Humanitext Reader

品达 · 尼米亚颂 §7.1-7.105

索格内斯的胜利与关于涅俄普托勒摩斯的辩白

第 7 段,共 11 段 · 希腊语

内容简介

诗人呼吁生育女神埃雷提伊亚,以庆祝埃吉娜岛少年索格内斯在五项全能中的胜利。他探讨了诗歌真实性与名望的本质,并结合涅俄普托勒摩斯的神话来为自己的创作正当性辩护。

§7.1Ἐλείθυια, πάρεδρε Μοιρᾶν βαθυφρόνων, §7.2παῖ μεγαλοσθενέος, ἄκουσον, Ἥρας, γενέτειρα τέκνων·
埃雷提伊亚啊,深思熟虑的命运女神之伴侣,伟岸力量的赫拉之子,育儿之神,请倾听吧!
ἄνευ σέθεν §7.3οὐ φάος, οὐ μέλαιναν δρακέντες εὐφρόναν §7.4τεὰν ἀδελφεὰν ἐλάχομεν ἀγλαόγυιον Ἥβαν.
若没有你,我们既看不见光明,也看不见黑夜,也无法获得你那肢体美丽的姊妹赫柏。
§7.5ἀναπνέομεν δʼ οὐχ ἅπαντες ἐπὶ ἴσα· §7.6εἴργει δὲ πότμῳ ζυγένθʼ ἕτερον ἕτερα.
然而我们并非所有人都在为同等的事物而呼吸;每个人被命运所轭,不同的事物阻碍着不同的人。
σὺν δὲ τὶν §7.7καὶ παῖς ὁ Θεαρίωνος ἀρετᾷ κριθεὶς §7.8εὔδοξος ἀείδεται Σωγένης μετὰ πενταέθλοις.
但在你的帮助下,塞阿里翁之子亦在美德中被选拔,荣光的索格内斯在五项全能者之中被颂扬。
§7.9πόλιν γὰρ φιλόμολπον οἰκεῖ δορικτύπων §7.10Αἰακιδᾶν· μάλα δʼ ἐθέλοντι σύμπειρον ἀγωνίᾳ θυμὸν ἀμφέπειν.
因为他居住在枪矛鸣响的埃阿科斯后裔那热爱歌咏的城邦;他们极其乐意培育一颗在竞技中经验丰富的灵魂。
§7.11εἰ δὲ τύχῃ τις ἔρδων, μελίφρονʼ αἰτίαν §7.12ῥοαῖσι Μοισᾶν ἐνέβαλε· ταὶ μεγάλαι γὰρ ἀλκαὶ §7.13σκότον πολὺν ὕμνων ἔχοντι δεόμεναι· §7.14ἔργοις δὲ καλοῖς ἔσοπτρον ἴσαμεν ἑνὶ σὺν τρόπῳ, §7.15εἰ Μναμοσύνας ἕκατι λιπαράμπυκος §7.16εὕρηται ἄποινα μόχθων κλυταῖς ἐπέων ἀοιδαῖς.
若有人在行事中获得成功,便将甘美的契机投入缪斯女神的流泉之中;因为伟大的英勇事迹若匮乏颂歌,便会笼罩在深沉的黑暗之中;但对于美好的功绩,我们只知通过一种方式获得镜鉴,那便是若凭着戴着闪亮发带的谟涅摩叙涅之恩,劳苦的报偿能在荣耀的诗歌中被寻得。
§7.17σοφοὶ δὲ μέλλοντα τριταῖον ἄνεμον §7.18ἔμαθον, οὐδʼ ὑπὸ κέρδει βλάβεν· §7.19ἀφνεὸς πενιχρός τε θανάτου πέρας §7.20ἅμα νέονται.
智者知晓三天后将吹拂的微风,亦不为利益所蒙蔽而受害;富人与穷人都一同走向死亡的尽头。
ἐγὼ δὲ πλέονʼ ἔλπομαι §7.21λόγον Ὀδυσσέος ἢ πάθαν διὰ τὸν ἁδυεπῆ γενέσθʼ Ὅμηρον· §7.22ἐπεὶ ψεύδεσί οἱ ποτανᾷ τε μαχανᾷ §7.23σεμνὸν ἔπεστί τι· σοφία δὲ κλέπτει παράγοισα μύθοις· τυφλὸν δʼ ἔχει §7.24ἦτορ ὅμιλος ἀνδρῶν ὁ πλεῖστος.
但我期盼着,奥德修斯的名声因那言语甜美的荷马,而已超越了他真实的苦难;因为在他的谎言与飞扬的技巧之上,附有一种崇高之物;诗艺伴着神话引人误入途径,行施欺骗;而绝大多数凡人有着盲目的心灵。
