας· οὐδέ ποτε ξενίαν §2.40οὖρος ἐμπνεύσαις ὑπέστειλʼ ἱστίον ἀμφὶ τράπεζαν· §2.41ἀλλʼ ἐπέρα ποτὶ μὲν Φᾶσιν θερείαις, §2.42ἐν δὲ χειμῶνι πλέων Νείλου πρὸς ἀκτάς.
他在与城邦公民交往时令人敬重,并遵循着全希腊人的规矩来养育骏马;他也领受了众神所有的筵席;好客的风吹拂时,也从未使他在席间收起风帆;而是,他在夏季向着法西斯航行,在冬季则航向尼罗河的海岸。