Humanitext Reader

品达 · 尼米亚颂 §8.1-8.51

德伊尼斯的胜利与对埃阿科斯的祈求

第 8 段,共 11 段 · 希腊语

内容简介

诗人首先呼唤时光与青春女神(奥拉),歌颂了埃阿科斯国王的德行和埃吉娜的荣耀。在为获胜者德伊尼斯献上颂歌之际,他阐述了嫉妒对高尚之人的侵害,并以埃阿斯与奥德修斯争夺武具的悲剧神话为例进行论证。

§8.1ὥρα πότνια, κάρυξ Ἀφροδίτας ἀμβροσιᾶν φιλοτάτων, §8.2ἅτε παρθενηΐοις παίδων τʼ ἐφίζοισα γλεφάροις, §8.3τὸν μὲν ἁμέροις ἀνάγκας χερσὶ βαστάζεις, ἕτερον δʼ ἑτέραις.
尊贵的时光女神啊,阿佛洛狄忒那神圣爱欲的使者,你安坐于少女与少男的眼睑之上,以温和的必然之手扶持这一人,又以截然不同的手对待另一人。
§8.4ἀγαπατὰ δὲ καιροῦ μὴ πλαναθέντα πρὸς ἔργον ἕκαστον §8.5τῶν ἀρειόνων ἐρώτων ἐπικρατεῖν δύνασθαι.
若不在合宜的契机中迷失,而在每一桩行事中,能够把握那更美高尚的爱欲,乃是令人欣慰之事。
§8.6οἷοι καὶ Διὸς Αἰγίνας τε λέκτρον ποιμένες ἀμφεπόλησαν §8.7Κυπρίας δώρων· ἔβλαστεν δʼ υἱὸς Οἰνώνας βασιλεὺς §8.8χειρὶ καὶ βουλαῖς ἄριστος.
正如那些守护着宙斯与埃吉娜同床共寝的,库普里亚之礼物的护卫者;由此诞生了俄诺涅之王,他在武力与智谋上皆超群绝伦。
πολλά νιν πολλοὶ λιτάνευον ἰδεῖν.
许许多多的人曾屡屡恳求一睹其风采。
§8.9ἀβοατὶ γὰρ ἡρώων ἄωτοι περιναιεταόντων §8.10ἤθελον κείνου γε πείθεσθʼ ἀναξίαις ἑκόντες, §8.11οἵ τε κρανααῖς ἐν Ἀθάναισιν ἅρμοζον στρατόν, §8.12οἵ τʼ ἀνὰ Σπάρταν Πελοπηϊάδαι.
因无需号召,周边居住的英雄豪杰之精粹,皆心甘情愿地服从他的统治—— 无论是那些在险峻的雅典整军统兵之辈,还是在斯巴达境内的佩洛普斯子嗣。
§8.13ἱκέτας Αἰακοῦ σεμνῶν γονάτων πόλιός θʼ ὑπὲρ φίλας §8.14ἀστῶν θʼ ὑπὲρ τῶνδʼ ἅπτομαι φέρων §8.15Λυδίαν μίτραν καναχηδὰ πεποικιλμέναν, §8.16Δείνιος δισσῶν σταδίων καὶ πατρὸς Μέγα Νεμεαῖον ἄγαλμα.
我作为乞求者,靠在埃阿科斯尊贵的双膝旁,既为了他所钟爱的城邦,也为了此处的城邦公民,我俯身触碰,并带来了缀满悦耳歌声、刺绣华美的吕底亚发带,作为德伊尼斯在双斯塔迪翁赛跑中获胜,以及为了其父梅加斯而献上的内墨阿之荣耀礼赞。
§8.17σὺν θεῷ γάρ τοι φυτευθεὶς ὄλβος ἀνθρώποισι παρμονώτερος· §8.18ὅσπερ καὶ Κινύραν ἔβρισε πλούτῳ ποντίᾳ ἔν ποτε Κύπρῳ.
因为与神明同行而播下的富庶,在凡人世间才更为长久;正是这富庶,曾在四面环海的塞浦路斯,令基努拉斯满载财宝。
§8.19ἵσταμαι δὴ ποσσὶ κούφοις, ἀμπνέων τε πρίν τι φάμεν.
如今,我以轻盈的双足伫立,在吐露言辞之前深吸一口气。
§8.20πολλὰ γὰρ πολλᾷ λέλεκται· ν εα ρὰ δʼ ἐξευρόντα δόμεν βασάνῳ §8.21ἐς ἔλεγχον, ἅπας κίνδυνος· ὄψον δὲ λόγοι φθονεροῖσιν·
因为诸多旧事已用诸多方式被反复吟咏;然而若要寻得新颖之作,并将其交付试金石作检验,则全然是冒险;而对于心怀嫉妒者而言,言词便是美味佳肴。
§8.22ἅπτεται δʼ ἐσλῶν ἀεί, χειρόνεσσι δʼ οὐκ ἐρίζει.
嫉妒之火总是缠绕着高尚之人,却不与卑微之辈相争。
§8.23κεῖνος καὶ Τελαμῶνος δάψεν υἱὸν φασγάνῳ ἀμφικυλίσαις.
正是这嫉妒,吞噬了德拉蒙之子,令他仆倒在自己的利刃之上。
§8.24ἦ τινʼ ἄγλωσσον μέν, ἦτορ δʼ ἄλκιμον, λάθα κατέχει §8.25ἐν λυγρῷ νείκει· μέγιστον δʼ αἰόλῳ ψεύδει γέρας ἀντέταται.