εἰ γὰρ ἦν §7.25ἓ τὰν ἀλάθειαν ἰδέμεν, οὔ κεν ὅπλων χολωθεὶς §7.26ὁ καρτερὸς Αἴας ἔπαξε διὰ φρενῶν §7.27λευρὸν ξίφος· ὃν κράτιστον Ἀχιλέος ἄτερ μάχᾳ §7.28ξανθῷ Μενέλᾳ δάμαρτα κομίσαι θοαῖς §7.29ἐν ναυσὶ πόρευσαν εὐθυπνόου Ζεφύροιο πομπαὶ §7.30πρὸς Ἴλου πόλιν.
因为,若是可能让他们看清真相,那因争夺武具而发怒的强悍的埃阿斯便不会在胸膛中刺入那柄平滑的利剑;除阿喀琉斯之外,他是战场上最强悍的人,为了给金发的梅内劳斯夺回妻子,顺风吹拂的西风护送着他,乘着疾驰之船驶向伊洛斯的城邦。
ἀλλὰ κοινὸν γὰρ ἔρχεται §7.31κῦμʼ Ἀΐδα, πέσε δʼ ἀδόκητον ἐν καὶ δοκέοντα· τιμὰ δὲ γίνεται §7.32ὧν θεὸς ἁβρὸν αὔξει λόγον τεθνακότων §7.33βοαθόων, τοὶ παρὰ μέγαν ὀμφαλὸν εὐρυκόλπου §7.34μόλον χθονός· ἐν Πυθίοισι δὲ δαπέδοις §7.35κεῖται, Πριάμου πόλιν Νεοπτόλεμος ἐπεὶ πράθεν, §7.36τᾷ καὶ Δαναοὶ πόνησαν· ὁ δʼ ἀποπλέων §7.37Σκύρου μὲν ἅμαρτε, πλαγχθέντες δʼ εἰς Ἐφύραν ἵκοντο· §7.38Μολοσσίᾳ δʼ ἐμβασίλευεν ὀλίγον §7.39χρόνον· ἀτὰρ γένος αἰεὶ φέρεν §7.40τοῦτό οἱ γέρας.
然而,哈迪斯那共通的波涛袭向所有人,同样降临在毫无预备与有所预期的人身上;然而荣誉却归于那些死去的援助者,神明彰显了他们高雅的名声,他们来到了那宽广的大地之伟大肚脐所在;于庇托的圣地上躺着涅俄普托勒摩斯,在他摧毁了普里阿摩斯的城邦之后,达奈人也曾为此劳顿;然而在他乘船离去时,错过了斯库罗斯,迷失航向而抵达了埃费拉;他在莫洛西亚统治了短暂的时间;然而他的子嗣却始终享有这一荣耀。
ᾤχετο δὲ πρὸς θεόν, §7.41κτέανʼ ἄγων Τρωΐαθεν ἀκροθινίων· §7.42ἵνα κρεῶν νιν ὑπὲρ μάχας ἔλασεν ἀντιτυχόντʼ ἀνὴρ μαχαίρᾳ.
而他走向了神明,携带着来自特洛伊的战利品初穗的宝藏;在那里,因争夺供肉,一个迎面而来的男子用短刀刺杀了他。
§7.43βάρυνθεν δὲ περισσὰ Δελφοὶ ξεναγέται.
宾客之导引者德尔斐人因此深感悲痛。
§7.44ἀλλὰ τὸ μόρσιμον ἀπέδωκεν· ἐχρῆν δέ τινʼ ἔνδον ἄλσει παλαιτάτῳ §7.45Αἰακιδᾶν κρεόντων τὸ λοιπὸν ἔμμεναι §7.46θεοῦ παρʼ εὐτειχέα δόμον, ἡρωΐαις δὲ πομπαῖς §7.47θεμισκόπον οἰκεῖν ἐόντα πολυθύτοις.
然而他偿还了既定的命运;在最古老的圣林之中,那些统治的埃阿科斯后裔中,必须有人在未来留驻,在神明那墙垣坚固的居所旁,作为多祭之英雄行列的律法守护者而居住于此。
§7.48εὐώνυμον ἐς δίκαν τρία ἔπεα διαρκέσει· §7.49οὐ ψεῦδις ὁ μάρτυς ἔργμασιν ἐπιστατεῖ, §7.50Αἴγινα, τεῶν Διός τʼ ἐκγόνων.
赞颂这显赫的公正,三言两语便已足够;那监督你与宙斯子嗣之业迹的见证者绝非虚妄。
