我的母亲,金盾的忒拜,你的事情,我将置于我急切的事务之上。
μή μοι κραναὰ νεμεσάσαι §1.4Δᾶλος, ἐν ᾇ κέχυμαι.
愿岩石累累的提洛不要对我动怒,因我已全身心地投入其中。
§1.5τί φίλτερον κεδνῶν τοκέων ἀγαθοῖς;
对于优秀的人来说,有什么比尊贵的父母更亲爱?
§1.6εἶξον, Ὠπολλωνιάς· ἀμφοτερᾶν τοι χαρίτων σὺν θεοῖς ζεύξω τέλος, §1.7καὶ τὸν ἀκειρεκόμαν Φοῖβον χορεύων §1.8ἐν Κέῳ ἀμφιρύτᾳ σὺν ποντίοις §1.9ἀνδράσιν, καὶ τὰν ἁλιερκέα, Ἰσθμοῦ §1.10δειράδʼ· ἐπεὶ στεφάνους §1.11ἓξ ὤπασεν Κάδμου στρατῷ ἐξ ἀέθλων, §1.12καλλίνικον πατρίδι κῦδος.
退让吧,阿波罗之岛;在众神的帮助下,我将结合这双重的恩惠,并以歌舞赞美未剪发的福波斯,在波浪环抱的凯奥斯,与那里的海洋居民一起;同时赞美那被大海环绕的地峡山脊;因为冠冕他从竞技中赐予了卡德摩斯的军队六个,为祖国赢得了美妙的胜利光荣。
ἐν ᾇ καὶ τὸν ἀδείμαντον Ἀλκμήνα τέκεν §1.13παῖδα, θρασεῖαι τόν ποτε Γηρυόνα φρῖξαν κύνες.
在这土地上,阿尔克墨涅也生下了无畏的孩子,昔日革律翁那些凶猛的犬只曾对他望而生畏。
§1.14ἀλλʼ ἐγὼ Ἡροδότῳ τεύχων τὸ μὲν ἅρματι τεθρίππῳ γέρας, §1.15ἁνία τʼ ἀλλοτρίαις οὐ χερσὶ νωμάσαντʼ ἐθέλω §1.16ἢ Καστορείῳ ἢ Ἰολάου ἐναρμόξαι νιν ὕμνῳ.
然而我,正在为希罗多德制作那份因四马战车而得的荣耀,且因他非用他人的手驾驭缰绳,我愿将他融入卡斯托尔或尤劳斯的颂歌之中。
§1.17κεῖνοι γὰρ ἡρώων διφρηλάται Λακεδαίμονι καὶ Θήβαις ἐτέκνωθεν κράτιστοι· §1.18ἔν τʼ ἀέθλοισι θίγον πλείστων ἀγώνων, §1.19καὶ τριπόδεσσιν ἐκόσμησαν δόμον §1.20καὶ λεβήτεσσιν φιάλαισί τε χρυσοῦ, §1.21γευόμενοι στεφάνων §1.22νικαφόρων· λάμπει δὲ σαφὴς ἀρετὰ §1.23ἔν τε γυμνοῖσι σταδίοις σφίσιν ἔν τʼ ἀσπιδοδούποισιν ὁπλίταις δρόμοις, §1.24οἷά τε χερσὶν ἀκοντίζοντες αἰχμαῖς, §1.25καὶ λιθίνοις ὁπότʼ ἐν δίσκοις ἵεν.
因为他们诞生于拉刻代蒙和忒拜,是英雄中最为强大的战车驾驭者;他们在竞技中参与了极多的比赛,并用三脚祭坛装饰了家园,还有大锅和黄金的浅盘,尝到了胜利冠冕的滋味;他们鲜明的卓越才能闪耀在无需衣装的短跑中,也在盾牌铿锵的重装步兵竞跑中,就像他们用手投掷标枪,以及掷出石制铁饼的时候。
§1.28τῶν ἀθρόοις ἀνδησάμενοι θαμάκις §1.29ἔρνεσιν χαίτας ῥεέθροισί τε Δίρκας ἔφανεν καὶ παρʼ Εὐρώτᾳ πέλας, §1.30Ἰφικλέος μὲν παῖς ὁμόδαμος ἐὼν Σπαρτῶν γένει, §1.31Τυνδαρίδας δʼ ἐν Ἀχαιοῖς ὑψίπεδον Θεράπνας οἰκ έω ν ἕδος.
他们常常用丛集的树枝系在发梢,在狄耳刻的溪流旁和欧罗塔斯河畔显现,伊菲克勒斯之子与“播种者”之裔同乡,廷达瑞乌斯之子则在阿开亚人中居住于高耸的塞拉普奈。
§1.32χαίρετʼ.
愿你们安好。
ἐγὼ δὲ Ποσειδάωνι Ἰσθμῷ τε ζαθέᾳ §1.33Ὀγχηστίαισίν τʼ ἀϊόνεσσιν περιστέλλων ἀοιδὰν §1.34γαρύσομαι τοῦδʼ ἀνδρὸς ἐν τιμαῖσιν ἀγακλέα τὰν Ἀσωποδώρου πατρὸς αἶσαν §1.35Ὀρχομενοῖό τε πατρῴαν ἄρουραν, §1.36ἅ νιν ἐρειδόμενον ναυαγίαις §1.37ἐξ ἀμετρήτας ἁλὸς ἐν κρυοέσσᾳ §1.38δέξατο συντυχίᾳ· §1.39νῦν δʼ αὖτις ἀρχαίας ἐπέβασε πότμος §1.40συγγενὴς εὐαμερίας.