确实,那些拙于言辞却心怀勇武之人,在悲惨的争端中常被遗忘所遮蔽;而那变化莫测的谎言,却夺得了最大的奖赏。
§8.26κρυφίαισι γὰρ ἐν ψάφοις Ὀδυσσῆ Δαναοὶ θεράπευσαν· §8.27χρυσέων δʼ Αἴας στερηθεὶς ὅπλων φόνῳ πάλαισεν.
因为丹奈人以暗中的投票取悦了奥德修斯,而痛失黄金武具的埃阿斯,最终只能与自戮的鲜血搏斗。
§8.28ἦ μὰν ἀνόμοιά γε δᾴοισιν ἐν θερμῷ χροῒ §8.29ἕλκεα ῥῆξαν πελεμιζόμενοι §8.30ὑπʼ ἀλεξιμβρότῳ λόγχᾳ, τὰ μὲν ἀμφʼ Ἀχιλεῖ νεοκτόνῳ, §8.31ἄλλων τε μόχθων ἐν πολυφθόροις §8.32ἁμέραις.
然而,在敌军灼热的皮肉之上,他们被那抵御凡人的长枪逼迫退缩时所撕裂的伤口,则是截然不同的,在护卫凡人的长矛之下——有的围绕着刚战死的阿喀琉斯遗体,有的产生于其他折损性命的日子里。
ἐχθρὰ δʼ ἄρα πάρφασις ἦν καὶ πάλαι, §8.33αἱμύλων μύθων ὁμόφοιτος, δολοφραδής, κακοποιὸν ὄνειδος· §8.34ἃ τὸ μὲν λαμπρὸν βιᾶται, τῶν δʼ ἀφάντων κῦδος ἀντείνει σαθρόν.
可见,令人憎恶的谄媚巧言自古便存,它与甜言蜜语的传说形影相随,诡计多端,酿成祸害的耻辱;它强力压制那本该璀璨的事物,却为无名之辈撑起虚幻腐朽的荣光。
§8.35εἴη μή ποτέ μοι τοιοῦτον ἦθος, Ζεῦ πάτερ, ἀλλὰ κελεύθοις §8.36ἁπλόαις ζωᾶς ἐφαπτοίμαν, θανὼν ὡς παισὶ κλέος §8.37μὴ τὸ δύσφαμον προσάψω.
天父宙斯啊,愿我永不具有这般品格,而让我依循坦荡的生命之途,以便在我死后,不至于将声名狼藉的恶名强加给我的孩子们。
χρυσὸν εὔχονται, πεδίον δʼ ἕτεροι §8.38ἀπέραντον· ἐγὼ δʼ ἀστοῖς ἁδὼν καὶ χθονὶ γυῖα καλύψαιμʼ, §8.39αἰνέων αἰνητά, μομφὰν δʼ ἐπισπείρων ἀλιτροῖς.
有人祈求黄金,亦有人祈求无垠的疆土;而我,只愿在取悦了城邦同胞之后,让泥土掩埋我的肢体,赞美那值得赞许之人,并将斥责撒向作恶之徒。
§8.40αὔξεται δʼ ἀρετά, χλωραῖς ἐέρσαις ὡς ὅτε δένδρεον ᾁσσει, §8.41ἐν σοφοῖς ἀνδρῶν ἀερθεῖσʼ ἐν δικαίοις τε πρὸς ὑγρὸν §8.42αἰθέρα.
美德不断生长,犹如树木沐浴在青翠的露珠中向上挺立,在聪慧且公正的人们中间被扶摇托起,直至那湿润的以太。
χρεῖαι δὲ παντοῖαι φίλων ἀνδρῶν· τὰ μὲν ἀμφὶ πόνοις §8.43ὑπερώτατα· μαστεύει δὲ καὶ τέρψις ἐν ὄμμασι θέσθαι §8.44πιστόν.
对挚友之需,名目繁多;在辛劳之中的相助最上;然而欢愉亦寻求在眼前展现出一个真实的明证。
ὦ Μέγα, τὸ δʼ αὖτις τεὰν ψυχὰν κομίξαι §8.45οὔ μοι δυνατόν· κενεᾶν δʼ ἐλπίδων χαῦνον τέλος· §8.46σεῦ δὲ πάτρᾳ Χαριάδαις τʼ Ἐλαφρὸν §8.47ὑπερεῖσαι λίθον Μοισαῖον ἕκατι ποδῶν εὐωνύμων §8.48δὶς δὴ δυοῖν.
噢,梅加斯啊,欲将你的灵魂再度召回于我绝无可能;虚妄之希望,其结局终是空虚;然而为了你的祖国以及哈里阿代家族,缘于那名声斐然的双足,筑起一座缪斯之石碑实非难事,那是为了两度夺冠的两双捷足。
χαίρω δὲ πρόσφορον §8.49ἐν μὲν ἔργῳ κόμπον ἱείς, ἐπαοιδαῖς δʼ ἀνὴρ §8.50νώδυνον καί τις κάματον θῆκεν.
我满心欢喜,针对其功勋吐露相称的赞誉;凭着歌咏,人能使劳苦也变得毫无痛楚。
ἦν γε μὰν ἐπικώμιος ὕμνος §8.51δὴ πάλαι καὶ πρὶν γενέσθαι τὰν Ἀδράστου τάν τε Καδμείων ἔριν.
确然,在昔日,甚至在阿德拉斯托斯与卡德摩斯后裔之争爆发之前,颂歌便早已存在。