θρασύ μοι τόδʼ εἰπεῖν §7.51φαενναῖς ἀρεταῖς ὁδὸν κυρίαν λόγων §7.52οἴκοθεν· ἀλλὰ γὰρ ἀνάπαυσις ἐν παντὶ γλυκεῖα ἔργῳ· κόρον δʼ ἔχει §7.53καὶ μέλι καὶ τὰ τέρπνʼ ἄνθεʼ Ἀφροδίσια.
埃吉娜啊,这让我敢于直言:从我自家,通往你们辉煌美德的有言词之王道;然而在一切劳作中,休憩皆是甘美的;即便是蜂蜜,以及阿佛洛狄忒那令人愉悦的花朵,也会让人产生厌倦。
§7.54φυᾷ δʼ ἕκαστος διαφέρομεν βιοτὰν λαχόντες, §7.55ὁ μὲν τά, τὰ δʼ ἄλλοι· τυχεῖν δʼ ἕνʼ ἀδύνατον §7.56εὐδαιμονίαν ἅπασαν ἀνελόμενον· οὐκ ἔχω §7.57εἰπεῖν, τίνι τοῦτο Μοῖρα τέλος ἔμπεδον §7.58ὤρεξε.
我们各自秉持天性度过分得的一生,有人得此,有人得彼;然而,若要单单一人攫取并赢得所有的幸福,这是不可能的;我无法说出,命运女神究竟将这稳固的结局伸向了谁。
Θεαρίων, τὶν δʼ ἐοικότα καιρὸν ὄλβου §7.59δίδωσι, τόλμαν τε καλῶν ἀρομένῳ §7.60σύνεσιν οὐκ ἀποβλάπτει φρενῶν.
塞阿里翁啊,她给予了你适度的财富,当你为美好的业绩鼓起勇气时,并不曾损害你心灵的睿智。
§7.61ξεῖνός εἰμι· σκοτεινὸν ἀπέχων ψόγον, §7.62ὕδατος ὥτε ῥοὰς φίλον ἐς ἄνδρʼ ἄγων §7.63κλέος ἐτήτυμον αἰνέσω· ποτίφορος δʼ ἀγαθοῖσι μισθὸς οὗτος.
我是客友;避开暗中的指责,如同将清泉带给亲近之人,我将赞美他真实的荣耀;这对善人而言是合宜的赏赐。
§7.64ἐὼν δʼ ἐγγὺς Ἀχαιὸς οὐ μέμψεταί μʼ ἀνὴρ §7.65Ἰονίας ὑπὲρ ἁλὸς οἰκέων· προξενίᾳ πέποιθʼ· ἔν τε δαμόταις §7.66ὄμματι δέρκομαι λαμπρόν, οὐχ ὑπερβαλών, §7.67βίαια πάντʼ ἐκ ποδὸς ἐρύσαις, ὁ δὲ λοιπὸς εὔφρων
居住在附近的阿开亚男子,亦或居住在伊奥尼亚海彼岸之人,都不会指责我;我笃信公社结盟(客友关系);在同胞之中,我以明亮的目光相看,未曾逾矩,已将一切强暴之事扫除于足下。
§7.68ποτὶ χρόνος ἕρποι.
愿未来的时光欢快地流逝。
μαθὼν δέ τις ἀνερεῖ, §7.69εἰ πὰρ μέλος ἔρχομαι ψάγιον ὄαρον ἐννέπων.
明理之人自会说明,我是否偏离了音调,说出了歪曲的言辞。
§7.70Εὐξενίδα πάτραθε Σώγενες, ἀπομνύω §7.71μὴ τέρμα προβὰς ἄκονθʼ ὥτε χαλκοπάρᾳον ὄρσαι §7.72θοὰν γλῶσσαν, ὃς ἐξέπεμψεν παλαισμάτων §7.73αὐχένα καὶ σθένος ἀδίαντον, αἴθωνι πρὶν ἁλίῳ γυῖον ἐμπεσεῖν.
埃乌克塞尼达斯家族的索格内斯啊,我起誓,未曾越过边界,并未如投掷青铜刃的标枪一般,放纵我疾速的舌头;那标枪曾在摔跤之前,在肢体倒于烈日之下前,便免去了颈项与力量的汗水。
§7.74εἰ πόνος ἦν, τὸ τερπνὸν πλέον πεδέρχεται.
若有辛劳,随后的欢愉便会加倍。
§7.75ἔα με· νικῶντί γε χάριν, εἴ τι πέραν ἀερθεὶς §7.76ἀνέκραγον, οὐ τραχύς εἰμι καταθέμεν.
随我去吧;如果我因稍稍飞得过高而高声呼喊,我绝不吝啬向获胜者奉上酬谢。
§7.77εἴρειν στεφάνους ἐλαφρόν· ἀναβάλεο· Μοῖσά τοι §7.78κολλᾷ χρυσὸν ἔν τε λευκὸν ἐλέφανθʼ ἁμᾷ §7.79καὶ λείριον ἄνθεμον ποντίας ὑφελοῖσʼ ἐέρσας.