而我为了波塞冬与神圣的地峡,以及昂刻斯托斯的海岸,奉献我的歌声,将在这位男子的荣耀中,赞美他父亲阿索波多罗斯的光荣命运,以及奥尔霍迈诺斯的祖传土地,这片土地在他遭遇海难、处于冰冷灾厄之时,从无边大海中收留了他;而如今,他家族的命运又重新使他踏上了往昔的安康。
ὁ πονήσαις δὲ νόῳ καὶ προμάθειαν φέρει·
经历过艰辛的人,其心中便拥有了远见。
§1.41εἰ δʼ ἀρετᾷ κατάκειται πᾶσαν ὀργάν, §1.42ἀμφότερον δαπάναις τε καὶ πόνοις, §1.43χρή νιν εὑρόντεσσιν ἀγάνορα κόμπον §1.44μὴ φθονεραῖσι φέρειν §1.45γνώμαις.
若有人将全部心力倾注于卓越,既付出代价又付出辛劳,就应当向实现它的人献上慷慨的赞美,而不应带着嫉妒的心意。
ἐπεὶ κούφα δόσις ἀνδρὶ σοφῷ §1.46ἀντὶ μόχθων παντοδαπῶν ἔπος εἰπόντʼ ἀγαθὸν ξυνὸν ὀρθῶσαι καλόν.
因为对于智者来说,这是一份轻微的赠礼:用美好的言辞回报百般的辛劳,并建立起共同的荣耀。
§1.47μισθὸς γὰρ ἄλλοις ἄλλος ἐφʼ ἔργμασιν ἀνθρώποις γλυκύς, §1.48μηλοβότᾳ τʼ ἀρότᾳ τʼ ὀρνιχολόχῳ τε καὶ ὃν πόντος τρέφει·
因为不同的劳作对不同的人有着不同的甜蜜报偿,无论是牧羊人、农夫、捕鸟者,还是靠海为生的人。
§1.49γαστρὶ δὲ πᾶς τις ἀμύνων λιμὸν αἰανῆ τέταται·
每个人都为了肚腹而努力驱除那令人痛苦的饥饿。
§1.50ὃς δʼ ἀμφʼ ἀέθλοις ἢ πολεμίζων ἄρηται κῦδος ἁβρόν, §1.51εὐαγορηθεὶς κέρδος ὕψιστον δέκεται, πολιατᾶν καὶ ξένων γλώσσας ἄωτον.
然而,凡是在竞技或战争中赢得了璀璨荣耀的人,通过获得赞美,便得到了最高的收益,即公民与异邦人言语的精华。
§1.52ἄμμι δʼ ἔοικε Κρόνου σεισίχθονʼ υἱὸν §1.53γείτονʼ ἀμειβομένοις εὐεργέταν §1.54ἁρμάτων ἱπποδρόμιον κελαδῆσαι, §1.55καὶ σέθεν, Ἀμφιτρύων, §1.56παῖδας προσειπεῖν, τὸν Μινύα τε μυχὸν §1.57καὶ τὸ Δάματρος κλυτὸν ἄλσος Ἐλευσῖνα καὶ Εὔβοιαν ἐν γναμπτοῖς δρόμοις· §1.58Πρωτεσίλα, τὸ τεὸν δʼ ἀνδρῶν Ἀχαιῶν §1.59ἐν Φυλάκᾳ τέμενος συμβάλλομαι.
而我们则应当赞美克洛诺斯那震动大地的儿子,向这位作为邻居和恩人的人致以回报,歌颂他是战车竞跑的守护者,并对你的,安菲特律翁,儿子们致意,以及弥倪阿斯之谷,和得墨忒耳那显赫的神林埃琉西斯,以及拥有弯曲跑道的优波亚;普罗忒西拉奥斯啊,在阿开亚人中,我将你那在普拉刻的圣所也一并列入赞美。
§1.60πάντα δʼ ἐξειπεῖν, ὅσʼ ἀγώνιος Ἑρμᾶς §1.61Ἡροδότῳ ἔπορεν §1.62ἵπποις, ἀφαιρεῖται βραχὺ μέτρον ἔχων §1.63ὕμνος.
但是,要说尽竞技的赫耳墨斯所赐予希罗多德的关于马匹的一切——这受到了篇幅有限的颂歌的限制。
ἦ μὰν πολλάκι καὶ τὸ σεσωπαμένον εὐθυμίαν μείζω φέρει.
确实,往往保持沉默反而能带来更大的喜悦。
§1.64εἴη νιν εὐφώνων πτερύγεσσιν ἀερθέντʼ ἀγλααῖς §1.65Πιερίδων ἔτι καὶ Πυθῶθεν Ὀλυμπιάδων τʼ ἐξαιρέτοις §1.66Ἀλφεοῦ ἔρνεσι φράξαι χεῖρα τιμὰν ἑπταπύλοις §1.67Θήβαισι τεύχοντʼ.
愿他乘着歌声美妙的皮埃里得斯灿烂的翅膀腾飞,更能从皮托和奥林匹亚那阿尔斐俄斯河的选拔树枝中装满其手,为七门忒拜赢得光荣。
εἰ δέ τις ἔνδον νέμει πλοῦτον κρυφαῖον, §1.68ἄλλοισι δʼ ἐμπίπτων γελᾷ, ψυχὰν Ἀΐδᾳ τελέων οὐ φράζεται δόξας ἄνευθεν.
但若有人在内室积蓄隐秘的财富,并嘲笑落入其手的人,他却不明白,自己是在没有名誉的情况下将灵魂交付给哈得斯。