词汇与语法注释

  1. §8.4ἀγαπατὰ δὲ καιροῦ μὴ πλαναθέντα πρὸς ἔργον ἕκαστον τῶν ἀρειόνων ἐρώτων ἐπικρατεῖν δύνασθαι. — 中性复数形容词 `ἀγαπατά` 作无人称使用(意为“……是可喜的/令人满意的”),后接不定式 `δύνασθαι` 和 `ἐπικρατεῖν`,其逻辑主语由第一人称或泛指的对格分词 `πλαναθέντα` 表示。属格 `καιροῦ`(时机)受表示偏离的动词分词 `πλαναθέντα`支配。
  2. §8.13ἱκέτας Αἰακοῦ σεμνῶν γονάτων ... ἅπτομαι — 动词 `ἅπτομαι`(触碰、攀附)支配表示接触部位的属格 `γονάτων`(双膝)。作为主语同位语的单数阳性名词 `ἱκέτας`(作为乞求者)则进一步修饰或关联至祈求对象 `Αἰακοῦ`(埃阿科斯的)。
  3. §8.16Δείνιος δισσῶν σταδίων καὶ πατρὸς Μέγα Νεμεαῖον ἄγαλμα — `ἄγαλμα`(荣耀/装饰)为对格,作前文分词 `φέρων`(带来)的宾语。属格 `Δείνιος`(德伊尼斯的)与 `πατρὸς Μέγα`(父亲梅加斯的,此处 `Μέγα` 是专有名词 `Μέγας` 的属格形式)共同修饰 `ἄγαλμα`,而属格 `δισσῶν σταδίων` 则指明了获胜的体育项目(双斯塔迪翁赛跑)。

引用这一段

品达, 尼米亚颂 §8.1-8.51. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0033.tlg003.humanitext-grc2:8.1-8.51

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。