编织花冠轻而易举;等一等;缪斯正将黄金与白象牙焊接在一起,并配上从海露之下采摘的如百合般的花朵。
§7.80Διὸς δὲ μεμναμένος ἀμφὶ Νεμέᾳ §7.81πολύφατον θρόον ὕμνων δόνει §7.82ἡσυχᾷ.
在念及涅墨亚与宙斯之时,请轻轻地激荡起颂歌那声名远扬的旋律。
βασιλῆα δὲ θεῶν πρέπει §7.83δάπεδον ἂν τόδε γαρυέμεν ἁμέρᾳ §7.84ὀπί· λέγοντι γὰρ Αἰακόν νιν ὑπὸ ματροδόκοις γοναῖς φυτεῦσαι, §7.85ἐμᾷ μὲν πολίαρχον εὐωνύμῳ πάτρᾳ, §7.86Ἡράκλεες, σέο δὲ προπράονʼ ἔμεν ξεῖνον ἀδελφεόν τʼ.
在此地上,用温和的声音赞美诸神之王乃是合宜的;因为据说他在承接母亲的生育中孕育了埃阿科斯,作为我那荣耀祖国的统治者,赫拉克勒斯啊,也为了成为你那温厚的客友与兄弟。
εἰ δὲ γεύεται §7.87ἀνδρὸς ἀνήρ τι, φαῖμέν κε γείτονʼ ἔμμεναι §7.88νόῳ φιλήσαντʼ ἀτενέϊ γείτονι χάρμα πάντων §7.89ἐπάξιον· εἰ δʼ αὐτὸ καὶ θεὸς ἀνέχοι, §7.90ἐν τίν κʼ ἐθέλοι, Γίγαντας ὃς ἐδάμασας, εὐτυχῶς §7.91ναίειν πατρὶ Σωγένης ἀταλὸν ἀμφέπων §7.92θυμὸν προγόνων ἐϋκτήμονα ζαθέαν ἀγυιάν· §7.93ἐπεὶ τετραόροισιν ὥθʼ ἁρμάτων ζυγοῖς §7.94ἐν τεμένεσσι δόμον ἔχει τεοῖς, ἀμφοτέρας ἰὼν χειρός.
若是人能从他人那里得到些许相助,我们便会说,怀着坚定心意爱护邻人的邻居,是值得一切赞美之欣喜;若是神明亦能容许此点,索格内斯必乐于在降伏了巨人的你庇护之下,幸福地陪伴着父亲居住,怀着温和的心灵,在祖先那富足而神圣的街道上;因为,如同四马战车的轭一般,他在你的圣域中拥有家园,往来于道路两侧。
ὦ μάκαρ, §7.95τὶν δʼ ἐπέοικεν Ἥρας πόσιν τε πειθέμεν §7.96κόραν τε Γλαυκώπιδα· δύνασαι δὲ βροτοῖσιν ἀλκὰν §7.97ἀμαχανιᾶν δυσβάτων θαμὰ διδόμεν.
哦,得天独厚者啊,你理当去说服赫拉的丈夫,以及那青睐之眼的少女;你亦有能力常常给予凡人摆脱难以逾越之困境的援助。
§7.98εἰ γάρ σφισιν ἐμπεδοσθενέα βίοτον ἁρμόσαις §7.99ἥβᾳ λιπαρῷ τε γήραϊ διαπλέκοις §7.100εὐδαίμονʼ ἐόντα, παίδων δὲ παῖδες ἔχοιεν αἰεὶ §7.101γέρας τό περ νῦν καὶ ἄρειον ὄπιθεν.
因为你若能为他们调谐出坚毅有力的生活,并将之编织进青春与安详的老年,使其幸福,愿子孙后代也永远保有如今拥有的,并在未来能有更好的这份荣耀。
§7.102τὸ δʼ ἐμὸν οὔ ποτε φάσει κέαρ §7.103ἀτρόποισι Νεοπτόλεμον ἑλκύσαι §7.104ἔπεσι· ταὐτὰ δὲ τρὶς τετράκι τʼ ἀμπολεῖν §7.105ἀπορία τελέθει, τέκνοισιν ἅτε μαψυλάκας, Διὸς Κόρινθος.
然而,我的心灵绝不会宣称,我用固执的言词诋毁了涅俄普托勒摩斯;只是,将同样的事情反复述说三四遍,是一种词穷,如同无谓地对孩子们叫嚷“宙斯的科林斯”的唠叨者。

词汇与语法注释

  1. §7.3οὐ φάος, οὐ μέλαιναν δρακέντες εὐφρόναν / τεὰν ἀδελφεὰν ἐλάχομεν — 分词 δρακέντες(动词 δέρκομαι 的不定过去时受动形式、能动意义,阳性复数)与主句动词 ἐλάχομεν 的主语(我们)相一致。整个从句受否定词 οὐ 支配,意为“若不曾看见光亮与黑夜,我们便无法获得你的姊妹赫柏”。
  2. §7.21πλέονʼ ἔλπομαι / λόγον Ὀδυσσέος ἢ πάθαν γενέσθʼ — 这是一个隶属于 ἔλπομαι(我认为)的“对格与不定式”(A.c.I.)结构。不定式为 γενέσθαι(简写为 γενέσθʼ),其主语为 λόγον(名声),并受属格 Ὀδυσσέος 修饰,整体意为“我认为奥德修斯的名声已超越了他真实的苦难(πάθαν)”。
  3. §7.24εἰ γὰρ ἦν / ἓ τὰν ἀλάθειαν ἰδέμεν — 这是一个非人称结构,ἦν 意为“如果是可能的”,后接不定式 ἰδέμεν(多利亚方言形式的 ἰδεῖν)。ἓ 是第三人称单数对格代名词,用作该不定式的主语,指代前句中的“群众”(ὅμιλος)。
  4. §7.71μὴ τέρμα προβὰς ἄκονθʼ ὥτε χαλκοπάρᾳον ὄρσαι / θοὰν γλῶσσαν — 带否定词 μή 的不定式 ὄρσαι(动词 ὄρνυμι 的不定过去时不定式)隶属于前行的发誓动词 ἀπομνύω(我起誓[不曾做某事])。分词 προβάς 意为“跨越/逾越”。整句构成了强烈的自我辩白:“我起誓,我未曾越过边界,并未如投掷青铜刃的标枪一般放纵我疾速的舌头。”
  5. §7.104ταὐτὰ δὲ τρὶς τετράκι τʼ ἀμπολεῖν / ἀπορία τελέθει — 不定式 ἀμπολεῖν(字面意为“重新耕作”,比喻“反复重复”)在此充当句子的主语,而 ἀπορία(“穷尽/无计可施”)为表语名词,τελέθει(“成为/是”)充当系动词。整个结构表明:“将同样的事情反复述说三四遍,是一种词穷的表现。”

引用这一段

品达, 尼米亚颂 §7.1-7.105. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0033.tlg003.humanitext-grc2:7.1-7.105

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。